Τρίτη 21 Απριλίου 2020

ΕΠΙΚΗΔΕΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΝ ΤΗ ΔΙΑΚΑΙΝΗΣΙΜΩ ΕΒΔΟΜΑΔΙ

Δεῖ γινώσκειν, ὅτι ἐὰν γένηταί τινα ἀδελφόν ἐκδημῆσαι πρὸς Κύριον ἐν τῇ ἁγίᾳ ἑβδομάδι τῆς Διακαινησίμου, οὐ ψάλλομεν ἐπ’ αὐτοῦ τὴν συνειθισμένην Ἀκολουθίαν τῶν κεκοιμημένων, ἀλλά πᾶσαν τὴν Ἀναστάσιμον Ἀκολουθίαν.
Ἡ αὐτῆ Ἀκολουθία τελεῖται καὶ τῇ ἡμέρα τῆς ἀποδόσεως τοῦ ἁγίου Πάσχα. Καθ’ ὅλην δὲ τὴν μέχρι ταύτης χρονικὴν περίοδον ψάλλεται ἡ συνήθης Νεκρώσιμος Ἀκολουθία, ἀντικαθισταμένου τοῦ Ἁγιος ὁ Θεὸς διά τοῦ Χριστὸς ἀνέστη. Μέχρι τοῦ Ναοῦ ψάλλεται ἑπίσης τὸ Χριστὸς ἀνέστη. Ἀντὶ δὲ Δεῦτε τελευταῖον ἀσπασμόν... ψάλλομεν τὸ Ἀναστάσεως ἡμέρα... Τὸ αὐτὸ ψάλλομεν καὶ μέχρι τοῦ τάφου. 

ΕΝ ΤΩ ΟΙΚΩ

ΔΙΑΚΟΝΟΣ
Εὐλόγησον, δέσποτα.
ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ΧΟΡΟΣ:
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (2)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
ΔΙΑΚΟΝΟΣ
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου Κύριε.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Ὁ ἀναστάς ἐκ νεκρῶν, καὶ θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

Καθ’ ὁδὸν μέχρι τοῦ Ναοῦ οἱ ψάλται ψάλλουσιν ἀργῶς τὸ:
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΕΝ ΤΩ ΝΑΩ

Εἶτα ψάλλονται αἱ Καταβασίαι τοῦ Πάσχα ὡς ἑξῆς:
Ὠδὴ α'
Ἦχος α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ἐὰν ὦσι πλείονες Ἱερεῖς , εἰς τὸ τέλος ἑκάστης ᾠδῆς ὁ Διάκονος (Ἱερεύς) ἐκφωνεῖ Τοῦ Κυρίου δεηθῶμεν. Οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειράν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων. Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων. 
Ὠδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Ὠδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Ὠδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Ὠδὴ Ϛ'

Ὠδὴ ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Ὠδὴ η'
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Ὠδὴ θ'
Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου
Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...
Καί  εὐθὺς τὸ αὐτόμελον Ἐξαποστειλάριον
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. (2)

Εἶτα ὁ Ἀπόστολος καί τὸ Εὐαγγέλιον τῆς ἡμέρας.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.
ΔΙΑΚΟΝΟΣ
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
ΧΟΡΟΣ
Παράσχου Κύριε.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Ὁ ἀναστάς ἐκ νεκρῶν, καὶ θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.
ΙΕΡΕΥΣ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀντὶ δὲ τοῦ Δεῦτε τελευταῖον ἀσπασμόν, ψάλλομεν τὸ ἑξῆς: 
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. α'
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἐκ τοῦ Ναοῦ μέχρι τοῦ τάφου ψάλλεται τὸ: Ἀναστάσεως ἡμέρα...

ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ
Ὁ Ἱερεύς ἀναγινώσκει τὸ Νεκρώσιμον Τρισάγιον (Ἀναστάσιμον) ὡς ἐν τῷ οἴκω. Πρίν τὸ τελευταίο Χριστὸς ἀνέστη ἐκ νεκρῶν,  ὁ Ἱερεύς ῥαντίζει τὸν νεκρὸν μέ ἐλαίον λέγων:
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Εἴτα ἄρας χοῦν διά τοῦ πτύου, ῥίπτει αὐτὸν σταυροειδῶς ἐπί τοῦ νεκροῦ λέγων:
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικούντες ἐν αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.

διάφορα βιβλία

  επιστολή Χριστου, αγ.Κυπριανου...:  https://docs.google.com/document/d/1iuauxpzIXEIdHU9SyrE5px254zfoGs5XDm2_vddyLME/edit?usp=sharing Ο Όσι...