+ΠΑΣΧΑΛΙΟΣ ΗΜΕΡΟΝΥΚΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ
Ἀπὸ τῆς ἡμέρας τῆς ἁγίας καὶ
μεγάλης Κυριακῆς τοῦ Πάσχα καὶ καθ΄ ὅλην τὴν Διακαινήσιμον ἑβδομάδα μέχρι τοῦ
Ἑσπερινοῦ τοῦ Σαββάτου, ὡς καὶ καὶ ἀπὸ τοῦ Ἑσπερινοῦ τῆς Τρίτης τῆς ς΄ ἀπὸ τοῦ
Πάσχα ἑβδομάδος (Τυφλοῦ) μέχρι τοῦ Ἑσπερινοῦ τῆς Τετάρτης, καθ΄ ἣν ἀποδίδεται ἡ
ἑορτὴ τοῦ ἁγίου Πάσχα ἀντί· ΜΕΣΟΝΥΚΤΙΚΟΥ, ΩΡΩΝ, καὶ ΑΠΟΔΕΙΠΝΟΥ, αναγινώσκεται ἡ
ἑξῆς Ἀκολουθία.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ.:Ἀμήν.
(χωρίς ἱερέα:Δι΄εὐχῶν
τῶν ἁγίων πατέρων...)
(χῦμα)
Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος (3).
Εἶτα·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου,
Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ
γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε
πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε
διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι΄ ἡμᾶς, θανάτῳ θάνατον
ὤλεσεν. (τρίς).
Προλαβοῦσαι τὸν
ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος,
ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς
ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς
ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ
γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ
κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής,
Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε· καὶ τοῖς σοῖς
Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν
Ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες
Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα... Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ
παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ
τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν... Θεοτοκίον.Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται
ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις,
πανάμωμε Δέσποινα.
Τό,
Κύριε, ἐλέησον (μ΄).
Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν
Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. ΕΝ ΟΝΟΜΑΤΙ ΚΥΡΙΟΥ ΕΥΛΟΓΗΣΟΝ,
ΠΑΤΕΡ.
Ἱ.:Δι΄ εὐχῶν τῶν
ἁγίων Πατέρων ἡμῶν... (ΑΠΟΛΥΣΙΣ)
Καὶ πάλιν ὁμοίως, τό, Χριστὸς ἀνέστη... ἐκ γ΄,
καὶ τὰ λοιπά. Τρισσεύεται δὲ ἡ τοιαύτη Ἀκολουθία, ὡς ἔχει, ἐν τῷ Μεσονυκτικῷ,
ταῖς Ὥραις, καὶ ἐν τοῖς Ἀποδείπνοις, καὶ κλείεται διὰ τοῦ «Χριστὸς ἀνέστη...». Μετὰ τὸ δι΄ εὐχῶν τοῦ Ἀποδείπνου λέγομεν·
Εὐχὴ τοῦ Μεγ. Βασιλείου
………………………………………………………
Εὐλογητὸς εἶ, Δέσποτα παντοκράτωρ,
ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ
πυρός· ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς
ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου· καὶ
πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς
ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν
σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς
ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ
δυνάμει σου. Ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ
ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ
νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ
πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν
ἁγίων τῶν ἀπ΄ αἰῶνος σοι εὐαρεστησάντων· Ἀμήν.
……………………………………………………….
ΠΡΙΝ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ: Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3) (ψάλλεται πολλάκις καὶ γίνεται ὁ ἀσπασμός τῆς εἰκόνος
Ἀναστάσεως).
………………………………………………….…..
Ι. Απόλυσις: Χριστὸς
ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος. (3) Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ
ἐλπὶς ἡμῶν, δόξα σοι. ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ…ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ, (3) ΠΑΤΕΡ ΑΓΙΕ,ΕΥΛΟΓΗΣΟΝ..Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς
ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων
Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τοῦ (ΤΩΝ)
ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ) καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν
Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
………………………………………………………………….
ΠΡΙΝ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ:
ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως
ἐκφωνεῖ·ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: (χῦμα) Κατακλείει διά τοῦ·
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: (χῦμα) Κατακλείει διά τοῦ·
…………………………………………………………………….
«Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον
πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου