Τῼ
ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ
τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ ἑορτάζομεν δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν
ζωὴν μεταβέβηκε.
...Καὶ
πάλιν
·
Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ
εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς).
·
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄
Δόξα
Πατρί... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα,
Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν,
Κύριε, δόξα σοι.
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
ὁ
α’χορὸς
Ἦχος
β'
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
ὁ
β’χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν
με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν...
ὁ
β’χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν...
ὁ
α’χορὸς
Τροπάρια Ἦχος β'
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα,
σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
ὁ
β’χορὸς
Δόξα
Πατρὶ...
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην
ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων
ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν,
δόξα σοι.
ὁ
α’χορὸς
Καὶ
νῦν...
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα.
Τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.
Συναπτὴ
μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Καθίσματα
Ἦχος α'
ὁ
α’χορὸς
Τὸν
τάφον σου Σωτὴρ( μέλος ἀργὸν εἱρμολογικὸν )
Σινδόνι καθαρᾷ καὶ ἀρώμασι θείοις, τὸ Σῶμα τὸ σεπτόν, ἐξαι
τήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι, ὅθεν ὄρθριαι, αἱ μυροφόροι
γυναῖκες, ἀνεβόησαν. Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.
ὁ
β’χορὸς
Δόξα
Πατρὶ... ( μέλος ἀργὸν εἱρμολογικὸν )
Δεῖξον ἡμῖν ὡς
προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.
ὁ
α’χορὸς
Καὶ
νῦν... ( μέλος ἀργὸν εἱρμολογικὸν )
Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός,
καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς ὁ ἀθάνατος, ὃν τὰ τάγματα,
τὰ τῶν Ἀγγέλων κυκλοῦσι, καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷ ᾅδη, ὡς Κτίστην
καὶ Κύριον.
Εἶτα
τὸν Ν' (χύμα),
καὶ
τὸν ἑπόμενον Κανόνα,
Ὅλος
δὲ ὁ Κανὼν φέρει ἀκροστιχίδα, ἄνευ τῶν Εἱρμῶν.
«Καὶ
σήμερον δὲ Σάββατον μέλπω μέγα».
ᾠδὴ
α'
ὁ
α’χορὸς
Ἦχος
πλ. β' ὁ Εἱρμὸς
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ
γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν.
Ἐνδόξως γάρ δεδόξασται.
ὁ
β’χορὸς
Κύματι θαλάσσης…
ὁ
α’χορὸς
Δόξα σοι ὁ θεὸς ἡμῶν, δόξα σοι
Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδὴν σοι ᾄσομαι,
τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾅδην
θανατώσαντι.
ὁ
β’χορὸς
Δόξα σοι ὁ θεὸς ἡμῶν, δόξα σοι
Κύριε Θεέ
μου…
ὁ
α’χορὸς
Δόξα
Πατρί...
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια,
κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου, ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς
ζωαρχικώτατος.
ὁ β’χορὸς
Καὶ νῦν...
Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς, ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ
ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.
Καταβασία
ὁ α’χορὸς
Κύματι
θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν…
ὁ β’χορὸς
…
ἐνδόξως γάρ δεδόξασται.
ᾠδὴ
γ'
ὁ α’χορὸς
ὁ Εἱρμὸς
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ
Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.
ὁ β’χορὸς
Σὲ τὸν ἐπὶ ὑδάτων…
ὁ α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σύμβολα
τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾅδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.
ὁ β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σύμβολα τῆς
ταφῆς σου…
ὁ
α’χορὸς
Δόξα
Πατρὶ...
Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα,
καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος,
πλήν σου Κύριε, κραυγάζοντας.
ὁ
β’χορὸς
Καὶ
νῦν...
Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ
τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν
ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.
Καταβασία
ὁ
α’χορὸς
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις
κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν
σου Κύριε, κραυγάζουσα.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...
Κάθισμα αὐτόμελον
ὁ
β’χορὸς
Ἦχος α'( μέλος ἀργὸν εἱρμολογικὸν
)
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ,
τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν,
τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου…
ὁ
α’χορὸς
… καὶ μόνῳ Θεῷ ἡμῶν.
ᾠδὴ δ'
ὁ β’χορὸς
ὁ
εἱρμὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς
ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.
ὁ
α’χορὸς
Τὴν ἐν Σταυρῷ
σου θείαν κένωσιν…
ὁ
β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν
ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.
ὁ
α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἑβδόμην σήμερον
ἡγίασας…
ὁ
β’χορὸς
Δόξα
Πατρὶ...
Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ
ψυχή σου, διῄρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷ
κράτει σου.
ὁ α’χορὸς
Καὶ νῦν...
Ὁ
ᾅδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν.
Καταβασία
ὁ β’χορὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.
ᾠδὴ ε'
ὁ α’χορὸς
ὁ εἱρμὸς
Θεοφανείας
σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
ὁ
β’χορὸς
Θεοφανείας
σου Χριστέ…
ὁ
α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας,
καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ
βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός
με.
ὁ
β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νεοποιεῖς τοὺς
γηγενεῖς…
ὁ
α’χορὸς
Δόξα
Πατρὶ...
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις
γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε
Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.
ὁ β’χορὸς
Καὶ νῦν...
Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου, καὶ τῆς φθορᾶς ὡς παντοδύναμος.
Καταβασία
ὁ α’χορὸς
Θεοφανείας
σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
ᾠδὴ ς'
ὁ β’χορὸς
ὁ εἱρμὸς
Συνεσχέθη,
ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
ὁ α’χορὸς
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη…
ὁ β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀνῃρέθης,
ἀλλ' οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός, εἰ γὰρ καὶ λέλυταί σου, ὁ
ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς θεότητος καὶ τῆς σαρκός σου, ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.
ὁ α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀνῃρέθης, ἀλλ' οὐ διῃρέθης…
ὁ β’χορὸς
Δόξα Πατρὶ...
Βροτοκτόνον,
ἀλλ' οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ, εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ
χοϊκὴ οὐσία, ἀλλ' ἡ
θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δὲ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.
ὁ α’χορὸς
Καὶ νῦν...
Βασιλεύει,
ἀλλ' οὐκ αἰωνίζει, ᾅδης τοῦ γένους τῶν βροτῶν, σὺ γὰρ τεθεὶς ἐν τάφῳ, κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ' αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος.
Καταβασία
ὁ β’χορὸς
Συνεσχέθη,
ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον
Ἦχος β'
Τὴν ἄβυσσον ὁ
κλείσας, νεκρὸς ὁρᾶται, καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ
ἀθάνατος. Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι. Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ , Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Ὁ Οἶκος
Ὁ
συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις, τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ
ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο, ἡ
γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο, ἡ
θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διεῤῥήγνυντο, μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἠγέρθησαν ἁγίων Ἀνδρῶν, ᾅδης κάτω στενάζει, καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν, τὰ δὲ Γύναια κράζουσι. Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.
Σ υ ν α ξ ά ρ ι ο ν
· Τῇ ...τοῦ αὐτοῦ μηνός, ...
Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾅδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Στίχοι
·
Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.
·
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.
Τῇ ἀνεκφράστῳ
σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾠδὴ
ζ'
ὁ
α’χορὸς
ὁ εἱρμὸς
Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ
φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ὁ
β’χορὸς
Ἄφραστον θαῦμα!...
ὁ
α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τέτρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν
πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ
β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν
Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ
α’χορὸς
Δόξα
Πατρὶ...
Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφω κατάθεσιν, ἡ τῶν ὅλων δέχεται
ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ
β’χορὸς
Καὶ
νῦν...
Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾅδη ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ
Ἐδέμ, θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ὁ
α’χορὸς
Καταβασία
Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ
φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων.
Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ
η'
ὁ
β’χορὸς
ὁ εἱρμὸς
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς,
ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται,
ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Ἔκστηθι φρίττων
οὐρανέ...
ὁ
β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῗαν δὲ συνανίστησι σκηνήν.
Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων,
ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ
α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Λέλυται ἄχραντος
ναός...
ὁ
β’χορὸς
Εὐλογοῦμεν
Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον
Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ,
νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει
κραυγάζων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
ὁ
α’χορὸς
Καὶ
νῦν...
Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς!
ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται,
ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
ὁ
β’χορὸς
Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν τὸν Κύριον
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς,
ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται,
ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ᾠδὴ
θ'
ὁ
α’χορὸς
Ὁ Εἱρμὸς
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ
σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως
ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
ὁ
β’χορὸς
Μὴ ἐποδύρου
μου Μῆτερ...
ὁ
α’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην,
ἄναρχε Υἱέ, νῦν δὲ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι
δεινῶς, ἀλλ' ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.
ὁ
β’χορὸς
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐπὶ τῷ ξένῳ
σου τόκῳ...
ὁ
α’χορὸς
Δόξα
πατρὶ...
Γῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾅδου, οἱ πυλωροί, ἠμφιεσμένον,
βλέποντες στολήν, ᾐμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως, τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ,
πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.
ὁ
β’χορὸς
Καὶ
νῦν...
Ἀγαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς, ὁ
γὰρ ἐχθρὸς ἐσκύλευται ᾅδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ
Εὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.
Καταβασία
ὁ
α’χορὸς
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ
σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως
ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Μετὰ
ταῦτα ἄρχόμεθα ψάλλειν μετὰ μέλους τὰ ἑπόμενα Τροπάρια, ἤτοι τὰ ἐγκώμια, εἰς στάσεις
τρεῖς.
Ἄρχεται δὲ
ὁ πρῶτος Χορός
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος
πλ. α'
Τά
Ἐγκώμια
·
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν
δοξάζουσαι τὴν σήν.
·
Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφω οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ
τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστάς.
·
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας
ἡμᾶς ἐκ τῆς φθορᾶς.
·
Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων
τοὺς θανέντας ἀνιστῶν.
·
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας
τὰ μνημεῖα τῶν νεκρῶν.
·
Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας
τῷ Κόσμῳ, τὴν ζωήν.
Μετὰ τῶν κακούργων,
ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου
πτερνιστοῦ.
·
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν
ὡραΐσας τοῦ παντός.
·
Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας, τοῦτο
ξένον καὶ παράδοξον ὁμοῦ.
·
Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον
ἐν μνήματι σμικρῷ.
·
Ἐν καινῷ μνημείω, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς
θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
·
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ, καὶ ἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾅδου
κατελήλυθας ζητῶν.
·
Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ
μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
·
Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος
Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.
·
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας
κρουνοὺς καθαρτικούς.
·
Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν
πεπτωκότας Ἰησοῦ.
·
Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν
λέλυμαι παθῶν φθοροποιῶν.
·
Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι' αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος,
καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.
·
Οἴμοι, φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος
θρηνῳδοῦσα γοερῶς.
·
Ὁ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι
τὰ σπλάγχνα μητρικῶς.
·
Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω
τὸν γλυκύν μου Ἰησοῦν;
·
Ὦ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ
τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Δόξα
Πατρί...
Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ
σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ
νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν ταφὴν τὴν
τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ
πάλιν τὸ πρῶτον Τροπάριον
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Εἶτα
Συναπτὴ μικρὰ καὶ ἡ Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ
θυμιάσαντος τοῦ Ἱερέως, ὁ β’χορὸς ἄρχεται τῆς δευτέρας στάσεως.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος
πλ. α'
·
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα,
καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
·
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην, τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν
ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
·
Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος, Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύναντος
ἐν τάφῳ σωματικῶς.
·
Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους,
ἔλεγεν ἡ Σεμνή.
·
Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῆ, φρίττουσιν
ὁρῶντα τὰ Σεραφίμ.
·
Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες, Λόγε τὸ φῶς, σοῦ
κρυβέντος Ἣλιε ὑπὸ γῆν.
·
Γῆς ὁ κατ’ἀρχάς, μόνῳ νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν,
φρῖξον τῷ θεάματι, οὐρανέ.
·
Θρῆνον ἱερόν, δεῦτε ᾂσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα
καὶ τὸ χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.
·
Μύρον, ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε, ὅθεν σοι καὶ μύρα προσέφερον, ὡς νεκρῷ
τῷ ζῶντι, γυναῖκες Μυροφόροι.
·
Ἒπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος,
πεπτωκὸς τὸ πρῴην, καὶ νῦν ἐγηγερμένος.
·
Τάφῳ Ἰωσήφ, εὐλαβῶς σὲ τῷ καινῷ συγκρύπτων, ὓμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς
συμμίκτοις θρήνοις μέλπει σοι, Σωτήρ.
·
Σὲ τὸν τοῦ παντός, γλυκασμὸν, ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι
τὰς ὄψεις βρέχει πικρῶς.
·
Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν,
ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.
·
Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω, Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε;
φρίττων ἀνεβόα ὁ Ἰωσήφ.
·
Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾂδουσι Χριστῷ νεκρωθέντι νῦν, ᾄδει δὲ σὺν
τούτοις καὶ Σεραφείμ.
·
Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ' ἀναστὰς ἐξαστράψειας, μετὰ
θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
·
Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη Σῶτερ τρόμω, συσχεθεῖσα τινάσσεται, ἀφυπνώσασα
νεκροὺς τῷ τιναγμῷ.
·
Μύροις σε Χριστέ, ὁ Νικόδημος καὶ ὁ εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες.
Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
·
Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε
δακρύουσα ἡ Ἁγνή.
·
Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη
μεσημβρίας ἐν ἀκμῇ.
·
Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας
ἐξ αἰῶνος, Ἀγαθέ.
·
Ὣσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας
ζωτικοὺς αὐτοῖς κρουνούς.
·
Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας,
καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
·
Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας,
καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.
·
Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται,
ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
·
Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ
μου τοῦ Ἰησοῦ.
·
Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία, ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμὴν
καρδίαν Ἐμμανουήλ.
·
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν
ὁ ἥλιος τὸ φῶς.
·
Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον
καὶ ἄναρχον Θεόν.
·
Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο.
Μὴ βραδύνης ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
·
ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σὲ εἶδεν, Ἣλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς
δεσμίους ἐν σπουδῇ.
Δόξα
Πατρὶ...
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν ἀνάκτων
κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ
νῦν... Θεοτοκίον
Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ
σκάνδαλα, καὶ εἰρήνευσον αὐτήν ὡς ἀγαθή.
Καὶ
πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Ἄξιόν ἐστι,
μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα
τὸ κράτος τοῦ ἐχθροῦ.
Εἶτα
Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν,
ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβεὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ὁ α’χορὸς ἄρχεται τῆς
τρίτης στάσεως.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος
γ'
·
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι,
Χριστέ μου.
·
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.
·
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
·
Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.
·
Οὓς ἔθρεψε τὸ μάννα, διδοῦσι τῷ Σωτῆρι, χολὴν καὶ ὄξος ἅμα.
·
Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!
·
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.
·
Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.
·
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.
·
Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
·
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
·
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.
· Ὢ
φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου τέκνον, πῶς τάφω νῦν καλύπτῃ;
·
Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.
·
Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.
·
Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.
·
Ἰκρίω προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.
·
Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.
·
Ἀνάστηθι οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.
·
Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.
·
Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἁγνῶς τεκούσης.
·
Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῷ φόβω, νεκρὸν σε καθορῶσαι.
·
Τοῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.
·
Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωΐ ἐλθοῦσαι.(τρὶς)
·
Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δώρησαι σῇ ἐγέρσει.
Δόξα
Πατρὶ...
Ὢ Τριὰς Θεέ
μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.
Καὶ
νῦν... Θεοτοκίον
Ἰδεῖν τὴν τοῦ
Υἱοῦ σου, ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.
Καὶ
πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Αἱ γενεαὶ πᾶσαι,
ὕμνον τῇ ταφῇ σου, προσφέρουσι, Χριστέ μου.
Συναπτὴ
μικρὰ καὶ ἡ
Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ
σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ,
καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ
α’ χορός
Ἦχος
πλ. α’
Στίχ.
Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ
β’ χορός
Στίχ.
Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ
ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον
καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ
α’ χορός
Στίχ.
Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι,
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ
β’ χορός
Στίχ.
Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά
σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν
ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ
α’ χορός
Δόξα
Πατρὶ... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ
β’ χορός
Καὶ
νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ
ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ
α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα,
Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ
β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα,
Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ
α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα,
Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ
μικρά, καὶ ἡ
Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
Ἦχος
β'
ὁ
α’ χορός
Ἅγιος Κύριος ὁ
Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ
Θεὸς ἡμῶν.
ὁ
α’ χορός
Ἅγιος Κύριος...
ὁ
β’ χορός
...ὁ Θεὸς ἡμῶν.
Τοῦτο
λέγεται ἐκ τρίτου μόνον, καὶ οὐδὲν ἄλλον.
ΑΙΝΟΙ
ὁ
α’ χορός
Ἦχος
β’.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ
β’ χορός
Αἰνεῖτε
αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.
ὁ
α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἰδιόμελα Ἦχος β'
Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν,
καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ τοὺς οὐρανούς, ὑπνοῖ ἡ ζωή, καὶ ᾅδης τρέμει,
καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι' ἧς τελέσας πάντα
σαββατισμὸν αἰώνιον, ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σου Ἀνάστασιν.
ὁ
β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
ἦχος
ὁ αὐτὸς
Τί τὸ ὁρώμενον θέαμα; Τίς ἡ παροῦσα κατάπαυσις; Ὁ Βασιλεὺς
τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν
παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν. Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις
εἰς τοὺς αἰῶνας, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.
ὁ
α’ χορός
Στίχ. Αἰνεῖτε
αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
ἦχος
ὁ αὐτὸς
Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν
τάφοις κειμένους ζωοποιήσῃ, δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι,
προφητικῶς αὐτῷ ἐκβοήσωμεν. Ἀναπεσὼν κεκοίμησαι ὡς λέων, τίς ἐγερεῖ σε Βασιλεῦ;
ἀλλ' ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἑκουσίως. Κύριε δόξα σοι.
ὁ
β’ χορός
Ἦχος
πλ. β'
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ
αὐτοῦ μνημείῳ, ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν. Ὁ συντρίψας
κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.
ὁ α’χορὸς
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος πλ. β'
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων.
Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην, τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον,
αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας,
καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθὼν, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον,
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ
β’ χορός
Καὶ νῦν... Θεοτοκίον
ἦχος β’
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ
ἐκ σοῦ σαρκωθέντος, ὁ ᾋδης ἠχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται,
καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία
Μεγάλη εἰς ἦχον πλ. β’ ( σύντομος)
ὁ
α’ χορός
· ·
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ
β’ χορός
· ·
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε,
δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ
α’ χορός
· ·
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ,
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ
β’ χορός
· ·
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός,
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ
α’ χορός
· ·
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ
τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ
β’ χορός
· ·
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ
α’ χορός
· ·
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά
σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ
β’ χορός
· ·
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους
φυλαχθῆναι ἡμᾶς.
ὁ
α’ χορός
· ·
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ
αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ
β’ χορός
· ·
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν
ἐπὶ σέ.
ὁ
α’ χορός
· ·
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου.
ὁ
β’ χορός
· ·
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου.
ὁ
α’ χορός
· ·
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου.
ὁ
β’ χορός
· ·
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.
Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ
α’ χορός
· ·
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ
β’ χορός
· ·
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ
α’ χορός
· ·
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ
β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ
α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ
β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ
β’ χορός
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
Τρισάγιον ἀργὸν (ἦχος πλ. β'), μέλος ἀρχαῖον ψαλλόμενον κατὰ τὴν διάρκειαν τῆς περιφορᾶς τοῦ Ἐπιταφίου
ὁ
α’ χορός
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς. (ΠΕΡΙΦΟΡΑ
ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ)
ὁ
Προεστώς: Πρόσχωμεν.
Εἰρήνη πᾶσι. Σοφία.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾋδην
ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων
ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν,
δόξα σοι.
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα.
Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα,
σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο. (ΑΠΟΘΕΣΙΣ
ΕΠΙΤΑΦΙΟΥ ΕΠΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΗΣ)
Καὶ
εὐθὺς ὁ ἀναγνώστης τὸ τροπάριον τῆς Προφητείας
Ἦχος
β'
Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα
τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς
Θεὸς ἀθάνατος.
Δόξα
Πατρὶ...
... Καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.
Καὶ
νῦν...
Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα
τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς
Θεὸς ἀθάνατος.
Προκείμενον Ἦχος δ'. Ψαλμὸς μγ’(43)
Ἀνάστα, Κύριε,
βοήθησον ἡμῖν.
Στίχ.
Ὁ Θεός, ἐν τοῖς
ὠσὶν ἡμῶν ἠκούσαμεν.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ.
ΛΖ', 1-14)
Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι
Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,
καὶ περιήγαγέ με ἐπ' αὐτά, κύκλωθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου
τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρὸς με. Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ
ὀστέα ταῦτα; καὶ εἶπα. Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς με. Προφήτευσον
ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς. Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε
λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω
εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω
πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος. Καὶ προεφήτευσα,
καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ
σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ
ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ
πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρὸς με. Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου,
προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι. Τάδε λέγει Κύριος Κύριος. Ἐκ τῶν τεσσάρων
πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ
προεφήτευσα, καθ’ ὅ,τι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν,
καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρὸς
με, λέγων. Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραὴλ ἐστιν, αὐτοὶ λέγουσι.
Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον,
καὶ εἰπὲ πρὸς αὐτούς. Τάδε λέγει Κύριος Κύριος. Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν,
καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ
γνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν
με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι
ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐλάλησα, καὶ ποιήσω, λέγει
Κύριος Κύριος.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον Ἦχος βαρὺς
Ἀνάστηθι, Κύριε
ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου.
Στίχ.
Ἐξομολογήσομαί
σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Πρὸς
Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ.
Ε', 6-8, Γαλ. Γ', 13-14)
Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν
παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθὼς ἐστε ἄζυμοι, καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ
ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ
πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν
ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ. Ἐπικατάρατος
πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν
Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Ἀλληλούϊα
Ἦχος πλ. α'
Ἀναστήτω ὁ Θεός,
καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.
Στίχ.
Ὡς ἐκλείπει
καπνός, ἐκλειπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Στίχ.
Οὕτως ἀπολοῦνται
οἱ ἁμαρτωλοί, ἀπὸ προσώπου τοῦ Θεοῦ.
Εὐαγγέλιον
Κατὰ
Ματθαῖον
Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν
Παρασκευήν
συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες, Κύριε,
ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ
μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ
ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος, ῎Εχετε
κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν
τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐκτενής. Εἴπωμεν πάντες...Πληρώσωμεν τὴν ἑωθινήν...
Ἀπόλυσις
«...῾Ο δι' ἡμᾶς
τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά Πάθη καί τόν ζωοποιόν
Σταυρόν, καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος, Χριστός ὁ ἀληθινός Θεός
ἡμῶν...».
«Δι' εὐχῶν...».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου