ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ
ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ
τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ...
...Στίχ. δ'. Πρόσθες
αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀλληλούϊα. (τρίς)
ὁ α’
χορὸς
Τροπάριον
Ἦχος πλ. δ'
Ὅτε οἱ ἔνδοξοι
Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν
νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε
χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν
Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Ὅτε οἱ ἔνδοξοι
Μαθηταί....
ὁ α’ χορὸς
Καὶ νῦν...
Ὅτε οἱ ἔνδοξοι
Μαθηταί...
Ψαλλομένου
δὲ τούτου, ὁ Ἐκκλησιάρχης διανέμει κηρία τοῖς ἀδελφοῖς καὶ μετὰ τοῦτο, εὐθὺς λέγει
ὁ Ἱερεὺς τὸ τῆς Διαθήκης τῶν ἁγίων Παθῶν.
Εὐαγγέλιον Α'
κατὰ Ἰωάννην
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Νῦν ἐδοξάσθη ὁ Υἱὸς
τοῦ ἀνθρώπου...
... εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ Μαθηταὶ αὐτοῦ.
ὁ α’χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου...
ὁ β’χορὸς
...Κύριε, δόξα
σοι.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα Ἀντίφωνα,
Ἀντίφωνον Α'
ὁ α’χορὸς
Ἦχος πλ. δ'
Ἄρχοντες λαῶν
συνήχθησαν, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
ὁ β’χορὸς
Λόγον παράνομον,
κατέθεντο κατ' ἐμοῦ, Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς με.
ὁ α’χορὸς
Τὰς αἰσθήσεις
ἡμῶν, καθαρὰς τῷ Χριστῷ παραστήσωμεν, καὶ ὡς φίλοι αὐτοῦ, τὰς ψυχὰς ἡμῶν θύσωμεν
δι' αὐτόν, καὶ μὴ ταῖς μερίμναις τοῦ βίου, συμπνιγῶμεν ὡς ὁ Ἰούδας, ἀλλ' ἐν τοῖς
ταμείοις ἡμῶν κράξωμεν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀπὸ τοῦ πονηροῦ ῥῦσαι ἡμᾶς.
ὁ β’χορὸς
Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον
Παρθένος ἔτεκες
ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία. Χριστὸν τὸν
Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς.
Ἀντίφωνον Β'
ὁ α’χορὸς
Ἦχος πλ.
β'
Ἔδραμε λέγων ὁ
Ἰούδας, τοῖς παρανόμοις γραμματεῦσι. Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκεις ἀοράτως συμφωνούμενος. Καρδιογνῶστα,
φεῖσαι τῶν ψυχῶν ἡμῶν.
ὁ β’χορὸς
Ἐν ἐλέει τὸν
Θεὸν θεραπεύσωμεν, ὥσπερ Μαρία ἐπὶ τοῦ δείπνου, καὶ μὴ κτησώμεθα φιλαργυρίαν, ὡς
ὁ Ἰούδας, ἵνα πάντοτε μετὰ Χριστοῦ, τοῦ Θεοῦ ἐσώμεθα.
ὁ α’χορὸς
Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον
Ὃν ἔτεκες
Παρθένε ἀνερμηνεύτως, διὰ παντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα
κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.
Ἀντίφωνον Γ'
ὁ β’χορὸς
Ἦχος β'
Διὰ Λαζάρου τὴν
ἔγερσιν Κύριε, τὸ Ὡσαννά σοι ἐκραύγαζον, παῖδες τῶν Ἑβραίων φιλάνθρωπε. Ὁ δὲ
παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ α’χορὸς
Ἐν τῷ δείπνῳ
σου Χριστὲ ὁ Θεός, τοῖς Μαθηταῖς σου προέλεγες. Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὁ δὲ
παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ β’χορὸς
Ἰωάννῃ ἐρωτήσαντι
Κύριε, ὁ παραδιδοὺς σε τὶς ἐστι; τοῦτον διὰ τοῦ ἄρτου ὑπέδειξας, ὁ δὲ παράνομος
Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ α’χορὸς
Εἰς τριάκοντα
ἀργύρια Κύριε, καὶ εἰς φίλημα δόλιον, ἐζήτουν Ἰουδαῖοι ἀποκτεῖναί σε. Ὁ δὲ παράνομος
Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ β’χορὸς
Ἐν τῷ Νιπτῆρί
σου Χριστὲ ὁ Θεός, τοῖς Μαθηταῖς σου προέτρεπες. Οὕτω ποιεῖτε ὥσπερ ἴδετε. Ὁ δὲ
παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ α’χορὸς
Γρηγορεῖτε καὶ
προσεύχεσθε, ἵνα μὴ πειρασθῆτε, τοῖς Μαθηταῖς σου ὁ Θεὸς ἡμῶν ἔλεγες. Ὁ δὲ παράνομος
Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Διάσωσον ἀπὸ
κινδύνων; τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς
ἄῤῥηκτον τεῖχος, καὶ προστασίαν.
