Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ
ΑΚΟΥΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Χ.:ΑΜΗΝ.
Δόξα σοι ὁ
Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα
Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν). ὁ Ἀναγνώστης· Ἀμήν.
Τρισάγιον. … Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ: Κύριε,
ἐλέησον (ιβ΄). (Ο ΙΕΡΕΥΣ ΘΥΜΙΑ ΜΕ ΚΑΤΖΙΟΝ)Δεῦτε, προσκυνήσωμεν καὶ
προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.Καὶ
τοὺς Ψαλμούς· Ψαλμὸς ΙΘ΄ (19) Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως·
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ
ὁλοκαύτωμά σου πιανάτω. Δῴη σοι
Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ
ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι
Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου
αὑτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς
δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε,
σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ψαλμὸς Κ΄ (20) Κύριε, ἐν τῇ δυνάμει σου
εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας
αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις
χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ
μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη
ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα
αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ
ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ. Εὑρεθείη
ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρός,
εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος
ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς,
καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Ὅτι
ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς
περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Ὑψώθητι,
Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Δόξα... Καὶ
νῦν...Ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. …Ὁ
Ἱερεύς· Ὅτι Σοῦ
ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ὁ
Ἀναγνώστης· Ἀμήν.Καὶ τὰ ἐφεξῆς
Τροπάρια· Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῑς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος,
καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα...Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι,
Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον
τρόπαιον. Καὶ νῦν... Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε
Θεοτόκε· στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει
αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. Ὁ Ἱερεύς· Ἐλέησον
ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ Ἀναγνώστης· Κύριε,
ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι
δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὁ
Ἀναγνώστης·
Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι δεόμεθα
ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὁ Ἀναγνώστης· Κύριε,
ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς· Δόξα τῇ
ἁγία καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης
Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ'). Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).
Ψαλμὸς 32
ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ
ἐπανίστανται ἐπ᾿ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ
Θεῷ αὐτοῦ. 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν
μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 6
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7 οὐ
φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 8 Ἀνάστα, Κύριε,
σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ
εὐλογία σου. Καὶ πάλιν. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην
ὅτι Κύριος ἀντιλήψεταί μου. Ψαλμὸς 37 ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ
ὀργῇ σου παιδεύσῃς με. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿
ἐμὲ τὴν χεῖρά σου· 4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς
σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 ὅτι
αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 7
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων
ἐπορευόμην. 8 ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ
σαρκί μου· 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς
καρδίας μου. 10 Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου
ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. 11 ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου,
καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. 12 οἱ φίλοι μου καὶ
οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν
ἔστησαν· 13 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ
κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15 καὶ
ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
16 ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε, ὁ Θεός μου. 17 ὅτι εἶπον·
μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ
ἐμεγαλοῤῥημόνησαν. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν
μου ἐστὶ διαπαντός. 19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς
ἁμαρτίας μου. 20 οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ
ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 21 οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν
ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. 22 μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός
μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας
μου Καὶ
πάλιν
Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν
βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Ψαλμὸς 62 Ο ΘΕΟΣ ὁ
Θεός μου, πρὸς σὲ ὀρθρίζω· Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν
γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. 3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν
δύναμίν σου καὶ τὴν δόξαν σου. 4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη
μου ἐπαινέσουσί σε. 5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ
τὰς χεῖράς μου. 6 ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη
ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. 7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν
τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· 8 ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν
πτερύγων σου ἀγαλλιάσομαι. 9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο
ἡ δεξιά σου. 10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ
κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ πάλιν Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς
σὲ, ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο
ἡ δεξιά σου. Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς
(γ΄) . Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν... (ο ιερευς έξω)Ψαλμὸς
87
ΚΥΡΙΕ ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 4
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· 5 προσελογίσθην μετὰ
τῶν καταβαινόντων εἰς λάκκον· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς
ἐλεύθερος. 6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ
ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ
ἐν σκιᾷ θανάτου. 8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς
μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. 9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ·
ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου
ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα
πρὸς σὲ τὰς χεῖράς μου· 11 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ
ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός
σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ
θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ, Κύριε,
ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 15 ἱνατί, Κύριε, ἀπωθῇ τὴν
ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ, καὶ ἐν
κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17 ἐπ᾿ ἐμὲ
διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. 18 ἐκύκλωσάν με ὡσεὶ
ὕδωρ, ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ
πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ πάλιν. Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας
ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου· κλῖνον
τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ψαλμὸς 102
ΕΥΛΟΓΕΙ,
ἡ ψυχή μου, τὸν Κύριον, καί πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· 2
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις
αὐτοῦ· 3 τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους
σου· 4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ
οἰκτιρμοῖς· 5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς
ἀετοῦ ἡ νεότης σου. 6 ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς
ἀδικουμένοις. 7 ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ
θελήματα αὐτοῦ. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν
αἰῶνα μηνιεῖ· 10 οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας
ἡμῶν ἀνταπέδωκεν ἡμῖν, 11 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε
Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· 12 καθόσον ἀπέχουσιν ἀνατολαὶ
ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 13 καθὼς οἰκτείρει πατὴρ
υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,
ἐμνήσθη ὅτι χοῦς ἐσμεν. 15 ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος
τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· 16 ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ
οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 17 τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος
καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς
υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ
ποιῆσαι αὐτάς. 19 Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία
αὐτοῦ πάντων δεσπόζει. 20 εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
21 εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ
ποιοῦντες τὸ θέλημα αὐτοῦ· 22 εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν
παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ
πάλιν
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον. Ψαλμὸς
142 ΚΥΡΙΕ,
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς
νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία
μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι
τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ
ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν
ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι
σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ
πάλιν. Εἰσάκουσόν
μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου (δίς) Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ. Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ἐν εἰρήνῃ
τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
χορός, μεθ΄ ἑκάστην Δέησιν, τὸ Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ
Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
*Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου
πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ
Κυρίου δεηθῶμεν.
ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣ τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς
Συνοδείας αὐτῆς τοῦ Κυρίου δεηθῶμεν.
(ΟΤΑΝ
ΔΕΝ ΕΙΝΑΙ ΠΑΡΩΝ Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ).
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ,
τοῦ κατὰ ξηρὰν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως (κώμης) καὶ νήσου (ἁγίας Μονῆς), ταύτης, πάσης (Μονῆς,) πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν
εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων
καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ
προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.Ἀμήν.
[μετὰ τὴν Συναπτήν, ψάλλομεν τό, Ἀλληλούϊα.
ἐκ γ' . Εἰς τὸν ἦχον τῆς ἑβδομάδος, λέγοντες
πρότερον ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων. Στίχ. α'. Ἐκ νυκτὸς ὀρθρίζει
τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Στίχ. β'. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ
τῆς γῆς.
Στίχ. γ'. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ
νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται,
Στίχ. δ'. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες
αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.
ὁ α’ χορός
Εἴθ' οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ
αὐτό.(Ο ΙΕΡΕΥΣ ΕΞΑΓΗ ΤΗΝ
ΕΙΚΟΝΑ ΤΟΥ ΝΥΜΦΙΟΥ)
Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος
ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος
δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα
μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, προστασίαις τῶν ἀσωμάτων σῶσον ἡμᾶς.( Ἀργῶς)
ὁ β’ χορός
Δόξα Πατρί...
Ἰδοὺ ὁ Νυμφίος
ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος
δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα
μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, ( πρεσβείαις τοῦ Ἁγίου ἢ τῆς Ἁγίας...κλπ)
σῶσον ἡμᾶς.( Ἀργῶς)
ὁ α’ χορός
Καὶ νῦν...
Ἰδοὺ ὁ Νυμφίος
ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος
δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα
μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.(Συντόμως)
Συναπτὴ μικρά μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι Σὸν τὸ κράτος, καὶ Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ
δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων
ὁ α’ χορός
Κάθισμα Ἦχος
α'
Τὸν τάφον σου Σωτὴρ ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Τὰ Πάθη τὰ
σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ Κόσμῳ, Χριστὸς γὰρ ἐπείγεται,
τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι
ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.
ὁ β’ χορός
Κάθισμα ὅμοιον ( Μέλος ἀργὸν
εἱρμολογικὸν)
Ἀόρατε Κριτά,
ἐν σαρκὶ πῶς ὡράθης, καὶ ἔρχῃ ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα,
κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ
σου Λόγε, συμφώνως προσφέρομεν.
ὁ α’ χορός
Κάθισμα Ἦχος
πλ. δ'
Δόξα Πατρί... Τὴν Σοφίαν, καὶ Λόγον( Μέλος ἀργὸν
εἱρμολογικὸν)
Τῶν παθῶν τοῦ
Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν
ᾄσμασιν, ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας,
Πιλάτῳ κρινόμενος, ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόῤῥης, τὰ πάντα προσίεται,
ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν. Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων
δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.
ὁ β’ χορός
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Τῶν παθῶν τοῦ
Κυρίου τὰς ἀπαρχάς...
Εὐαγγέλιον τοῦ Ὄρθρου ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸςΚύριε, ἐλέησον (γ').ὁ Διάκονος: Σοφία.
Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ
Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β’
Χορὸς Καὶ τῷ Πνεύματί σου.ὁ Ἱερεὺς:
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου
τὸ ἀνάγνωσμα ὁ Διάκονος: Πρόσχωμεν.ὁ
α΄ χορὸςΔόξα Σοι Κύριε, δόξα Σοι.Ἐκ τοῦ
κατὰ Ματθαῖον ( KA´ 14-43 ).
Τῷ καιρῷ ἐκείνῳ, …ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα καὶ εὐθὺς τὸ ἑπόμενον Τριῴδιον
εἰς ἓξ ἢ
τέσσαρα
μετά τῶν εἱρμῶν
Ποίημα Κοσμᾶ Μοναχοῦ
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος β'
Ὁ Εἱρμὸς
Τῷ τὴν ἄβατον,
κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς,
τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Τῷ τὴν ἄβατον,…
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἡ ἀπόῤῥητος,
Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτὸς ἐστι, Θεὸς καὶ ἄνθρωπος, τὸ Θεὸς οὐχ ἁρπαγμόν,
εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοῖς Μαθηταῖς, ἐνδόξως γὰρ
δεδόξασται.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἡ ἀπόῤῥητος,
Λόγου Θεοῦ κατάβασις,...
ὁ α’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Διακονῆσαι, αὐτὸς
ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ
πλουτῶν θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴν ἀντίλυτρον, ὁ ἀπαθὴς θεότητι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Διακονῆσαι, αὐτὸς
ἐλήλυθα,...
ὁ α’ χορός
Καταβασία
Τῷ τὴν ἄβατον,
κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς,
τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Συναπτὴ
μικρά καὶ ἡ ἘκφώνησιςΣὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Κοντάκιον Ἦχος πλ. δ'Ὡς ἀπαρχὰς
Ὁ Ἰακὼβ ὠδύρετο,
τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος, τῆς
Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς
τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος
ἄφθαρτον.
Ὁ Οἶκος
Ἐπὶ τῷ ὀδυρμῷ
νῦν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, Ἰωσὴφ
τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι, τὴν ψυχὴν δὲ ἀδούλωτον
συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ, στέφος ἄφθαρτον.
Συναξάριον(ΑΠΟ ΜΗΝΑΙΟΝ)
·
Τῇ τοῦ αὐτοῦ
μηνός...
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ
Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς.
Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ
·
·
Σώφρων
Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,
·
·
Καὶ
σιτοδότης, ὢ καλῶν θημωνία!
Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν
·
·
Τὴν
Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,
·
·
Καρπῶν
ἄμοιρον πνευματικῶν εἰκάζων,
·
·
Ἀρᾷ
ξηραίνει, ἧς φύγωμεν τὸ πάθος.
Ταῖς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾠδὴ η'
ὁ β’χορὸς
Ὁ εἱρμὸς
Ἔφριξε Παίδων
εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον
πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα
τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Ἔφριξε Παίδων
εὐαγῶν,…
ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ θεὸς ἡμῶν,δόξα Σοι.
Ὑμᾶς μου τότε
Μαθητάς, πάντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοῖς φίλοις
πρὸς Πάθος μολών. Εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ πᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε,
καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὑμᾶς μου τότε
Μαθητάς,...
ὁ β’χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Τάξεως ἔμπαλιν
ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν, οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμῃ αὐθαίρετος΄
ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος, καὶ Κύριον
γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τάξεως ἔμπαλιν
ὑμῖν,...
ὁ β’χορὸς
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία
Ἔφριξε Παίδων
εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον
πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα
τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν
ᾠδὴ θ'
ὁ α’χορὸς
ὁ Εἱρμὸς
Ἐμεγάλυνας
Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα,
τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ
μεγαλύνομεν.
ὁ β’χορὸς
Ἐμεγάλυνας
Χριστέ,…
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ῥύπον πάντα ἐμπαθῆ,
ἀπωσάμενοι, ἐπάξιον τῆς θείας Βασιλείας, γνώμην ἀναλάβετε ἔμφρονα, τοῖς σοῖς Ἀποστόλοις
προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον.
ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς
ἡμῶν,δόξα Σοι.
Ῥύπον πάντα ἐμπαθῆ,...
ὁ α’χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀφορῶντες εἰς
ἐμέ, εἶπας Κύριε τοῖς σεαυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοῖς
ταπεινοῖς, ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ Βασιλείᾳ τοῦ Πατρός, ἐμοὶ
συνδοξασθήσεσθε.
ὁ β’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἀφορῶντες εἰς
ἐμέ,...
ὁ α’χορὸς
Καταβασία
Ἐμεγάλυνας
Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα,
τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι Σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ Σοὶ τὴν δόξαν
ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐξαποστειλάριον
αὐτόμελον
ὁ α’χορὸς
Ἦχος γ'
Τὸν νυμφῶνά
σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν
μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
ὁ β’χορὸς
Τὸν νυμφῶνά
σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν
μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
ὁ α’χορὸς
Τὸν νυμφῶνά
σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν
μου τὴν στολὴν τῆς ψυχῆς...
ὁ β’χορὸς
...Φωτοδότα,
καὶ σῶσόν με.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος
α’.
Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε
αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἰδιόμελα
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἐρχόμενος ὁ Κύριος,
πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα,
καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ
ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ
νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν
βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω
πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ
ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ἐρχόμενος ὁ Κύριος,...
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε
αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος πλ. α'
Φθάσαντες
πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν,
ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Φθάσαντες
πιστοί,...
ὁ α’ χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
ὁ β’ χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ὁ α’ χορὸς
Ἦχος πλ. α'
Κύριε, ἐρχόμενος
πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ ἰδίαν παραλαβὼν αὐτούς.
Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται
εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν, ἰδοὺ
γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες,
ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν, ὅμως θαρσεῖτε, τριήμερος γὰρ
ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν, καὶ ζωήν
τὴν αἰώνιον.
Ὁ
προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί,
καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης
χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν
σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ,
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ
θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων
τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ
Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης
ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ
Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός
σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε,
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ
δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός
σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.ΧΟΡΟΣ:Παράσχου Κύριε [καί μετά ἀπό κάθε αἴτηση]. Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν,
παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
Ο ῾Ιερεύς χαμηλοφώνως λέγει τήν εὐχήν ταύτην· · Κύριε, ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καί τά ταπεινά ἐφορῶν, καί τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπί πᾶσαν τήν κτίσιν, σοί ἐκλίναμεν τόν αὐχένα τῆς ψυχῆς καί τοῦ σώματος, καί δεόμεθά σου. ῞Αγιε ῾Αγίων, ἔκτεινον τήν χεῖρά σου τήν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καί εὐλόγησον πάντας ἡμᾶς· καί εἴ τι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, δωρούμενος ἡμῖν τά ἐγκόσμια καί ὑπερκόσμια ἀγαθά σου.
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὰ Ἀπόστιχα
ὁ α’χορὸς
Ἰδιόμελα Ἦχος πλ. α'
Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόῤῥητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις, ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου, ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν. Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.
ὁ β’χορὸς
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος ὁ αὐτὸς
Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων, οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος, καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι, Δόξα σοι.
ὁ α’ χορὸς
Ἦχος πλ. δ'
Στίχ.
β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ
ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τῆς ξηρανθείσης
συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς
μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
ὁ α’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ὁ β’χορὸς
ἦχος ὁ αὐτὀς
Δευτέραν Εὔαν
τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείαις, ὑποσκελίσαι τὸν
Ἰωσήφ, ἀλλ' αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο,
ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
ὁ
Προεστὼς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν
τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ'
ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι Σοῦ
ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἰακὼβ ὠδύρετο,
τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος, τῆς
Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς
τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.
Κύριε ἐλέησον μ’(40)(ἢ 12). Δόξα Πατρὶ… Καὶ νῦν… Τήν τιμιωτέραν...,
Ἐν ὀνόματι Κυρίου εὐλόγησον,
Πάτερ. Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν,
πάντοτε νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Εἶτα
λέγομεν τό· Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν
στερέωσον· τὴν Πίστιν στήριξον· τὰ Ἔθνη πράϋνον· τὸν Κόσμον εἰρήνευσον· τὴν ἁγίαν
Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς
ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς
ἀγαθὸς καὶ φιλάνθρωπος. Εἶθ΄ οὕτω, λέγομεν
καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας,
περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης,
ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε
Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν
μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄
ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί
μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν
μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς· Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ
ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ΄), Πάτερ ἅγιε, εὐλόγησον.
ΑΠΟΛΥΣΙΣ᾽Ερχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος ΔΙΑ ΤΗΝ ΗΜΩΝ ΣΩΤΗΡΙΑΝ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Οἱ χοροί· Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου