Κυριακή 1 Απριλίου 2018


ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΑΓΑΠΗΣ ΣΑ ΠΟΝΤΙΑΚΑ
Ἔτον ἀποβραδὺς ἐκείν΄ τὴν ἡμέραν τῆ Κερεκῆς καὶ τὰ πόρτας ἔτανε σπαλιμένα ἄκεῖ π΄ ἔταν οἱ μαθηταὶ μαζεμὲν, γιατὶ ἐφογοῦνταν τ΄ Ἰουδαίοις· ἔρθεν ὁ Ἰησοῦς κ΄ ἐστάθεν σὴ μὲσ΄ ἀπὲς καὶ λέει ἀτς: «Εἰρήνη μετ΄ ἐσᾶς». Καὶ ὅταν εἶπεν ἀτὸ, ἔδειξεν ἀτς τὰ χ(σσ)έρε ΄τ καὶ τὴν πλευρὰν ἀτ. Ἐχάραν ἀτότε οἱ μαθηταὶ π΄εἴδανε τὸν Κύριον.
Ξὰν εἶπεν ἀτς ὁ Ἰησοῦς: «Εἰρήνη μετ΄ἐσᾶς». Ὅπως ἔστειλέ με ὁ Πατέρα μ΄, ἀραέτς, ἐγὼ πα στέλλω έσᾶς. καὶ ὅταν εἶπεν ἀτὸ, ἐφύσησεν καὶ λέει ἀτς: «ἐπάρετε Πνεῦμα Ἅγιον».ἄν σ΄ὁρισμέντς ἀνθρὼπς συγχωρᾶτε τ΄ ἁμαρτίας, ΄α χάντανε ἀπ΄ ἀτίντς, ἄν ὀξὰν σ΄ ἄλτς ΄κι συγχωρεῖτε, νὰ εἶναι ἀσυγχώρητοι.
Ὁ Θωμᾶς, π΄ ἔτον εἷς ἀσὶ δώδεκα, π΄ ἔλεγαν ἀτὸν Δίδυμον, ΄κ ἔτον μετ΄ἐκείν΄ τς, σίτε ἔρθεν ὁ Ἰησοῦς. ἔλεγαν ἀτὸν οἱ ἄλλ΄οἱ μαθητᾶδες: «εἴδαμ΄ ἀτονε τὸν Κύρ΄ν ἐμουν. Ἀτὸς, ὅμως, εἶπεν ἀτς: «ἐὰν ΄κ ἐλέπω σὰ χ(σσ)έρε τ΄ τὸ σημὰδ΄ ἀσ΄α καρφία, ἀκόμα ΄κι βάλω τὸ δάκτυλον σὰ τρεπία ἀσ΄ α καρφία καὶ ΄κι βάλω τὸ χ(σσ)έρι μ΄ σὴν πλευράν ἀτ,΄κι πιστεύω.


 Εὐχὴ ,   Εἰς τὸ Εὐλογῆσαι Τυρὸν καὶ Ὠά.

"Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, εὐλόγησον τὸ γάλα τὸ πεπηγός, σὺν αὐτῷ δὲ καὶ τὰ ωά. Ἡμᾶς δὲ συντήρησον ἐν τῇ χρηστότητί σου, ὅπως οἱ μεταλαμβάνοντες αὐτῶν, τῶν σῶν ἀφθονοπαρόχων δωρεῶν, ἐμπλησθῶμεν καὶ τῆς ἀνεκλαλήτου σου ἀγαθότητος. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν."

ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΕΔΕΣΜΑΤΑ ΚΡΕΩΝ ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ
Ευλογητός ο Θεός ημων…Χριστός ανέστη (3)
Του Κυρίου δεηθωμεν
Επίσκεψαι, Κύριε Ιησου Χριστέ, ο Θεός ημων, τα εδέσματα των κρεων και αγίασον αυτά, ως ηγίασας τον αμνόν, όν σοι προσήγαγεν ο πιστός Αβραάμ, και τον αρνόν, όν περ Άβελ σοί προσήνεγκεν εις ολοκάρπωσιν. Ομοίως και τον μόσχον τον σιτευτόν, όν θυσαι εκέλευσας τω υιω σου τω πεπλανημένω, και πάλιν επανελθόντι προς σε. Ίνα, καθώς αυτός ηξιώθη της σης χάριτος απολαυσαι, ούτω και των αγιασθέντων υπό σου και ευλογηθέντων απολαύσωμεν εις τροφήν πάντων ημων.
Συ γαρ ει η αληθινή τροφή και ο δοτήρ των αγαθων, και σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω σου Πατρί, και τω παναγίω και αγαθω, και ζωοποιω σου Πνεύματι, νυν και αεί και εις τους αωνας των αιώνων. Αμήν.


+ΠΑΣΧΑΛΙΟΣ ΗΜΕΡΟΝΥΚΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ
Ἀπὸ τῆς ἡμέρας τῆς ἁγίας καὶ μεγάλης Κυριακῆς τοῦ Πάσχα καὶ καθ΄ ὅλην τὴν Διακαινήσιμον ἑβδομάδα μέχρι τοῦ Ἑσπερινοῦ τοῦ Σαββάτου, ὡς καὶ καὶ ἀπὸ τοῦ Ἑσπερινοῦ τῆς Τρίτης τῆς ς΄ ἀπὸ τοῦ Πάσχα ἑβδομάδος (Τυφλοῦ) μέχρι τοῦ Ἑσπερινοῦ τῆς Τετάρτης, καθ΄ ἣν ἀποδίδεται ἡ ἑορτὴ τοῦ ἁγίου Πάσχα ἀντί· ΜΕΣΟΝΥΚΤΙΚΟΥ, ΩΡΩΝ, καὶ ΑΠΟΔΕΙΠΝΟΥ, αναγινώσκεται ἡ ἑξῆς Ἀκολουθία.
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ.:Ἀμήν. (χωρίς ἱερέα:Δι΄εὐχῶν τῶν ἁγίων πατέρων...)
(χῦμα) Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος (3).
Εἶτα·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι΄ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (τρίς).
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν Ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα... Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν... Θεοτοκίον.Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.
Τό, Κύριε, ἐλέησον (μ΄).
Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. ΕΝ ΟΝΟΜΑΤΙ ΚΥΡΙΟΥ ΕΥΛΟΓΗΣΟΝ, ΠΑΤΕΡ.
Ἱ.:Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν... (ΑΠΟΛΥΣΙΣ)
Καὶ πάλιν ὁμοίως, τό, Χριστὸς ἀνέστη... ἐκ γ΄, καὶ τὰ λοιπά. Τρισσεύεται δὲ ἡ τοιαύτη Ἀκολουθία, ὡς ἔχει, ἐν τῷ Μεσονυκτικῷ, ταῖς Ὥραις, καὶ ἐν τοῖς Ἀποδείπνοις, καὶ κλείεται διὰ τοῦ «Χριστὸς ἀνέστη...». Μετὰ τὸ δι΄ εὐχῶν τοῦ Ἀποδείπνου λέγομεν· Εὐχὴ τοῦ Μεγ. Βασιλείου
………………………………………………………
Εὐλογητὸς εἶ, Δέσποτα παντοκράτωρ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου· καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ΄ αἰῶνος σοι εὐαρεστησάντων· Ἀμήν.
……………………………………………………….
ΠΡΙΝ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3) (ψάλλεται πολλάκις καὶ γίνεται ὁ ἀσπασμός τῆς εἰκόνος Ἀναστάσεως).
………………………………………………….…..

Ι. Απόλυσις: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3) Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ…ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ, (3) ΠΑΤΕΡ ΑΓΙΕ,ΕΥΛΟΓΗΣΟΝ..Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τοῦ (ΤΩΝ) ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ) καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
………………………………………………………………….
 ΠΡΙΝ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ: ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».Ο Λαός: «Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: (χῦμα)  Κατακλείει διά τοῦ·
…………………………………………………………………….
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».


Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ
ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ 
Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων

Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ α’χορὸς
Δόξα Πατρὶ ...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ β’χορὸς
Καὶ νῦν...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
ὁ β’χορὸς
...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Συναπτὴ μεγάλη
ὁ α’ χορός
Ἦχος β'  Ψαλμὸς ρμ’ (140)
·         Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
     ὁ β’ χορός
·         Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.  
 ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
ἦχος ὁ αὐτὸς
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.  
ὁ α’ χορός
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
ἦχος ὁ αὐτὸς
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ λυτρωτὴς ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.
ὁ β’ χορός
Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
 ἦχος ὁ αὐτὸς
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς Γυναιξί, Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διὸ σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, Ζωοδότα Χριστὲ ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Kύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
ἦχος ὁ αὐτὸς
ν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ ἐγέρσει σου ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων, διὰ τοῦτό σοι βοῶμεν, Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Kυρίου μένει εἰς τὸν αἰῶνα.
ἦχος ὁ αὐτὸς
νοίγησάν σοι Κύριε φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν, πύλας γὰρ χαλκᾶς συνέτριψας καὶ μοχλοὺς σιδηροῦς συνέθλασας καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέῤῥηξας.
ὁ α’ χορός 
Δόξα Πατρί...
Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου προσπέσωμεν λέγοντες, ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ ὢν ἐν κόλποις τοῦ Πατρὸς ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου
Εἴσοδος.
Σοφία Ὀρθοί !
ἦχος β’
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας προκείμενον!
  Ἦχος βαρὺς
Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Τίς Θεὸς μέγας,..
Στίχ. Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Τίς Θεὸς μέγας,...
Στίχ. μνήσθην τῶν ἔργων Κυρίου.
Τίς Θεὸς μέγας... 
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου κτλ.

Εὐαγγέλιον κατὰ Ἰωάννην
 
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνῃγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ΄ ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον.
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν , Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς, Λάβετε Πνεῦμα Ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς, ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἣλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἣλων, καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες... Καταξίωσον Κύριε... Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.

ὁ α’ χορός
Ἦχος β' ( Μέλος Στιχηραρικόν)
Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.  
ὁ β’ χορός
Ἦχος πλ. α'
Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

ὁ α’ χορός
Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.  
ὁ β’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε΄ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.  
ὁ α’ χορός
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ β’ χορός
Δόξα Πατρί...
 ὁ α’ χορός
Καὶ νῦν...
ὁ β’ χορός  
ἦχος ὁ αὐτὸς
ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα΄ Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς΄ Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,...
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
 ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν...».
 ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».
῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον), καὶ
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη Κύριος».

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ


ΠΑΝΝΥΧΙΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., Κύριε ἐλέησον, ιβ'. Δεῦτε προσκυνήσωμεν..., ἐκ γ', καὶ τόν Ν' ψαλμόν.

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: μήν.
ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, ημων δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
 Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα Πατρί... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.  
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...
ὁ Ἀναγνώστης: μήν. Κύριε ἐλέησον ( ιβ’) Δόξα πατρί..Καὶ νῦν...
·         ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
·         ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
·         ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 
Ν' Ψαλμὸς
·         ·        λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
·         ·        πὶ πλεῖον πλνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
·         ·        τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστ διὰ παντὸς.
·         ·        Σοὶ μόν ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθς ἐν τοῖς λόγοις σου καὶ νικήσς ἐν τῷ κρίνεσθαί σε.
·         ·        δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
·         ·        δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
·         ·        αντιες με ὑσσώπ καὶ καθαρισθήσομαι πλυνες με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
·         ·        κουτιες μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
·         ·        πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
·         ·        Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
·         ·        Μὴ ἀποῤῥίψς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλς ἀπ' ἐμοῦ.
·         ·        πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικ στήριξόν με.
·         ·        Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
·         ·        σαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλσσά μου τὴν δικαιοσύνην σου.
·         ·        Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
·         ·        τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
·         ·          Θυσία τ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
·         ·        γάθυνον, Κύριε, ἐν τῇ εὐδοκί σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
·         ·        Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
·                         Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καί ἐλέησόν με Θεός.
·                      ᾠδὴ α'
αχορὸς
Ἦχος πλ. β'  Εἱρμὸς
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ σωμεν. Ἐνδόξως γάρ δεδόξασται.
βχορὸς
Κύματι θαλάσσης
αχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι σομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾅδην θανατώσαντι.
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Κύριε Θεέ μου
αχορὸς
Δόξα Πατρί...
νω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου, ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.
  βχορὸς
Καὶ νῦν...
να σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς, ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ὑπόστασίς μου ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.
ᾠδὴ γ'
  αχορὸς
  Εἱρμὸς
Σ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.
βχορὸς
Σ τὸν ἐπὶ ὑδάτων
αχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾅδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Σύμβολα τῆς ταφῆς σου… 
ὁ α’χορὸς
Δόξα Πατρὶ...
πλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
 ὁ β’χορὸς
Καὶ νῦν...
Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος,...
ὁ α’χορὸς
...πλήν σου Κύριε φιλάνθρωπε.

ᾠδὴ δ'
 ὁ β’χορὸς
ὁ εἱρμὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.
ὁ α’χορὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν…
ὁ β’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
βδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.
ὁ α’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
βδόμην σήμερον ἡγίασας…
ὁ β’χορὸς
Δόξα Πατρί...
ωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄ ρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷ κράτει σου.
  αχορὸς
Καὶ νῦν...
ᾅδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ,...
βχορὸς
...διαπεφώνηκεν.
ᾠδὴ ε'
ὁ α’χορὸς
 ὁ εἱρμὸς
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
ὁ β’χορὸς
Θεοφανείας σου Χριστέ…
ὁ α’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.
ὁ β’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νεοποιεῖς τοὺς γηγενεῖς…
ὁ α’χορὸς
Δόξα Πατρί...
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.
  βχορὸς
Καὶ νῦν...
ξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου,...
αχορὸς
...καὶ τῆς φθορᾶς ὡς παντοδύναμος. 
ᾠδὴ ς'
βχορὸς
  εἱρμὸς
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
αχορὸς
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
νῃρέθης, ἀλλ' οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός, εἰ γὰρ καὶ λέλυταί σου, ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς θεότητος καὶ τῆς σαρκός σου, ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.
αχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
νῃρέθης, ἀλλ' οὐ διῃρέθης
βχορὸς
Δόξα Πατρὶ...
Βροτοκτόνον, ἀλλ' οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ, εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς χοϊκὴ οὐσία, ἀλλ' θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δὲ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.
  αχορὸς
Καὶ νῦν...
Βασιλεύει, ἀλλ' οὐκ αἰωνίζει, ᾅδης τοῦ γένους τῶν βροτῶν, σὺ γὰρ τεθεὶς ἐν τάφῳ, κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ' αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ,...
βχορὸς
...Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος. 
ᾠδὴ ζ'
αχορὸς
  εἱρμὸς
φραστον θαῦμα! ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, Θεὸς εὐλογητὸς εἶ.
βχορὸς
φραστον θαῦμα!...
αχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Τέτρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, Θεός εὐλογητὸς εἶ.  
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
λβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, Θεός εὐλογητὸς εἶ. 
  αχορὸς
Δόξα Πατρί...
Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφω κατάθεσιν, τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, Θεός εὐλογητὸς εἶ.
  βχορὸς
Καὶ νῦν...
Μία ὑπῆρχεν, ἐν τῷ ᾅδη ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά,...
αχορὸς
... Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ η'
βχορὸς
  εἱρμὸς
κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
αχορὸς
κστηθι φρίττων οὐρανέ...
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῗαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
αχορὸς
.
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
Λέλυται ἄχραντος ναός...
  βχορὸς
Δόξα Πατρί...
Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ, νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
  αχορὸς
Καὶ νῦν...
τῶν θαυμάτων τῶν καινῶν! ἀγαθότητος! ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,...
βχορὸς
...εἰς πάντας τοὺς αἰῶνας.
ᾠδὴ θ'
αχορὸς
  Εἱρμὸς
Μ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
βχορὸς
Μ ἐποδύρου μου Μῆτερ...
αχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
πὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ, νῦν δὲ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς, ἀλλ' ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.
βχορὸς
Στίχ. Δόξα σοι Θεὸς ἡμῶν, δόξα σοι.
πὶ τῷ ξένῳ σου τόκῳ...
αχορὸς
Δόξα Πατρί...
Γ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾅδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾐμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως, τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε. 
   βχορὸς
Καὶ νῦν...
γαλλιάσθω Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς, γὰρ ἐχθρὸς ἐσκύλευται ᾅδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.

αχορὸς
Μ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν...     
Ἀπολυτίκιον. Ἦχος β.
τε κατῆλθες πρὸς τὸν θάνατον, Ζωὴ ἀθάνατος, τότε τὸν δην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ Θεὸς ἡμῶν δόξα σοι.
 (ΙΔΟΥ ΣΚΟΤΙΑ…)
Ἐκτενὴς καὶ Ἀπόλυσις μετὰ τοῦ
«Ὁ Ἀναστὰς ἐκ νεκρῶν...»
ΤΕΛΕΤΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ 
Ἦχος πλ. α'
Προεξάρχων: Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ α’ χορὸς
Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ β’ χορὸς
Δεῦτε λάβετε φῶς...
(ΕΞΟΔΟΣ ΕΚ ΤΟΥ ΝΑΟΥ)
ὁ α’χορὸς
Ἦχος πλ. β'
Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’χορὸς: Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Προεξάρχων: Εἰρήνη πᾶσι.
ὁ β’χορὸς: Καὶ τῷ Πνεύματί σου.
ὁ Προεξάρχων: κ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Πρόσχωμεν.   
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
(Κεφ. 16,1-8)
ὁ Προεξάρχων: Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. καὶ λίαν πρωΐ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἣν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς΄ Μὴ ἐκθαμβεῖσθε,  Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ὦδε, ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ
ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ
ΟΡΘΡΟΣ
ὁ Προεξάρχων θυμιῶν:
Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  
Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ α’χορὸς
Δόξα Πατρί...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ β’χορὸς
Καὶ νῦν...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
ὁ β’χορὸς
...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα... (ΕΠΑΝΕΡΧΟΜΕΘΑ ΕΙΣ ΤΟΝ ΝΑΟΝ)
ὁ Κανών
ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια   
ᾠδὴ α'
Ἦχος α'
 ὁ α’χορὸς
εἱρμὸς
ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,...
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις,... 
ὁ α’χορὸς
Δόξα Πατρί...
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω,  ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

ὁ β’χορὸς
Καὶ νῦν...
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,...
ὁ α’χορὸς
Καταβασία
ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ α’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι σὸν τὸ κράτος...
ᾠδὴ γ'
ὁ α’χορὸς
ὁ εἱρμὸς
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Δεῦτε πόμα πίωμεν καινόν,...
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός,... 
ὁ α’χορὸς
Δόξα Πατρὶ ...
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

ὁ β’χορὸς
Καὶ νῦν... 
Χθὲς συνεθαπτόμην σοι Χριστὲ...
ὁ α’χορὸς
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη... 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Ἡ ὙπακοὴἮχος δ' ( χῦμα)
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
ᾠδὴ δ'
 ὁ β’χορὸς
ὁ εἱρμὸς
πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,...
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν...
ὁ β’χορὸς
Δόξα Πατρὶ ...
ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.  
ὁ α’χορὸς
Καὶ νῦν...
θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.  
Καταβασία
ὁ β’χορὸς
πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη... 
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ β’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι ἀγαθὸς καὶ φιλάνθρωπος... 
ᾠδὴ ε'
 ὁ α’χορὸς
ὁ εἱρμὸς
ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
ρθρίσωμεν ὄρθρου βαθέος...
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾋδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.  
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,... 
ὁ α’χορὸς
Δόξα Πατρὶ ...
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
ὁ β’χορὸς
Καὶ νῦν...
Προσέλθωμεν λαμπαδηφόροι,...
Καταβασία
ὁ α’χορὸς
ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη... 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ α’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι ἡγίασται... 
ᾠδὴ ς'
ὁ β’χορὸς
 ὁ εἱρμὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,...
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ,...
ὁ β’χορὸς
Δόξα Πατρὶ ...
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
ὁ α’χορὸς
Καὶ νῦν...
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον...
Καταβασία
ὁ β’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...   
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς...
Κοντάκιον  Ἦχος πλ. δ'
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Συναξάριον
·         Τῇ ...τοῦ αὐτοῦ μηνός, ...

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
·         ·       Χριστὸς κατελθὼν πρὸς πάλην ᾍδου μόνος
·         ·       Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκύλα.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
( Ἀναγινώσκεται ἐκ τρίτου)
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
( Ἀναγινώσκεται ἐκ τρίτου)  
ᾠδὴ ζ'
ὁ α’χορὸς
 ὁ εἱρμὸς
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Παῖδας ἐκ καμίνου ῥυσάμενος,... 
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες,...
ὁ α’χορὸς
Δόξα Πατρὶ ...
Θανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ὁ β’χορὸς
Καὶ νῦν...
ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Καταβασία
ὁ α’χορὸς
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη... 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...
ὁ α’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
Εἴη τὸ κράτος...
ᾠδὴ η'
  ὁ β’χορὸς
ὁ εἱρμὸς
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,... 
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου...
ὁ β’χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.  
ὁ α’χορὸς
Καὶ νῦν...
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.  
ὁ β’χορὸς
Καταβασία
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,  προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. 
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ β’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι ηὐλόγηται...
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ᾠδὴ θ'
ὁ α’χορὸς
Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.
 ὁ εἱρμὸς
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,... 
ὁ α’χορὸς
Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.
θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’χορὸς
Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.
θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,...
ὁ α’χορὸς
Δόξα Πατρί...
Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.
Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
ὁ β’χορὸς
Καὶ νῦν...  
Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,...
Καταβασία
ὁ α’χορὸς
Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη...
ὁ β’χορὸς
Χριστὸς ἀνέστη...  
ὁ α’χορὸς
ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 
Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις
τι σὲ αἰνοῦσι...
Ἐξαποστειλάριον  αὐτόμελον
ὁ α’χορὸς
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ β’χορὸς
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ α’χορὸς
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας,...
ὁ β’χορὸς
... τοῦ κόσμου σωτήριον.
AINOI
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
μνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.  
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.  
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.  
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
ὁ α’ χορός
Ἦχος πλ. α'
Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.  
ὁ β’ χορός
Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
ὁ α’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.  
ὁ β’ χορός
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δόξα Πατρί...
ὁ β’ χορός
Καὶ νῦν...
ὁ α’ χορός
ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,...
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
 ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ α’χορὸς
Δόξα Πατρί...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
ὁ β’χορὸς
Καὶ νῦν...
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...
ὁ β’χορὸς
...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.  
Ἡ δὲ τῆς Λ ε ι τ ο υ ρ γ ί α ς Ἀκολουθία γίνεται ταχύτερον, καὶ ψάλλομεν τὰ ἐφεξῆς Ἀντίφωνα. Α Ν Τ Ι Φ Ω Ν Α
Ψαλλόμενα ἐν τῇ Λειτουργία τῆς τοῦ Πάσχα Κυριακῆς, καθ' ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα μέχρι καὶ τὴν τῆς Ἀποδόσεως.
Ἀντίφωνον α'
 Ἦχος β'
Στίχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
 ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
ὁ β’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
 ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
ὁ β’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρὶ... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
ὁ β’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
 ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
ὁ β’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
 ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...  
Δόξα Πατρί... Καὶ νῦν...
ὁ β’ χορός
Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
 ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’ χορός
Χριστὸς ἀνέστη...

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
 ὁ α’ χορός
Χριστὸς ἀνέστη...  

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’ χορός
Χριστὸς ἀνέστη... 
Εἰσοδικὸν
ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ λληλούϊα.

Εἶτα τὸ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(ἐκ γ').
ὁ β’ χορός
Ἡ Ὑπακοὴ  Ἦχος δ'
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
 ὁ α’ χορός
Κοντάκιον  Ἦχος πλ. δ'
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ
Ἦχος α'
σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, λληλούϊα.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον  Ἦχος πλ. δ'
Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὢ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες͵ Κύριε͵ εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπεν δὲ πρὸς αὐτούς͵ Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ΄ ὑμᾶς͵ καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 
Ἀλληλούϊα Ἦχος δ'
Σὺ Κύριε ἀναστὰς οἰκτειρήσεις τὴν Σιών.
Στίχ. ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. 
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ἰωάννην
ν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος …
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
ὁ α’ χορός
Ἦχος α’
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσάδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν,
ὁ β’ χορός
 ς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι,
 Μεγάλη Εἴσοδος  
ὁ β’ χορός
...Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. λληλούϊα.
Εἰς τὸ Ἐξαιρέτως
ὁ α’χορὸς
Ἦχος α’
Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
Κοινωνικὸν
ὁ β’ χορός
Ἦχος α'
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» καὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...» λέγεται τό, Χριστὸς ἀνέστη...

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
ΙΩΑΝΝΟΥ
 ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ

Εἰς τὴν ἁγίαν καὶ λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καὶ σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀναστάσεως.

ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’χορὸς: Κύριε ἐλέησον.
ὁ προεξάρχων: Εἴ τις εὐσεβὴς καὶ φιλόθεος…
 ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως, Εἴ τις
ὁ α’χορὸς
Ἦχος πλ. δ'
  τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν, Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν...».
 ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».
῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον), καί
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».

διάφορα βιβλία

  επιστολή Χριστου, αγ.Κυπριανου...:  https://docs.google.com/document/d/1iuauxpzIXEIdHU9SyrE5px254zfoGs5XDm2_vddyLME/edit?usp=sharing Ο Όσι...