ὁ α’χορὸς
Κάθισμα Ἦχος βαρὺς
Ἐν τῷ δείπνῳ
τοὺς Μαθητὰς διατρέφων, καὶ τὴν σκῆψιν τῆς προδοσίας γινώσκων, ἐν αὐτῷ τὸν Ἰούδαν
διήλεγξας, ἀδιόρθωτον μὲν τοῦτον ἐπιστάμενος, γνωρίσαι δὲ πᾶσι βουλόμενος, ὅτι
θέλων παρεδόθης, ἵνα Κόσμον ἁρπάσῃς τοῦ ἀλλοτρίου. Μακρόθυμε δόξα σοι.
Εὐαγγέλιον Β'
κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς...
... ἀλλ' ἵνα
φάγωσι τὸ Πάσχα.
ὁ α’χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ἀντίφωνον Δ'
ὁ β’ χορὸς
Ἦχος πλ.
α'
Σήμερον ὁ Ἰούδας,
καταλιμπάνει τὸν Διδάσκαλον, καὶ παραλαμβάνει τὸν διάβολον, τυφλοῦται τῷ πάθει
τῆς φιλαργυρίας, ἐκπίπτει τοῦ φωτός, ὁ ἐσκοτισμένος, πῶς γὰρ ἠδύνατο βλέπειν, ὁ
τὸν φωστῆρα πωλήσας, τριάκοντα ἀργυρίων, ἀλλ' ἡμῖν ἀνέτειλεν ὁ παθὼν ὑπὲρ τοῦ Κόσμου,
πρὸς ὃν βοήσωμεν. Ὁ παθών, καὶ συμπαθῶν ἀνθρώποις, δόξα σοι.
ὁ α’χορὸς
Σήμερον ὁ Ἰούδας,
παραποιεῖται θεοσέβειαν, καὶ ἀλλοτριοῦται τοῦ χαρίσματος, ὑπάρχων μαθητής, γίνεται
προδότης, ἐν ἤθει φιλικῷ, δόλον ὑποκρύπτει, καὶ προτιμᾶται ἀφρόνως τῆς τοῦ Δεσπότου
ἀγάπης, τριάκοντα ἀργύρια, ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου. Ἡμεῖς δὲ ἔχοντες
σωτηρίαν τὸν Χριστόν, αὐτὸν δοξάσωμεν.
ὁ β’ χορὸς
Ἦχος α'
Τὴν φιλαδελφίαν
κτησώμεθα, ὡς ἐν Χριστῷ ἀδελφοί, καὶ μὴ τὸ ἀσυμπαθὲς πρὸς τοὺς πλησίον ἡμῶν, ἵνα
μὴ ὡς ὁ δοῦλος κατακριθῶμεν, ὁ ἀνελεήμων, διὰ τὰ δηνάρια, καὶ ὡς ὁ Ἰούδας
μεταμεληθέντες, μηδὲν ὠφελήσωμεν.
ὁ α’χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Δεδοξασμένα
περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε
Μαρία, πανύμνητε, καὶ ἀπειρόγαμε.
Ἀντίφωνον Ε'
ὁ β’ χορὸς
Ἦχος πλ.
β'
Ὁ μαθητὴς τοῦ
Διδασκάλου, συνεφώνει τὴν τιμήν, καὶ τριάκοντα ἀργυρίοις, πέπρακε τὸν Κύριον,
φιλήματι δολίῳ παραδοὺς αὐτόν, τοῖς ἀνόμοις εἰς θάνατον.
ὁ α’χορὸς
Σήμερον ἔλεγεν
ὁ Κτίστης Οὐρανοῦ καὶ γῆς, τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἤγγικεν ἡ ὥρα, καὶ ἔφθασεν Ἰούδας
ὁ παραδιδούς με, μή τις με ἀρνήσηται, βλέπων με ἐν τῷ Σταυρῶ, ἐν μέσῳ δύω λῃστῶν,
πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φιλάνθρωπος, τοὺς εἰς ἐμὲ πιστεύοντας.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Ἡ ἀῤῥήτως, ἐπ'
ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα, τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ
μεγαλύνοντας.
ὁ α’χορὸς
Ἀντίφωνον ς'
Ἠχος βαρὺς
Ἠχος βαρὺς
Σήμερον
γρηγορεῖ ὁ Ἰούδας, παραδοῦναι τὸν Κύριον, τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου,
τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη. Σήμερον ὁ ἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον,
μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν, ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν
ἄνθρωπον.
ὁ β’ χορὸς
Σήμερον τῷ
σταυρῷ προσήλωσαν, Ἰουδαῖοι τὸν Κύριον, τὸν διατεμόντα τὴν θάλασσαν ῥάβδῳ, καὶ
διαγαγόντα αὐτοὺς ἐν ἐρήμῳ. Σήμερον τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἐκέντησαν, τοῦ
πληγαῖς μαστίξαντος, ὑπὲρ αὐτῶν τὴν Αἴγυπτον, καὶ χολὴν ἐπότισαν, τὸν μάννα,
τροφὴν αὐτοῖς ὀμβρήσαντα.
ὁ α’χορὸς
Κύριε ἐπὶ τὸ
πάθος τὸ ἑκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου, κἂν μίαν ὥραν οὐκ ἰσχύσατε,
ἀγρυπνῆσαι μετ’ ἐμοῦ, πῶς ἐπηγγείλατε ἀποθνήσκειν δι' ἐμὲ; Κἂν τὸν Ἰούδαν θεάσασθε,
πῶς οὐ καθεύδει, ἀλλὰ σπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε,
μή τις με ἀρνήσηται, βλέπων με ἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Θεοτόκε
ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν
τὸ κήρυγμα, δι' ἧς ἡμῖν ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ὁ α’χορὸς
Κάθισμα Ἦχος βαρὺς
Ποῖός σε τρόπος
Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε; μὴ
τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴ συνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο;
μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν, ὢ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου!
καὶ σοῦ μὲν ἡ ἀχάριστος, στηλιτεύεται γνώμη, αὐτοῦ δὲ ἡ ἀνείκαστος, μακροθυμία
κηρύττεται, καὶ τὸ μέγα ἔλεος.
Εὐαγγέλιον Γ'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται...
... καὶ ἐξελθὼν
ἔξω, ἔκλαυσε πικρῶς.
ὁ β’ χορὸς
Δόξα τῇ
μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ἀντίφωνον Ζ'
ὁ α’χορὸς
Ἦχος πλ.
δ'
Τοῖς συλλαβοῦσί
σε παρανόμοις, ἀνεχόμενος, οὕτως ἐβόας Κύριε. Εἰ καὶ ἐπατάξατε τὸν ποιμένα, καὶ
διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα
λεγεῶνας παραστῆσαι Ἀγγέλων, ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃ ἐδήλωσα ὑμῖν διὰ τῶν
Προφητῶν μου, ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Τρίτον ἀρνησάμενος
ὁ Πέτρος, εὐθέως τὸ ῥηθὲν αὐτῷ συνῆκεν, ἀλλὰ προσήγαγέ σοι δάκρυα μετανοίας. Ὁ
Θεὸς ἱλάσθητί μοι καὶ σῷσόν με.
ὁ α’χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Ὡς πύλην σωτήριον
καὶ Παράδεισον τερπνόν, καὶ φωτὸς ἀϊδίου, νεφέλην ὑπάρχουσαν, τὴν ἁγίαν Παρθένον
ὑμνήσωμεν ἅπαντες, λέγοντες τὸ Χαῖρε αὐτῇ.
Ἀντίφωνον Η'
ὁ β’ χορὸς
Ἦχος β'
Εἴπατε παράνομοι΄
Τὶ ἠκούσατε παρὰ τοῦ Σωτῆρος ἡμῶν, οὐ νόμον ἐξέθετο, καὶ τῶν, Προφητῶν τὰ διδάγματα;
πῶς οὖν ἐλογίσασθε Πιλάτῳ παραδοῦναι, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, καὶ λυτρωτὴν τῶν
ψυχῶν ἡμῶν.
ὁ α’χορὸς
Σταυρωθήτω ἔκραζον,
οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ᾐτοῦντο
λαβεῖν, οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν,
παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν
παρρησίαν, διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον,
Θεοτόκε Παρθένε, πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου, μὴ
παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ
καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Ἀντίφωνον θ'
ὁ α’χορὸς
Ἦχος γ'
Ἔστησαν τὰ
τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ.
Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον,
ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε.
ὁ β’ χορὸς
Ἔδωκαν εἰς τὸ
βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, σὺ δὲ Κύριε ἀνάστησόν
με, καὶ ἀνταποδώσω αὐτοῖς.
ὁ α’χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν
σε Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεὸν ἡμῶν ἔτεκες, τὸν ἐκ τῆς κατάρας τοὺς ἀνθρώπους,
διὰ σοῦ ἐλευθερώσαντα.
Κάθισμα
ὁ β’
χορὸς
Ἦχος πλ.
δ'
Ὢ πῶς Ἰούδας ὁ
ποτέ σου μαθητής, τὴν προδοσίαν ἐμελέτα κατὰ σοῦ! συνεδείπνησε δολίως, ὁ ἐπίβουλος
καὶ ἄδικος, πορευθεὶς εἶπε τοῖς Ἱερεύσι. Τὶ μοι παρέχετε, καὶ παραδώσω ὑμῖν ἐκεῖνον,
τὸν νόμον λύσαντα, καὶ βεβηλοῦντα τὸ Σάββατον; Μακρόθυμε Κύριε δόξα σοι.
Εὐαγγέλιον Δ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ ἄγουσι τὸν Ἰησοῦν...
... τότε οὖν
παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.
ὁ α’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ἀντίφωνον Ι'
ὁ β’ χορὸς
Ἦχος πλ.
β'
Ὁ ἀναβαλλόμενος
φῶς ὡς ἱμάτιον, γυμνὸς εἰς κρίσιν ἵστατο, καὶ ἐν σιαγόνι, ῥάπισμα ἐδέξατο, ὑπὸ
χειρῶν ὧν ἔπλασεν, ὁ δὲ παράνομος λαός, τῷ σταυρῷ προσήλωσε, τὸν Κύριον τῆς δόξης,
τότε τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη, ὁ ἥλιος ἐσκότασε, μὴ φέρων θεάσασθαι, Θεὸν
ὑβριζόμενον, ὃν τρέμει τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ὁ α’χορὸς
Ὁ μαθητὴς ἠρνήσατο,
ὁ Λῃστὴς ἐβόησε. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Εἰρήνευσον τὸν
Κόσμον, ὁ ἐκ Παρθένου καταδεξάμενος Κύριε, σάρκα φορέσαι ὑπὲρ δούλων, ἵνα συμφώνως,
σὲ δοξολογοῦμεν φιλάνθρωπε.
Ἀντίφωνον ΙΑ'
ὁ α’χορὸς
Ἦχος πλ.
β'
Ἀντὶ ἀγαθῶν, ὧν
ἐποίησας Χριστέ, τῷ γένει τῶν Ἑβραίων σταυρωθῆναί σε κατεδίκασαν, ὄξος καὶ χολὴν
σε ποτίσαντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν, τὴν σὴν
συγκατάβασιν.
ὁ β’ χορὸς
Ἐπὶ τῇ προδοσίᾳ
οὐκ ἠρκέσθησαν Χριστὲ τὰ γένη τῶν Ἑβραίων, ἀλλ' ἐκίνουν τὰς κεφαλὰς αὐτῶν,
μυκτηρισμὸν καὶ χλεύην προσάγοντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι
κενά, κατὰ σοῦ ἐμελέτησαν.
ὁ α’χορὸς
Οὔτε γῆ ὡς ἐσείσθη,
οὔτε πέτραι ὡς ἐῤῥάγησαν, Ἑβραίους ἔπεισαν, οὔτε τοῦ Ναοῦ τὸ καταπέτασμα, οὔτε
τῶν νεκρῶν ἡ ἀνάστασις; Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά,
κατὰ σοῦ ἐμελέτησαν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Θεὸν ἐκ σοῦ
σαρκωθέντα ἔγνωμεν Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη, διὸ ἀπαύστως, σὲ
ἀνυμνοῦντες μεγαλύνομεν.
Ἀντίφωνον ΙΒ'
ὁ α’χορὸς
Ἦχος πλ.
δ'
Τάδε λέγει Κύριος
τοῖς Ἰουδαίοις. Λαός μου τὶ ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου
ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός
μου, τὶ ἐποίησά σοι, καὶ τὶ μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος
ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε, οὐκέτι στέγω λοιπόν, καλέσω
μου τὰ ἔθνη, κἀκεῖνα μὲ δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ πνεύματι, κἀγὼ αὐτοῖς
δωρήσομαι, ζωὴν τὴν αἰώνιον.
ὁ β’ χορὸς
Σήμερον τοῦ
Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων, καὶ τὰς ἰδίας ἀκτῖνας,
ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.
ὁ α’χορὸς
Οἱ νομοθέται
τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. Ἲδε ναός,
ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ' ἐξουσίᾳ
ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι, αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν
ἐρήμῳ θρέψας, αὐτὸς ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ πύλη
τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ πάλιν ἐσφραγισμένην
κατέλιπεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κάθισμα
ὁ α’χορὸς
Ἦχος πλ.
δ'
Ὅτε παρέστης
τῷ Καϊάφᾳ ὁ Θεός, καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ
φόβου ἐσαλεύθησαν, τότε δὲ καὶ ὑψώθης ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύω λῃστῶν, καὶ ἐλογίσθης
μετὰ ἀνόμων ὁ ἀναμάρτητος, διὰ τὸ σῷσαι τὸν ἄνθρωπον. Ἀνεξίκακε Κύριε, δόξα σοι.
Εὐαγγέλιον Ε'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν Ἰούδας...
... ἵνα ἄρῃ
τὸν Σταυρὸν αὐτοῦ.
ὁ β’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ἀντίφωνον ΙΓ'
ὁ α’χορὸς
Ἦχος πλ.
β'
Τὸ ἄθροισμα τῶν
Ἰουδαίων, τῷ Πιλάτῳ ᾐτήσαντο, σταυρωθῆναί σε Κύριε, αἰτίαν γὰρ ἐν σοὶ μὴ εὑρόντες,
τὸν ὑπεύθυνον Βαραββᾶν ἠλευθέρωσαν, καὶ σὲ τὸν Δίκαιον κατεδίκασαν, μιαιφονίας ἔγκλημα
κληρωσάμενοι. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, τὸ ἀνταπόδομα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.
ὁ β’ χορὸς
Ὃν πάντα φρίσσει
καὶ τρέμει, καὶ πᾶσα γλῶσσα ὑμνεῖ, Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν οἱ Ἱερεῖς
ἐῤῥάπισαν, καὶ ἔδωκαν αὐτῷ χολήν, καὶ πάντα παθεῖν κατεδέξατο, σῷσαι θέλων ἡμᾶς
ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῷ ἰδίῳ αἵματι, ὡς φιλάνθρωπος.
ὁ α’χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ
τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, τὸν Κτίστην τὸν ἴδιον, αὐτὸν δυσώπει, σῶσαι τὰς
ψυχὰς ἡμῶν.
Ἀντίφωνον ΙΔ'
ὁ β’ χορὸς
Ἦχος πλ.
δ'
Κύριε, ὁ τὸν
Λῃστὴν συνοδοιπόρον λαβών, τὸν ἐν αἵματι χεῖρας μολύναντα, καὶ ἡμᾶς σὺν αὐτῷ
καταρίθμησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ α’χορὸς
Μικρὰν φωνὴν ἀφῆκεν
ὁ λῃστὴς ἐν τῷ σταυρῷ, μεγάλην πίστιν εὗρε, μιᾷ ῥοπῇ ἐσώθη, καὶ πρῶτος Παραδείσου,
πύλας ἀνοίξας εἰσῆλθεν. Ὁ αὐτοῦ τὴν μετάνοιαν προσδεξάμενος, Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ δι' Ἀγγέλου,
τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε
ἡ ἀξιωθεῖσα γενέσθαι, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ΕΞΟΔΟΣ ΕΣΤΑΥΡΩΜΕΝΟΥ
Ἀντίφωνον ΙΕ'
ὁ α’χορὸς
Ἦχος πλ.
β'(ΔΙΧΟΡΟΝ)
Σήμερον κρεμᾶται
ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας (τρίς
υπό του ιερέως κατά την απαγγελίαν, άπαξ υπό του χορου). Στέφανον ἐξ ἀκανθῶν
περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων
τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἣλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ (τρίς
υπό του ιερέως κατά την απαγγελίαν, άπαξ υπό του χορου). Δεῖξον ἡμῖν,
καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.
ὁ β’ χορὸς
Μὴ ὡς Ἰουδαῖοι
ἑορτάσωμεν, καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς ὁ Θεός, ἀλλ' ἐκκαθάρωμεν
ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ εἰλικρινῶς δεηθῶμεν αὐτῷ. Ἀνάστα Κύριε, σῶσον ἡμᾶς
ὡς φιλάνθρωπος.
ὁ α’χορὸς
Ὁ Σταυρός σου
Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν
σταυρωθέντα, Θεὸν ἡμῶν ὑμνοῦμεν΄ Ἐλέησον ἡμᾶς.
ὁ β’ χορὸς
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁρῶσά σε κρεμάμενον,
Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ ξένον
ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ πηγνύμενος, ζωῆς χορηγὲ;
ὁ α’χορὸς
Κάθισμα Ἦχος δ'
Ἐξηγόρασας ἡμᾶς,
ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ
κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.
Εὐαγγέλιον ς'
Κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγον...
... καὶ
πιστεύσωμεν αὐτῷ.
ὁ β’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Εἶτα ψάλλομεν τοὺς Μακαρισμοὺς εἰς
Στίχους η'
ὁ α’χορὸς
Ἦχος δ'
Ἐν τῇ Βασιλείᾳ
σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ
πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
ὁ β’ χορὸς
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ὁ α’χορὸς
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ
ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾢκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε
τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι
καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
ὁ β’ χορὸς
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ
χορτασθήσονται.
Τὸν τοῦ νόμου
Ποιητήν, ἐκ μαθητοῦ ὠνήσαντο ἄνομοι, καὶ ὡς παράνομον αὐτόν, τῷ Πιλάτου βήματι ἔστησαν,
κραυγάζοντες, Σταύρωσον, τὸν ἐν ἐρήμῳ τούτους μανναδοτήσαντα. Ἡμεῖς δὲ τὸν δίκαιον,
Λῃστὴν μιμησάμενοι, πίστει κράζομεν, Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ
σου.
ὁ α’χορὸς
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Τῶν θεοκτόνων
ὁ ἑσμός, Ἰουδαίων ἔθνος τὸ ἄνομον, πρὸς Πιλᾶτον ἐμμανῶς, ἀνακράζων ἔλεγε. Σταύρωσον,
Χριστὸν τὸν ἀνεύθυνον. Βαραββᾶν δὲ μᾶλλον οὗτοι ᾐτήσαντο. Ἡμεῖς δὲ φθεγγόμεθα,
Λῃστοῦ τοῦ εὐγνώμονος, τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ
Βασιλείᾳ σου.
ὁ β’ χορὸς
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θ εὸν ὄψονται.
Ἡ ζωηφόρος
σου Πλευρά, ὡς ἐξ Ἐδὲμ πηγὴ ἀναβλύζουσα, τὴν Ἐκκλησίαν σου Χριστέ, ὡς λογικὸν
ποτίζει Παράδεισον, ἐντεῦθεν μερίζουσα, ὡς εἰς ἀρχὰς εἰς τέσσαρα Εὐαγγέλια, τὸν
Κόσμον ἀρδεύουσα, τὴν κτίσιν εὐφραίνουσα, καὶ τὰ ἔθνη πιστῶς, διδάσκουσα,
προσκυνεῖν τὴν Βασιλείαν σου.
ὁ α’χορὸς
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.
Ἐσταυρώθης
δι' ἐμέ, ἵνα ἐμοὶ πηγάσης τὴν ἄφεσιν, ἐκεντήθης τὴν πλευράν, ἵνα κρουνοὺς ζωῆς ἀναβλύσῃς
μοι, τοῖς ἣλοις προσήλωσαι, ἵνα ἐγὼ τῷ βάθει τῶν παθημάτων σου, τὸ ὕψος τοῦ κράτους
σου, πιστούμενος κράζω σοι ζωοδότα Χριστέ. Δόξα καὶ τῷ Σταυρῷ Σῶτερ, καὶ τῷ Πάθει
σου.
ὁ β’χορὸς
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν
ἡ Βασιλεία τῶν οὐρανῶν.
Σταυρουμένου
σου Χριστέ, πᾶσα ἡ κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονεῖτο φόβῳ
τοῦ κράτους σου, φωστῆρες ἐκρύπτοντο, καὶ τοῦ Ναοῦ ἐῤῥάγη τὸ καταπέτασμα τὰ ὄρη
ἐτρόμαξαν, καὶ πέτραι ἐσχίσθησαν, καὶ Λῃστὴς ὁ πιστός, κραυγάζει σοι σὺν ἡμῖν,
Σωτὴρ τὸ Μνήσθητι.
ὁ α’χορὸς
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι
πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τὸ χειρόγραφον
ἡμῶν, ἐν τῷ Σταυρῶ διέῤῥηξας Κύριε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὸν ἐκεῖσε τύραννον
ἔδησας, ῥυσάμενος ἅπαντας ἐκ δεσμῶν θανάτου τῇ ἀναστάσει σου, δι' ἧς ἐφωτίσθημεν,
φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
ὁ β’ χορὸς
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθ' ἡμῶν
χειρόγραφον Κύριε, Λῃστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοῖς
πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν
τῇ βασιλείᾳ σου.
ὁ α’χορὸς
Δόξα Πατρί...
Τὸν Πατέρα καὶ
Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα,
Μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλῆν, ἀδιαίρετον
καὶ ἀπρόσιτον, δι' ἧς ἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Τὴν Μητέρα
σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε, καὶ Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον
μείνασαν ἄφθορον, αὐτὴν σοι προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων
συγχώρησιν, δωρήσασθαι πάντοτε, τοῖς κραυγάζουσι. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ
Βασιλείᾳ σου.
Προκείμενον
ὁ α’χορὸς
Ἦχος δ'
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν
μου ἔβαλον κλῆρον.
ὁ β’χορὸς
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν
μου ἔβαλον κλῆρον.
ὁ α’χορὸς
Στίχ. Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν
μου ἔβαλον κλῆρον.
Εὐαγγέλιον Ζ'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται...
... ἀληθῶς
Θεοῦ Υἱὸς ἦν οὗτος.
ὁ α’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ὁ Ν'( χύμα)
Εὐαγγέλιον Η'
Κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ, ἤγοντο σὺν τῷ Ἰησοῦ...
... ὁρῶσαι
ταῦτα.
ὁ β’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Τριῴδιον
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾠδὴ ε'
ὁ α’χορὸς
Ἦχος πλ.
β' Ὁ Εἱρμὸς
Πρὸς σὲ ὀρθρίζω,
τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι
κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην
παράσχου μοι Φιλάνθρωπε.
ὁ β’ χορὸς
Πρὸς σὲ ὀρθρίζω...
ὁ α’χορὸς
Δόξα Πατρί...
Ῥυφθέντες πόδας,
καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, τοῦ θείου νῦν Χριστέ, σοῦ οἱ ὑπηρέται, ἐκ
Σιὼν ἐλαιῶνος, μέγα πρὸς ὄρος συνανῆλθον, ὑμνοῦντές σε Φιλάνθρωπε.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ὁρᾶτε ἔφης, φίλοι
μὴ θροεῖσθε, νῦν γὰρ ἤγγικεν ὥρα, ληφθῆναί με κτανθῆναι χερσὶν ἀνόμων, πάντες δὲ
σκορπισθήσεσθε, ἐμὲ λιπόντες, οὓς συνάξω, κηρῦξαί με Φιλάνθρωπον.
ὁ α’χορὸς
Καταβασία
Πρὸς σὲ ὀρθρίζω,
τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς
ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον Ἦχος πλ. δ'
Τὸν δι' ἡμᾶς
Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ
ἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις
ὁ Υἱὸς καὶ Θεός μου.
Ὁ Οἶκος
Τὸν ἴδιον Ἄρνα,
ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων
γυναικῶν, ταῦτα βοῶσα. Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς;
μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κἀκεῖ νῦν σπεύδεις, ἳν ἐξ ὕδατος αὐτοῖς οἶνον
ποιήσῃς; συνέλθω σοι Τέκνον, ἢ μείνω σοι μᾶλλον, δὸς μοι λόγον Λόγε, μὴ σιγῶν
παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με, σὺ γὰρ ὑπάρχεις
ὁ Υἱὸς καὶ Θεός μου.
Σ υ ν α ξ ά ρ ι ο ν(ΑΠΟ ΜΗΝΑΙΟΝ)
· Τῇ ...τοῦ αὐτοῦ
μηνός, ...
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου
καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα,
τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν
σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν
θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ
συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
Στίχοι εἰς τὴν Σταύρωσιν
·
Ζῶν εἰ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,
·
Ὢ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.
Ἕτεροι εἰς τὸν εὐγνώμονα Λῃστὴν
·
Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
·
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.
Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾠδὴ η'
ὁ β’ χορὸς
ὁ εἱρμὸς
Στήλην κακίας
ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον,
βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ, ὃν πᾶσα κτίσις εὐλογεῖ
δοξάζουσα εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στήλην κακίας
ἀντιθέου...
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἀπὸ βλεφάρων
Μαθηταί, νὺν ὕπνον ἔφης Χριστὲ τινάξατε, ἐν προσευχῇ δὲ γρηγορεῖτε, πειρασμῷ μήπως
ὂλησθε, καὶ μάλιστα Σίμων, τῷ κραταιῷ γὰρ μείζων πεῖρα, γνῶθί με Πέτρε, ὃν πᾶσα
κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Βέβηλον ἔπος
τῶν χειλέων, οὒ ποτε προήσομαι Δέσποτα, σὺν σοὶ θανοῦμαι ὡς εὐγνώμων, κἂν οἱ πάντες
ἀρνήσωνται, ἐβόησε Πέτρος, σάρξ οὐδὲ αἷμα, ὁ Πατὴρ σου ἀπεκάλυψέ μοι σέ, ὃν πᾶσα
κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
ὁ β’ χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Βάθος σοφίας
θεϊκῆς, καὶ γνώσεως οὐ πᾶν ἐξηρεύνησας, ἄβυσσον δέ μου τῶν κριμάτων, οὐ κατέλαβες
ἄνθρωπε, ὁ Κύριος ἔφη. Σάρξ οὖν ὑπάρχων, μὴ καυχῶ, ἀρνήσῃ τρίτον γὰρ με, ὃν πᾶσα
κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Καὶ νῦν...
Ἀπαγορεύεις,
Σίμων Πέτρε, ὅπερ πείσῃ τάχος ὡς εἴρηται, καὶ σοὶ παιδίσκη, οἷα θᾷττον προσελθοῦσα
πτοήσει σε, ὁ Κύριος ἔφη, πικρῶς δακρύσας, ἓξεις ὅμως εὐΐλατόν με, ὃν πᾶσα κτίσις,
εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
ὁ β’ χορὸς
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία
Στήλην κακίας
ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον,
βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ, ὃν πᾶσα κτίσις εὐλογεῖ
δοξάζουσα εἰς τοὺς αἰῶνας.
Τὴν
Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ᾠδὴ θ'
ὁ α’χορὸς
Ὁ Εἱρμὸς
Τὴν τιμιωτέραν
τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Τὴν τιμιωτέραν
τῶν Χερουβίμ...
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὀλέθριος σπεῖρα
θεοστυγῶν, πονηρευομένων, θεοκτόνων συναγωγή, ἐπέστη Χριστὲ σοι, καὶ ὡς ἄδικον
εἷλκε, τὸν Κτίστην τῶν ἁπάντων, ὃν μεγαλύνομεν.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Νόμον ἀγνοοῦντες
οἱ ἀσεβεῖς, φωνὰς Προφητῶν τε, μελετῶντες διακενῆς, ὡς πρόβατον εἷλκον, σὲ τὸν
πάντων Δεσπότην, ἀδίκως σφαγιάσαι, ὃν μεγαλύνομεν.
ὁ α’χορὸς
Δόξα Πατρὶ...
Τοῖς ἔθνεσιν ἔκδοτον
τὴν ζωήν, σὺν τοῖς Γραμματεῦσιν, ἀναιρεῖσθαι οἱ Ἱερεῖς, παρέσχον, πληγέντες, αὐτοφθόνῳ
κακίᾳ τὸν φύσει Ζωοδότην, ὃν μεγαλύνομεν.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ἐκύκλωσαν κύνες
ὡσεὶ πολλοί, ἐκρότησαν, Ἄναξ, σιαγόνα σὴν ῥαπισμῷ, ἠρώτων σε, σοῦ δὲ ψευδῆ
κατεμαρτύρουν, καὶ πάντα ὑπομείνας, ἅπαντας ἔσωσας.
ὁ α’χορὸς
Καταβασία
Τὴν τιμιωτέραν
τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι
σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον Αὐτόμελον
ὁ α’χορὸς
Ἦχος γ'
Τὸν Λῃστὴν αὐθημερόν,
τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με.
ὁ β’χορὸς
Τὸν Λῃστὴν αὐθημερόν,
τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με.
ὁ α’χορὸς
Τὸν Λῃστὴν αὐθημερόν,
τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ φώτισον καὶ σῶσόν με.
Εὐαγγέλιον θ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ...
... ὄψονται
εἰς ὃν ἐξεκέντησαν.
ὁ β’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος γ’.
Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε
αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἰδιόμελα
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος γ'
Δύο καὶ πονηρὰ
ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν
ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο,
καὶ ἀπέλυσεν, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, σὺ
δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε, οὐ γὰρ
οἴδασι τὶ ἐποίησαν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Δύο καὶ πονηρὰ
ἐποίησεν...
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε
αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
ἦχος ὁ αὐτὸς
Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός,
ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες
τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς
δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου
σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ
παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ
ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
ἦχος ὁ αὐτὸς
Στίχ. Αἰνεῖτε
αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Σταυρωθέντος
σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ
τοῦ κράτους σου, σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ
καταπέτασμα, διεῤῥάγη διχῶς, τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν.
Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα, ἔφριξε, παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα
μητρικῶς, Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον
ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα
σοι.
ὁ α’ χορός
Δόξα Πατρὶ... Ἦχος πλ. β'
Ἐξέδυσάν με τὰ
ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον
ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς
σκεύη κεραμέως.
ὁ β’ χορός
Καὶ νῦν... ἦχος ὁ αὐτὸς
Τὸν νῶτόν μου
ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ ἐμπτυσμάτων, βήματι
Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ
τὴν τοῦ κόσμου σωτηρίαν.
Εὐαγγέλιον Ι'
Κατὰ Μάρκον
Τῷ καιρῷ ἐκείνῳ ἐλθὼν Ἰωσήφ...
... ἐθεώρουν
ποῦ τίθεται.
ὁ β’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι.
Ὁ
προεστὼς:
Σοὶ δόξα πρέπει,
Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις
Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ
Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ
αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι
σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα.
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον,
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε,
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ
δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός
σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ
δὲ Ἱερεὺς τὴν Συναπτήν(ΠΛΗΡΩΤΙΚΑ), καὶ μετὰ τὴν Ἐκφώνησιν, Ὅτι Θεὸς ἐλέους...,
εὐθὺς τὸ
Εὐαγγέλιον
ΙΑ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ ἠρώτησε τὸν Πιλᾶτον...
... ἔθηκαν τὸν
Ἰησοῦν.
ὁ α’ χορὸς
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Ἀπόστιχα Ἰδιόμελα
ὁ β’ χορὸς
Ἦχος α'
Πᾶσα ἡ Κτίσις,
ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ. Ὁ ἥλιος ἐσκοτίζετο,
καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως
δι' ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.
ὁ α’ χορός
Στίχ. Διεμερίσαντο
τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Ἦχος β'
Λαὸς δυσσεβὴς
καὶ παράνομος, ἵνα τὶ μελετᾷ κενά; ἵνα τὶ τὴν ζωὴν τῶν ἁπάντων, θανάτῳ κατεδίκασε;
Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χείρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου
ἀνυψοῦται ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾍδῃ δεσμώτας ἐλευθερώσῃ, κράζοντας. Μακρόθυμε
Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Στίχ. Ἔδωκαν εἰς τὸ
βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
Ἦχος ὁ αὐτὸς
Σήμερον σὲ
θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος ἐν Σταυρῷ, Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα,
ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν
θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς. Οἴμοι
θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόμου! τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ;
ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα
σοι.
ὁ α’ χορός
Στίχ. Ὁ δὲ Θεὸς
Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἦχος ὁ αὐτὸς
Ἐπὶ ξύλου βλέπουσα,
κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα,
πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως
σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον
ἐξανάστασιν.
ὁ β’ χορὸς
Δόξα Πατρί... Ἦχος πλ. δ'
Κύριε, ἀναβαίνοντός
σου ἐν τῷ σταυρῶ, φόβος, καὶ τρόμος ἐπέπεσε τῇ Κτίσει, καὶ τὴν γῆν μὲν ἐκώλυες,
καταπιεῖν τοὺς σταυροῦντάς σε, τῷ δὲ ᾍδῃ ἐπέτρεπες, ἀναπέμπειν τοὺς δεσμίους εἰς
ἀναγέννησιν βροτῶν. Κριτὰ ζώντων καὶ νεκρῶν, ζωὴν ἦλθες παρασχεῖν, καὶ οὐ θάνατον,
Φιλάνθρωπε δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν... Ἦχος ὁ αὐτὸς
Ἤδη βάπτεται
κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται
σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον. Ἀλλ' ὁ φύσει σώματος
δι' ἐμὲ πάσχων, ἀγαθὲ Κύριε δόξα σοι.
Εὐαγγέλιον ΙΒ'
Κατὰ Ματθαῖον
Τῇ ἐπαύριον, ἥτις
ἐστὶ μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες,
Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας
ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε
ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρθη ἀπὸ τῶν
νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος,
῎Εχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο
τὸν τάφον, σφραγίσαντες
τὸν λίθον μετὰ τῆς κουστωδίας.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι. ( ἀργῶς)
Εἶτα,
τό, Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι... Τρισάγιον Παναγία Τριάς..., Πάτερ ἡμῶν...,
Ὅτι σοῦ ἐστιν..., καὶ τὸ
Ἀπολυτίκιον
ὁ α’ χορός
Ἦχος δ'
Ἐξηγόρασας ἡμᾶς,
ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ
κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Ἐξηγόρασας ἡμᾶς...
ὁ α’ χορός
Ἐξηγόρασας ἡμᾶς...
Ἐκτενής καὶ Ἀπόλυσις
«...῾Ο ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν καί
θάνατον ὑπομείνας διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου