Δευτέρα 15 Μαρτίου 2021

17 ΜΑΡΤΙΟΥ 2021 Τετάρτη τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν

 

17 ΜΑΡΤΙΟΥ 2021 

Τετάρτη τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν 

ὁ Ὄρθρος  

Καθαρὰ Τετάρτη 

Ἦχος βαρύς - 17.03.2021 

Ὁσίου Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ. 

Εἰς τὸν Ὄρθρον. 

ὁ ἱερεύς· «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης· Τρισάγιον κ.τ.λ., «῞Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης· «Κύριε, ἐλέησον» (ιβ´), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς· «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης· τὸν Ἑξάψαλμον. 

ὁ ἱερεύς· Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «῞Οτι πρέπει σοι». 

ΤΡΙΑΔΙΚΑ : ὁ Χορός· εἰς ἦχον βαρὺν (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους  αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ,  

μεθ᾿ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ βαρέως ἤχου (τῆς ἑβδομάδος). Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. 

Δόξα. 

Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡ μᾶς. 

Καὶ νῦν. 

Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. 

ὁ ἱερεύς· μικρὰν συναπτήν. «῞Οτι σόν τὸ Κράτος». 

ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός· εἰς τὴν α´ στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ βαρἐως ἤχου (τῆς ἑβδομάδος)  [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. 

Καθίσματα Σταυρώσιμα 

Ἦχος βαρύς. 

Ὁ δι᾿ ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. 

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥᾴθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. 

Δόξα. Καὶ νῦν.  

Σταυροθεοτοκίον 

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἀεὶ φρουρούμενοι, τὰς προσβολὰς Παρθένε τῶν δαιμόνων ἐκκλίνομεν·  διό σε κατὰ χρέος, ἀνυμνοῦντες δοξάζομεν, Θεοτόκε πανύμνητε. 

Εἰς τὴν β´ καὶ γ´ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Τετάρτης α´ ἑβδομάδος «Ὁ τοῖς πάθεσι τοῖς σοῖς», κ.λπ.). 

Μετὰ τὴν β´ Στιχολογίαν, τὰ παρόντα Καθίσματα.  

Ἦχος β´. Ὁ εὐσχήμων Ἰωσήφ. 

Ὁ τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νε κρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος.Δόξα. τὸ αὐτό. 

1

Καὶ νῦν. Σταυροθεοτοκίον. 

Ἦχος β´. Εὐσπλαγχνίας ὑπάρχουσα. 

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε, νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς·  Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον, ἑκουσίως  ἐν Σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον; 

Μετὰ τὴν γ´ Στιχολογίαν Καθίσματα.  

Ἦχος β´. Τὸν ζωοποιὸν Σταυρόν. 

Τὸν φωτοποιὸν καιρόν, ὃν νῦν ἀφιέρωσας, καὶ ἐδωρήσω ἡμῖν, τῆς ἐγκρατείας Κύριε, σὺ ἀξίωσον  ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ ἰσχύϊ, μόνε  Φιλάνθρωπε. 

Δόξα. τὸ αὐτό. 

Καὶ νῦν. Σταυροθεοτοκίον. 

Ἦχος β´. Εὐσπλαγχνίας ὑπάρχουσα. 

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥᾳδίως ἐκτρεπόμεθα· διό σε κατὰ χρέος μακαρίζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν. 

ὁ Ν´ Ψαλμὸς χῦμα, 

ὁ ἱερεύς· «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ´) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». 

ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ γ´ ᾨδή.  

ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες  

ὡς ἑξῆς· εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια,  

εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου.  

Εἰς τὸ τέλος τῆς γ´ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μηνα ῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β´ τριῳδίου),  

ᾨδὴ α´.  

ὁ Κανὼν τοῦ Ὁσίου Ἀλεξίου. 

οὗ ἡ Ἀκροστιχίς· Σὲ τὸν Θεοῦ Ἄνθρωπον αἰνέσω μάκαρ. Ἰωσήφ. 

Ἦχος β´. Ὁ Εἱρμός. 

«Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξα σται». 

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε. 

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἑαυτὸν διόλου τῷ Θεῷ, μάκαρ ἀναθέμενος, ἔξω σαρκὸς καὶ κόσμου ἐχρημάτισας, πλούτου διαῤ ῥέοντος, τὸν οὐράνιον προτιμήσας καὶ μένοντα, καὶ ἐνεγκαμένης, πόλιν τὴν Σιὼν τὴν αἰωνίζου σαν. 

Δόξα.  

Τῆς νηδύος σὺ τῆς μητρικῆς, στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ πανόλβιε· ἐν γαστρί καρδίας δέ, τὸν ἁγνότατον συλλαβὼν φόβον ἔτεκες, πνεῦμα σωτηρίας, θείαις ἀρεταῖς διὰ τῆς πί στεως. 

Καὶ νῦν. 

2

Θεοτοκίον 

Ὁ Θεοῦ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως, μόνην ὑπὲρ πᾶσαν, κτίσιν Ἄχραντε καθαράν σε εὑράμενος· ὅθεν σε ὑμνοῦμεν, πᾶσαι γενεαὶ καὶ μακαρίζο μεν. 

ᾨδὴ γ´.  

τοῦ Ἁγίου 

Ἦχος β´. Ὁ Εἱρμός. 

«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου». 

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡ δονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν. 

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Θορύβους τοὺς ἐν βίῳ, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας, τῆς πατρίδος πάτερ Ἀλέξιε, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος. 

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν 

Ἐν δάκρυσι καὶ πόνοις, καὶ ἐγκρατείᾳ Πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσε ως, τὴν ἀπάθειαν νέμον τῇ καρδίᾳ σου. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Ὁ ἄνω ἀθεώρητος, τοῖς Ἀγγέλοις Ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος, καθορᾶται τέλειος ἄνθρω πος, ἀπολλύμενον κόσμον ἀνακτώμενος. 

ὁ Κανὼν τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου 

Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος. 

Σταυρώσωμεν τὰ μέλη δι᾿ ἐγκρατείας· νήψωμεν εἰς προσευχὰς ὡς γέγραπται, καὶ κατ᾿ ἴχνος πο λιτευσώμεθα, τοῦ παθόντος, καὶ πάθη ἐκθανατώσαντος. 

Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. 

Ἐμέσαντες τὴν ἔμπικρον, ἁμαρτίαν σπεύσωμεν, τῷ τὴν χολὴν θελήματι, γευσαμένῳ εὐαρεστῆ σαι Χριστῷ, τῷ Σταυρῷ καθελόντι τὸν ἀρχέκακον. 

Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. 

Συνήθειαν λαβοῦσα, ἡ ἁμαρτία ἕλκει με, εἰς παντελῆ ἀπώλειαν· ἀλλὰ σύ με ἐκ ταύτης λύτρω σαι, τῷ Σταυρῷ σου Οἰκτίρμον πολυέλεε. 

Θεοτοκίον 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Δεσπόζουσα ἁπάντων, τῶν ποιημάτων Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐ λευθέρωσον, τοῦ δολίου καὶ μόνου πολεμήτορος. 

Εἱρμὸς ἄλλος 

Ἦχος β´. Στερέωσον ἡμᾶς ἐν σοί, Κύριε. 

Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. 

Τὸ ξύλον τοῦ Σταυροῦ τὴν ἐγκράτειαν τῷ κόσμῳ ἐξήνθησεν, ἣν ἐκ πόθου ἀσπασάμενοι τρυφή σωμεν, παγκαρπίαν τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ. 

Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. 

Ἐγκράτειαν παθῶν καὶ νῦν φέροντες, τὴν σάρκα σταυρώσωμεν τῷ Κυρίῳ, καὶ νεκρὸν αὐτῆς τὸ φρόνημα ἀποδείξωμεν πάντες τῇ ἐνθέῳ ζωῇ. 

Δόξα.  

Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα δοξάζω· Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότη τος, βασιλείαν ἁπάντων, καὶ λαμπρότητα. 

Καὶ νῦν.  

Θεοτοκίον 

3

Ὁ Τόκος σου Ἁγνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς  γεννηθείς, καὶ ἐκ σοῦ ἐπ᾿ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς. 

Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. 

Τὴν Σταύρωσιν ὑμνῶ καὶ τὴν λόγχευσιν, τῆς θείας Πλευρᾶς σου· ἐξ ἧς τὸ πόμα, τὸ ἀθάνατον ἀ ρύομαι, καθ᾿ ἑκάστην Χριστέ, καὶ ἁγιάζομαι. 

Ἦχος β´. Ὁ Εἱρμός. 

«Στερέωσον ἡμᾶς ἐν σοί Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον,  εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». 

ὁ ἱερεύς· αἴτησιν καὶ ἐκφώνησιν· «῞Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» 

τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου 

Μεσῴδια Καθίσματα. 

τοῦ Ἁγίου 

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σοὺς σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα· καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅ λων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πι στῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 

Δόξα.  

Ἦχος γ´. Τὴν ὡραιότητα. 

Κόσμου τερπνότητα ὁσίως ἔλιπες, ἀνταλλαξάμενος πλούτου τοῦ ῥέοντος, τὸν ἀδιάῤῥευστον σα φῶς, καὶ μένοντα Ἀλέξιε· ὅθεν μετὰ πάντων σε, τῶν Ἁγίων δοξάζομεν, καὶ πανηγυρίζομεν, ἱε ρῶς ἐν τῇ μνήμη σου, αἰτούμενοι εὑρεῖν ταῖς εὐχαῖς σου, Πάτερ τὸ μέγα ἔλεος. Καὶ νῦν.  

Σταυροθεοτοκίον 

Ἡ σὲ κυήσασα Χριστὲ εἰσβλέψασα, Σταυρῷ ὑψούμενον, ὥσπερ κατάκριτον, θρηνολογοῦσα γοε ρῶς, τοιαῦτα ἀπεφθέγγετο· Οἴμοι! πῶς σε ἄνομος, δῆμος ὅλως οὐκ ᾤκτειρε, τοῦτον οἰκτειρήσαν τα, διὰ πλῆθος ἐλέους σου; Μή με ἐγκαταλίπῃς ἐν κόσμῳ μόνην, ὁ μόνος ἀναμάρτητος. 

Εἰς τὸ τέλος τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου [ἢ τοῦ Τριῳδίου, ἂν συμπίπτῃ νὰ ὑπάρχῃ] ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς. 

ὁ ἱερεύς· αἴτησιν καὶ ἐκφώνησιν· «Σύ γὰρ εἶ ὁ βασιλεύς».  

Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου (βαρέως) τῆς Ἑβδομάδος 

[τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] 

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τὸν φιλάνθρωπον Θεόν, σωθῆ ναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

καὶ τὸ Συναξάριον. 

Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου, τοῦ ἐπικληθέντος Ἀνθρώπου τοῦ Θεοῦ. 

Στίχοι 

Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος. 

Ἕξεις τι καινὸν κἄν πόλῳ, Πάτερ, μόνος. 

Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Μαρίνος, ξίφει τελειοῦται. Στίχοι 

Τμηθεὶς Μαρῖνος ἐκτέμνει κάραν πλάνης, 

4

Καὶ σὺν κεφαλῇ τῶν ὅλων Χριστῷ μένει. 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πατρικίου, ἀποστόλου καὶ φωτιστοῦ τῆς Ἰρ λανδίας. 

Στίχοι 

Ἀποστολικῶς Πατρίκιος βιώσας, 

Πᾶσαν γῆν ἐφώτισε τῆς Ἰρλανδίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Γερτρούδη, ἡγουμένη τῆς ἐν Νιβέλλ τοῦ Βελγίου Μονῆς, ἐν εἰ ρήνῃ τελειοῦται, ἐν ἔτει 659ῳ. 

Στίχοι 

Ἡ νύμφη ἁγνὴ τοῦ ἀληθοῦς Νυμφίου, 

Γερτρούδη κεκοίμηται ὕπνον δικαίων. 

Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀ πειλῆς τοῦ σεισμοῦ, ἧς παρ᾿ ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος· γέγονε δὲ ἐπὶ Κωνσταντίνου βασιλέως. 

Στίχοι 

Στηρίξας τῷ φόβῳ σου ἡμᾶς, Οἰκτίρμον, 

Τὴν γῆν, Λόγε, ἔσεισας τῷ νεύματί σου. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται. Στίχοι 

Ζῆλος διεξέκαυσε Παῦλον εἰκόνων, 

ᾯ φλὸξ δι᾿ αὐτὰς ἐξεκαύθη καμίνου. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεοστήρικτος, ἡγούμενος τῆς Μονῆς τῆς Πελεκητῆς, ὁ Ὁ μολογητής, ἐν εἰρήνῃ τελειοῦται. 

Στίχοι 

Στήριγμα πιστοῖς καὶ μεταστὰς ἐκ βίου, 

Τὰς σάς, Θεοστήρικτε, πρεσβείας δίδου. 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου, ἡγουμένου τῆς Μονῆς Κολιαζίνο, ἐν Ῥωσσίᾳ. 

Στίχοι 

Δόξα τῷ Θεῷ ἕνεκα πάντων! κράζων, 

Ὁ θεῖος Μακάριος Χριστῷ ἀπέπτη. 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Γαβριὴλ Μζίρε, τοῦ Νέου, ἐν Γεωργίᾳ ἀποκτανθέντος ὑπὸ φανατικῶν μωαμεθανῶν ἐν ἔτει 1802ῳ. 

Στίχοι 

Ἄγαρ ζοφερὰν τὴν πλάνην διελέγξας, 

Γαβριὴλ υἱὸς φωτός, πρὸς φῶς μετέστη. 

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

[ἐν τῇ η´ ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ´, η´, θ´, ὡς καθ᾿ ὅλον τὸν ἐνιαυτόν] 

Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ Τριῳδίου, 

Ἦχος β´. Ὁ Εἱρμός. 

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνε ῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». 

ὁ ἱερεύς· «Τὴν Θεοτόκον καὶ μητέρα» 

ὁ Χορός· στιχολογεῖ «Τὴν τιμιωτέραν»· 

Η ΩιΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 

Ἦχος β´(εἱρμολογικῶς) 

Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί  5

μου. 

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν  Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί  με πᾶσαι αἱ γενεαί. 

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς  γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέ ρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

εἶτα ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ Τριῳδίου 

Ἦχος β´. Ὁ Εἱρμός. 

«Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς  ὡς Θεοτόκόν μεγαλύνομεν». 

καὶ τὸ «῎Αξιον ἐστίν».  

ὁ ἱερεύς· Αἴτησιν, καὶ ἐκφώνησιν· «῞Οτι σέ αἰνοῦσι». 

ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ βαρέως Ἤχου. 

Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου  ἔλεος. 

Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. 

ὁ ἱερεύς· «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης· τὴν Δοξολογίαν (χῦμα). 

ὁ ἱερεύς· «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: 

ὁ Χορός· τὸ Ἰδιόμελον τοῦ Τριῳδίου «Νηστείᾳ, τῶν λογισμῶν» (δίς) 

καὶ τὸ Μαρτυρικὸν «Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι» (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους,  Δόξα. Καὶ νῦν, Θεοτοκίον «Τί τὸ ὁρώμενον θέαμα». 

Ἀπόστιχα τῶν Αἴνων. 

Ἦχος πλ. δ´. 

Νηστείᾳ, τῶν λογισμῶν τὰ πάθη, δεῦτε δουλώσωμεν, πνευματικαῖς ἑαυτοὺς πτέρυξι περιστεί λαντες· ἵνα τὴν τοῦ ἐχθροῦ, κινουμένην ζάλην, κοῦφοι περάσαντες, ἄξιοι γενώμεθα, τῆς τοῦ Σταυροῦ προσκυνήσεως, τοῦ ὑπὲρ τοῦ Κόσμου σφαγέντος ἑκουσίως, Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευμα τικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν· ἐπ᾿ ὄρους ἀρθέντες, Μαθηταῖς συν δοξάσωμεν, τὸν ἐξουσίαν λαβόντα πᾶσαν, Υἱὸν ἐκ Πατρὸς τὸν φιλάνθρωπον.  Στίχ. α´. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν  πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδο 

6

μεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.  Νηστείᾳ, τῶν λογισμῶν τὰ πάθη, δεῦτε δουλώσωμεν, .. 

Μαρτυρικόν 

Στίχ. β´. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν  κατεύθυνον ἐφ᾿ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.  

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε  τὴν χάριν τῆς αἰωνίου ζωῆς· τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνε σθε· καὶ νῦν τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν· πρεσβεύσατε, τοῦ σωθῆναι τὰς  ψυχὰς ἡμῶν. 

Δόξα. Καὶ νῦν.  

Σταυροθεοτοκίον 

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. 

Τί τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθοράται, ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, Κτί σιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσιν νέμων ζωήν· ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε  ἑώρακεν, ἐν Σταυρῷ ἡ πάναγνος, τὸν ἐξ αὐτῆς, ἀῤῥήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον. ὁ ἱερεύς· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι»,  

ὁ Ἀναγνώστης· Τρισάγιον κ.λπ., 

Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα  

ὁ Ἀναγνώστης· «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ´), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν  ὀνόματι Κυρίου»· 

ὁ ἱερεύς· «Ὁ ὢν εὐλογητός»,  

ὁ Προεστώς· «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». 

Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ▶▶ βλέπε ἀναλυτικῶς εἰς τὸ τέλος. 

ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ´, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου  

[ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] 

Εἰς τὴν Θ´ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ᾿ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύ ριε, ἐλέησον» (μ´), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου»,  ὁ ἱερεύς· «Δι᾿ εὐχῶν» 

ὁ Προεστώς· «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. 

οἱ Χοροί· εἰς ἦχον πλ. δ´ τοὺς Μακαρισμοὺς μετ᾿ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν,  Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης· τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν. 

ὁ Προεστώς· «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον».  

τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς· «῞Οτι σοῦ ἐστί»,  

ὁ Ἀναγνώστης· τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης»,  

τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι· Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ´. 

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρη σαι, Χριστὲ ὁ Θεός· Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 

τοῦ ἁγίου τοῦ Ναοῦ, ..  

τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ´ ᾠδὴν τῶν κανόνων), ἤτοι· 7

τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου (βαρέως)τῆς Ἑβδομάδος 

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τὸν φιλάνθρωπον Θεόν, σωθῆ ναι τὰς ψυχὰς ἡμῶν. 

Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία»,  «Κύριε, ἐλέησον» (μ´), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ´), Δόξα, Καὶ νῦν, «Τὴν τιμιω τέραν», «Ἐν ὀνόματι Κυρίου»,  

ὁ ἱερεύς· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς».  

ὁ Προεστώς· «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ᾿ ἃς ἄρχεται ὁ Ἑσπερινὸς τῆς 18ης Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων  

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 

καὶ διανέμεται δωρεὰν 

ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 

http://akolouthies.wordpress.com 

Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

Α´ Ὥρα 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς ε´. 

Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ  Βασιλεύς μου καὶ ὁ Θεός μου·  

Ὅτι πρὸς σέ προσεύξομαι, Κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι,  καὶ ἐπόψει με·  

Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ.  

Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.  Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·  Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.  

Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν  ἅγιόν σου ἐν φόβῳ σου.  

Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν  ὁδόν μου.  

Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ  λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.  

Κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβει ῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.  

8

Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις  ἐν αὐτοῖς,  

Καὶ καυχήσονται ἐν σοί πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.  

Ὅτι σύ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ψαλμὸς πθ´. 

Kύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.  

Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ  αἰῶνος σύ εἶ.  

Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.  Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί.  Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλ θοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.  

Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.  

Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.  Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.  

Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων·  

Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,  καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·  

Ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿ἡμᾶς, καὶ παιδευθησόμεθα.  

Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι;  Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.  Ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.  

Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν· ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. 

Εὐφρανθείημεν, ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.  Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.  Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυ νον ἐφ᾿ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.  

Ψαλμὸς ρ´. 

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; Διε πορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.  

Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα.  Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾿ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον.  Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·  

Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.  

Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ἐμοῦ·  Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει.  

Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον  τῶν ὀφθαλμῶν μου.  

Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυ ρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.  

Δόξα. Καὶ νῦν. 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) 

Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

Ἦχος πλ. β´. 

9

Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.  

Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

Στίχ. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.  Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν· ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Πα ράδεισον· ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον· ὅτι ἔμεινας ἄφθορος. Ἁγνὴν  Μητέρα· ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις Υἱὸν τὸν πάντων Θεόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυ χὰς ἡμῶν. 

καὶ εὐθὺς ψάλλομεν  

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.  (δίς) 

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. (δίς) Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. (δίς) Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν  τὴν μεγαλοπρέπειάν σου. (τρίς) 

αὖθις δὲ χῦμα: 

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς  ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.  Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ  θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης· Ἀμήν. 

τῇ Τετάρτῃ καὶ Παρασκευῇ, λέγομεν τὸ Τροπάριον· 

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χρι στὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει ὀρθο δόξων ἡ πίστις· πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. 

Κύριε, ἐλέησον (μ´) καὶ τὴν εὐχὴν ταύτην· 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλο γητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Κύριε, ἐλέησον. (γ´) 

10

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς,  καὶ ἐλεῆσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς· 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· 

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσι τον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρεσβείαις τῆς πανα χράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων.  

ὁ Ἀναγνώστης· Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ... Καὶ εὐθὺς ἀρχόμεθα τῆς Τρίτης Ὥρας. 

Γ´ Ὥρα 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς ιϚ´. 

Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου  οὐκ ἐν χείλεσι δολίοις.  

Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.  Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.  Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου  ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.  

Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.  Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων  μου.  

Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σέ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσε βῶν τῶν ταλαιπωρησάντων με.  

Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλη σεν ὑπερηφανίαν.  

Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.  Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.  Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς·  

Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.  11

Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου  ἐπλήσθη ἡ γαστὴρ αὐτῶν·  

Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.  

Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν  δόξαν σου. 

Ψαλμὸς κδ´. 

Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοί πέποιθα·  

Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.  Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·  

Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.  

Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με.  

Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σύ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σέ ὑπέμει να ὅλην τὴν ἡμέραν.  

Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.  Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·  

Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.  

Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.  Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.  

Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια  αὐτοῦ.  

Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστι.  Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; Νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.  Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.  Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.  Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.  Ἐπίβλεψον ἐπ᾿ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.  

Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.  Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.  Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.  Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.  Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.  

Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.  

Ψαλμὸς ν´. 

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον  τὸ ἀνόμημά μου.  

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.  Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.  Σοί μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,  καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.  Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.  Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκου τιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.  Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.  Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.  

12

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.  

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο σύνην σου.  

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.  Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.  

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς  οὐκ ἐξουδενώσει.  

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.  

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 

Δόξα. Καὶ νῦν. 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) 

Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

Ἦχος πλ. β´. 

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,  Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις  μου.  

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,  Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Στίχ. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς  ἀπ᾿ἐμοῦ. 

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,  Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν,  πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν  σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν. 

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς  ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.  Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ  θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης· Ἀμήν. 

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ  Πνεῦμα τὸ Ἅγιον καὶ δι᾿αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας. Φιλάνθρωπε, δόξα σοι. 

13

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιᾶσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσε σιν, ἀλλ᾿ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον, ὁ πανταχοῦ· ὥσπερ καὶ τοῖς Ἀποστόλοις  σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτόν, Οἰκτίρμον, ἵνα συννημμένοι σοι  ὑμνῶμεν καὶ δοξολογῶμεν τὸ Πανάγιόν σου Πνεῦμα. 

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ἡ ἐλπὶς καὶ προστασία καὶ καταφυγὴ τῶν Χριστιανῶν, τὸ ἀκαταμάχητον τεῖχος, τῶν καταπο νουμένων ὁ λιμὴν ὁ ἀχείμαστος σὺ εἶ, Θεοτόκε ἄχραντε· ἀλλ᾿ὡς τὸν κόσμον σῴζουσα τῇ ἀπα ύστῳ πρεσβείᾳ σου, μνήσθητι καὶ ἡμῶν, Παρθένε πανύμνητε. 

Κύριε, ἐλέησον (μ´) καὶ τὴν εὐχὴν ταύτην· 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλο γητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Κύριε, ἐλέησον. (γ´) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς,  καὶ ἐλεῆσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς· 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· 

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ Moνογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία  Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν  ἀνάξιον δοῦλόν σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  

ὁ Ἀναγνώστης· Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ... Καὶ εὐθὺς ἀρχόμεθα τῆς Ἕκτης Ὥρας. 

Ϛ´ Ὥρα 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 14

Ψαλμὸς νγ´. 

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.  

Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.  Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο  τὸν Θεὸν ἐνώπιον αὐτῶν.  

Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς  ἐχθροῖς μου.  

Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.  

Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·  Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ψαλμὸς νδ´. 

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι καὶ εἰσάκου σόν μου.  

Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾿ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.  

Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ἐμέ·  

Φόβος καὶ τρόμος ἦλθεν ἐπ᾿ἐμέ, καὶ ἐκάλυψέ με σκότος.  

Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;  Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.  

Προσεδεχόμην τὸν Θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.  Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν  τῇ πόλει.  

Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς·  

Ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ  δόλος.  

Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ᾿ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην  ἂν ἀπ᾿αὐτοῦ.  

Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου,  

Ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου ἐπορεύθημεν ἐν ὁμονοίᾳ.  Ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες,  

Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν.  

Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.  

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.  Λυτρώσεται ἐν εἰρήνῃ τῆν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.  Εἰσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Οὐ γάρ ἐστιν αὐτοῖς  ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.  

Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀνταποδιδόναι.  

Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ· διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ.  Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βο λίδες.  

Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.  

Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.  

Σύ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς·  

Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ  σέ. 

Ψαλμὸς Ϟ´. 

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.  15

Ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿αὐτόν,  Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.  

Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·  Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.  

Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει  διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.  

Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.  Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.  Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.  

Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγελοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.  Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·  

Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.  Ὅτι ἐπ᾿ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.  Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ᾿αὐτοῦ εἰμι ἐν θλίψει. 

Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν.  

Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.  

Δόξα. Καὶ νῦν. 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) 

Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

Ἦχος β´. 

Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ  Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ  σῶσον ἡμᾶς. 

Στίχ. Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.  Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ  Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ  σῶσον ἡμᾶς. 

Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. 

Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ  Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ  σῶσον ἡμᾶς. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπη σον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς 

ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστὶ καὶ σῴζειν δυνάμενος ὁ καὶ παθεῖν ὑπὲρ  ἡμῶν καταδεξάμενος. 

Εἶτα, τὸ Τροπάριον τῆς Προφητείας, καὶ ἀναγινώσκεται ἡ Προφητεία·  

Τροπάριον τῆς Προφητείας. 

Ἦχος δ´. 

Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν Φιλάνθρωπε· ἡμάρτομεν, ἀλλ᾿ οὐκ ἀπέστη μέν σου ὁ Θεός, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν, πρὸς Θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν τῇ σῇ ἀγα θότητι, Εὔσπλαγχνε. 

16

Δόξα. Καὶ νῦν. Τὸ αὐτό·  

Οἶδας τὸ πλάσμα ἡμῶν, .. 

Προκείμενον. Ἦχος δ´. Ψαλμὸς θ´. 

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. 

Στίχ. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί.  

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. 

(β´ 3-11) 

Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὑτῶν  εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὑτῶν εἰς δρέπανα·  

Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν.  Καὶ νῦν σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτί Κυρίου·  

Ἀνῆκε γὰρ τὸν λαὸν αὑτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς,  κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων· καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη  γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν·  Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·  

Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίη σαν οἱ δάκτυλοι αὐτῶν. 

Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς.  

Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου,  καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.  

Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί· ὁ δὲ ἄνθρωπος ταπεινός·  

Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προκείμενον. Ἦχος πλ. β´. Ψαλμὸς ι´. 

Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. 

Στίχ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχή μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;  Αὖθις δὲ ὁ Ἀναγνώστης· 

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον  ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθη τι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.  

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς  ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.  Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ  θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης· Ἀμήν. 

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός· ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας  ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη κράζοντα· Κύριε, δόξα σοι. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

17

Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων  ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς  ἔπλασας ἐκ τῆς δουλείας τοῦ Ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ  πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. 

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

τῇΤετάρτῃ καὶ τῇ Παρασκευῇ 

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ  σου κατεβλήθη ὁ ᾅδης καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν καὶ ζωῆς ἠξιώθημεν· τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. 

Κύριε, ἐλέησον. (μ´) 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλο γητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Κύριε, ἐλέησον. (γ´) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς,  καὶ ἐλεῆσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς· 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· 

Θεὲ καὶ Κύριε τῶν Δυνάμεων, καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ  γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας,  καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε,  πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις, καὶ  ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς  ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ  μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον  ἡμῶν τὰς ψυχάς, ἵνα, πρὸς σὲ διὰ παντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ  ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν καὶ εὐχαρι 

18

στίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ  καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ὁ Ἀναγνώστης· Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ... Καὶ εὐθὺς ἀρχόμεθα τῆς Ἐνάτης Ὥρας. 

Θ´ Ὥρα 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς πγ´. 

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.  

Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου,  

Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.  

Καὶ γὰρ στρουθίον εὕρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς,  Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.  Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.  Mακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ·  

Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο· Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς  τῶν θεῶν ἐν Σιών.  

Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερα σπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.  Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·  

Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁ μαρτωλῶν.  

Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει·  

Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.  

Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. 

Ψαλμὸς πδ´. 

Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.  

Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.  Kατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.  

Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾿ἡμῶν.  Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;  Ὁ Θεός, σὺ ἐπιστρέψας ζῳώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.  Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.  

Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ  τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾿αὐτόν.  

Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ  ἡμῶν.  

Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.  

Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.  

Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·  Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Ψαλμὸς πε´. 

Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.  19

Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμί· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.  

Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.  

Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.  Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.  Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου.  

Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.  

Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι  τὸ ὄνομά σου, ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος.  

Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·  

Εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.  

Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν  αἰῶνα, ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.  Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου,  καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.  

Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.  Ἐπιβλεψον ἐπ᾿ ἐμέ, καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῷσον τὸν υἱὸν τῆς παι δίσκης σου.  

Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι  σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. 

Καὶ πάλιν· 

Ποίησον μετ᾿ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι  σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. 

Δόξα. Καὶ νῦν. 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) 

Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

Ἦχος πλ. δ´.  

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι᾿ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ  φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

Στίχ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.  Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι᾿ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ  φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

Στίχ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι᾿ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου καὶ σταύρωσιν ὑπομείνας, ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον  σκυλεύσας καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλαν θρωπίαν σου, ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον,  Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην  σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ  Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.  

αὖθις δέ: 

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) 

20

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς  ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.  Κύριε, ἐλέησον. (τρίς) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ  θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης· Ἀμήν. 

Βλέπων ὁ λῃστὴς τὸν Ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε  σαρκωθεὶς ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ᾿ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ἐν μέσῳ δύο λῃστῶν ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός σου, τοῦ μὲν καταγομένου εἰς ᾅδην  τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας, Χριστὲ ὁ  Θεός, δόξα σοι. 

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δα κρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται  ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. Κύριε, ἐλέησον (μ´) καὶ τὴν εὐχὴν ταύτην· 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλο γητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Κύριε, ἐλέησον. (γ´) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Tὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. 

ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν.... 

καὶ ψάλλομεν τοὺς Μακαρισμούς· 

Ἦχος πλ. δ´. 

Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.  Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 

21

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ὑμῶν,  ψευδόμενοι ἕνεκεν ἐμοῦ. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

Εἶτα, χῦμα· 

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐ-ρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. 

Στίχ. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων μετὰ πασῶν τῶν ἐπουρανίων δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. 

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννη θέντα πρὸ πάντων τῶν αἰώνων·  

Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πα τρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο·  

Τὸν δι᾿ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ  σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα· Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα·  Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς,  

Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός·  22

Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν,  

Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,  

Τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφη τῶν. 

Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. 

Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. 

Προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. 

Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα  ἡμῖν συγχώρησον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσε νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης· Ἀμήν. 

Ἐπὶ τοῦ ὄρος μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθε άσαντο· ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν Πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κη ρύξωσιν ὅτι σὺ ὑπάρχεις ἀληθῶς τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, τὸ Κοντάκιον τοῦ Σταυροῦ· 

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρη σαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν  αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. καθ᾿ἑκάστην δὲ ἐπισυνάπτομεν τὸ Κοντάκιον τοῦ Ἁγίου τῆς Μονῆς ἢ τοῦ Ναοῦ 

[.. .. .. .. .. ] 

Εἶτα, τὸ Μαρτυρικὸν τῆς ἡμέρας κατὰ τὸν Ἦχον τῆς ἑβδομάδος ἐκ τοῦ Τριῳδίου 

τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου (βαρέως)τῆς Ἑβδομάδος 

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τὸν φιλάνθρωπον Θεόν, σωθῆ ναι τὰς ψυχὰς ἡμῶν. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. 

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς  ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς  κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεο τόκε, τῶν τιμώντων σε. 

Κύριε, ἐλέησον. (μ´) 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς 

23

 

διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλο γητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Κύριε, ἐλέησον. (γ´) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς,  καὶ ἐλεῆσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς· 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· 

Παναγία Τριάς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία,  εὐδόκησον δὴ καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν πε ρίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διὰ παντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ  καὶ λέγω· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.  

Εἶτα, ἀκολουθούσης τῆς Θείας Λειτουργίας τῶν Προηγιασμένων, λέγει 

ὁ Ἀναγνώστης· Ἀμήν. Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν· τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυ γκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγα λύνομεν.  

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (γ´) Πάτερ ἅγιε, εὐλόγησον! 

Καὶ ποιεῖ ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν. 

Αὖθις δέ,  

ἐνδεδυμένος τὴν ἅπασαν στολὴν αὑτοῦ, ἐκφωνεῖ τὸ «Εὐλογημένη» τῆς Θ.Λειτουργίας τῶν Προηγιασμένων. 

βλέπε· 

Ἑσπερινὸς τῆς 18ης Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων  24

17 ΜΑΡΤΙΟΥ 2021 

Τετάρτη τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν  

Ἑσπερινὸς τῆς 18ης Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων   Καθαρὰ Τετάρτη 

Ἦχος βαρύς ‐  18.03.2021 

Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων 

Ὁ ἱερεύς· «Εὐλογημένη ἡ Βασιλεία». «Δεῦτε προσκυνήσωμεν» τρὶς καὶ ὁ Προοιμιακός.   Τὰ εἰρηνικά, καὶ   

Τὸ ΙΗ´ Κάθισμα τοῦ Ψαλτηρίου («Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με»).   

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ»:  (ἦχος βαρύς) εἰς στίχους ι´:  «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου..» • τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς ἡμέρας «Νηστεύοντες, ἀδελφοὶ» (δίς),   

• τὸ Μαρτυρικὸν «Εἴ τις ἀρετὴ» (ἅπαξ),   

• Προσόμοια τῆς σειρᾶς 3· «Φεγγοβόλους ὑμᾶς» κ.λπ. καὶ   

• τοῦ Μηναίου (Μαρτίου 18) ἕτερα 3· «Ὡς ἀστὴρ ἀνατέταλκας» κ.λπ. εἰς 4,   

Δόξα. Καὶ νῦν. τὸ ἐν συνεχείᾳ Θεοτοκίον προσόμοιον «Φωτοφόρον παλάτιον». ΕΙΣΟΔΟΣ μετὰ θυμιατοῦ, «Φῶς ἱλαρὸν» ἄνευ μέλους,   

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ: 

ὁ ἱερεὺς «Ἑσπέρας», ὁ Ἀναγνώστης «Προκείμενον» κ.λπ. καὶ τὸ Ἀνάγνωσμα τῆς Γενέσεως.   Ἐν συνεχείᾳ, τὸ ἕτερον Προκείμενον μετὰ τοῦ στίχου αὐτοῦ καὶ ἐμμελῶς· «Κέλευσον».   Ὁ Ἱερεύς, ἱστάμενος πρὸ τῆς Ἁγίας Τραπέζης καὶ κρατῶν θυμιατήριον καὶ λαμπάδα ἀνημμένην  ἐκφωνεῖ· «Σοφία, ὀρθοί», στραφεὶς δὲ πρὸς τὸν λαόν· «Φῶς Χριστοῦ φαίνει πᾶσι»·   καὶ ὁ Ἀναγνώστης τὸ β´ Ἀνάγνωσμα (Παροιμιῶν). 

ΚΑΤΕΥΘΥΝΘΗΤΩ: Εἶτα ὁ ἱερεὺς πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ψάλλει τὸ «Κατευθυνθήτω», ὃ  καὶ ἐπαναλαμβάνουσιν οἱ Χοροὶ ἐξ ὑπαμοιβῆς τετράκις, τοῦ ἱερέως θυμιῶντος κύκλῳ ἑκάστην  πλευρὰν τῆς ἁγίας Τραπέζης καὶ λέγοντος ἐμμελῶς τοὺς οἰκείους στίχους. Εἶτα ὁ ἱερεὺς θυμιῶν  τὸν λαὸν λέγει πάλιν τὸ τελευταῖον «Κατευθυνθήτω» μέχρι τοῦ «ὡς θυμίαμα ἐνώπιόν σου», τὸ δὲ  λοιπὸν συμπληροῖ ὁ χορός.   

ΕΚΤΕΝΗΣ ‐ΚΑΤΗΧΟΥΜΕΝΑ: 

Ὁ ἱερεὺς τὴν ἐκτενῆ «Εἴπωμεν πάντες». 

Καθεξῆς τὰ τῶν κατηχουμένων κ.λπ., καὶ ἐκφώνησις «Κατὰ τὴν δωρεάν»·   ΧΕΡΟΥΒΙΚΟΝ: 

ἀντὶ τοῦ χερουβικοῦ τὸ «Νῦν αἱ δυνάμεις» ἄχρι τοῦ «ὁ βασιλεὺς τῆς δόξης», ἔνθα γίνεται σιωπη‐ ρῶς παρὰ τοῦ ἱερέως ἡ εἴσοδος τῶν προηγιασμένων θείων δώρων·   

εἶτα συνεχίζεται τὸ τροπάριον ἀπὸ τοῦ «Ἰδοὺ θυσία μυστική». 

ΠΛΗΡΩΤΙΚΑ: 

Εἶτα «Πληρώσωμεν» κ.λπ., «Καὶ καταξίωσον», «Πάτερ ἡμῶν»,   

«Πρόσχωμεν. Τὰ Προηγιασμένα ἅγια», «Εἷς ἅγιος». 

ΚΟΙΝΩΝΙΚΟΝ:«Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος». 

Εἰς τὴν μετὰ τὴν κοινωνίαν εὐλόγησιν ψάλλεται εἱρμολογικῶς εἰς ἦχον β´ τὸ ἑξῆς· «Εὐλογήσω  τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ Αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· ἄρτον οὐράνιον καὶ  ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα». Μετὰ τὸ «Πάντοτε νῦν καὶ ἀεί», ὁ χορὸς τὸ «Πληρωθήτω». 

Ὀπισθάμβωνος εὐχὴ «Δέσποτα παντοκράτορ»· «Εἴη τὸ ὄνομα» γ´,   

ΑΠΟΛΥΣΙΣ : «Εὐλογία Κυρίου», καὶ ἡ Ἀπόλυσις (ἐν ᾗ μνημονεύεται ὁ ἅγιος τῆς ἑπομένης ἡμέρας  ἤτοι Κύριλλος Ἱεροσολύμων),   

ἀλλὰ πρὸ τοῦ «Δι᾿ εὐχῶν» διανέμεται τὸ ἀντίδωρον, ἐνῷ ἀναγινώσκονται οἱ ψαλμοὶ λγ´ (33) «Εὐλογήσω τὸν Κύριον» καὶ ρμδ´ (144) «Ὑψώσω σε, ὁ Θεός μου»,   

καὶ εἶτα τὸ «Δι᾿ εὐχῶν».

1  

17 ΜΑΡΤΙΟΥ 2021 

Τετάρτη τῆς Α´ Ἑβδομάδος  

Ἑσπερινὸς τῆς 18ης Μαρτίου καὶ   

Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων   

ὁ Ἱερεύς:ΕΕΕὐὐὐλλλοοογγγηηημμμέέένννηηηἡἡἡβββααασσσιιιλλλεεείίίααατττοοοῦῦῦΠΠΠααατττρρρὸὸὸςςςκκκαααὶὶὶ τττοοοῦῦῦΥΥΥἱἱἱοοοῦῦῦκκκαααὶὶὶ τττοοοῦῦῦἉἉἉγγγίίίοοουυυΠΠΠνννεεεύύύμμμααατττοοοςςς,,, νννῦῦῦννν,,, κκκαααὶὶὶ ἀἀἀεεείίί,,, κκκαααὶὶὶ εεεἰἰἰςςς τττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... 

ὁ Ἀναγνώστης: Ἀμήν.   

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς 103 

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. 

Ἐξομολόγησιν καὶ μαγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. 

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. 

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. 

Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. 

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. 

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. 

Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. 

Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ  μεγάλων. 

Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. 

Πάντα  πρὸς  σὲ  προσδοκῶσι,  δοῦναι  τὴν  τροφὴν  αὐτῶν    εἰς  εὔκαιρον  δόντος  σου  αὐτοῖς  συλ‐ λέξουσιν. 

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ  πρόσωπον, ταραχθήσονται. 

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

2  

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. 

Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. 

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. 

καὶ πάλιν  

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. 

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. 

Δόξα. Καὶ νῦν. 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ´) 

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 

ὁ διάκονος ἢ ὁ Ἱερεύς, τὴν Μεγάλην Συναπτήν,   

ὁ δὲ χορὸς τό· «Κύριε ἐλέησον» εἰς τὸ κλιτόν. 

εἶτα ἐκφώνησις·  

ὍὍὍτττιιι πππρρρέέέπππεεειιι σσσοοοιιι,,, πππᾶᾶᾶσσσαααδδδόόόξξξααα,,, τττιιιμμμὴὴὴκκκαααὶὶὶ πππρρροοοσσσκκκύύύνννηηησσσιιιςςς,,, ......... 

Μεθ᾿ὃ κλείεται ἐντελῶς ἡ Ὡραία Πύλη, 

ὁ δὲ Ἀναγνώστης ἀπαγγέλλει ἔμπροσθεν τοῦ Σολέα   

τὰ «Πρὸς Κύριον», ἤτοι τὸ ΙΗ´(18ον) Κάθισμα τοῦ Ψαλτηρίου  

(κατὰ τὴν ἐνδιάμεσον ταύτην ὥραν οἱ Λειτουργοί, ἀφ᾿ ἑνὸς ἀναγινώσκουσι τὰς Εὐχὰς τῶν Ἀντιφώνων, ἀφ᾿ ἑτέρου  δὲ ἐκδιπλώνουσι τὸ Ἱερὸν Ἀντιμήνσιον καὶ μεταφέρουν ἐν ἄκρα εὐλαβείᾳ τὸν Προηγιασμένον Ἀμνὸν εἰς τὸ Ἅγιον  Δισκάριον, μετακομίζοντες τοῦτο μετὰ θυμιατοῦ καὶ λαμπάδος εἰς τὴν Ἁγίαν Πρόθεσιν) 

ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ  

ΨΑΛΜΟΣ ΡΙΘ´119 

ὁ Ἀναγνώστης: Ἀμήν. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Κύριε, ῥῦσαι  τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης  δολίας. Τί  δοθείη σοι, καὶ τί προστεθείη  σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, Οἴ‐ μοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· πολλὰ παρῴ‐ κησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, ὅταν ἐλάλουν αὐτοῖς, ἐπο‐ λέμουν με δωρεάν.   

ΨΑΛΜΟΣ ΡΚ´120   

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ  ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσ‐ σων  σε.  Ἰδοὺ  οὐ  νυστάξει,  οὐδὲ  ὑπνώσει  ὁ  φυλάσσων  τὸν  Ἰσραήλ.  Κύριος  φυλάξει  σε,  Κύριος  σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύ‐ ριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος, Κύριος φυλάξει τὴν εἴσο‐ δόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.   

ΨΑΛΜΟΣ ΡΚΑ´121   

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν  ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλήμ, οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ  τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσα‐ σθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσα‐ τε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυ‐ νάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, 

ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.   ΨΑΛΜΟΣ ΡΚΒ´122   

Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς  χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλ‐

3  

μοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς,  ὅτι  ἐπὶ πολὺ  ἐπλήσθημεν  ἐξουδενώσεως.  Ἐπὶ πλεῖον  ἐπλήσθη  ἡ ψυχὴ  ἡμῶν,  τὸ  ὄνειδος  τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. 

ΨΑΛΜΟΣ ΡΚΓ´123   

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι  ἀνθρώπους ἐφ᾿ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡ‐ μᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ  ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν  αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρί‐ βη, καὶ ἡμεῖς ἐῤῤύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ  τὴν γῆν.   

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός. (γ´) Κύριε, ἐλέησον. (γ´)    (μὲ ἐμμελῆ ἀπαγγελίαν):  Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

ὁ διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.   

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. ὁ χορός: Κύριε ἐλέησον. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέ‐ νου Μαρίας,  μετὰ πάντων  τῶν  ἁγίων  μνημονεύσαντες,  ἑαυτοὺς  καὶ  ἀλλήλους  καὶ πᾶσαν  τὴν  ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.   ὁ χορός: Σοί Κύριε. (εἰς τὸ κλιτόν) 

ὁ ἱερεύς: ὍὍὍτττιιι σσσὸὸὸννντττὸὸὸκκκρρράάάτττοοοςςς,,, κκκαααὶὶὶ σσσοοοῦῦῦἐἐἐσσστττιιινννἡἡἡΒΒΒααασσσιιιλλλεεείίίααακκκαααὶὶὶ ἡἡἡδδδύύύννναααμμμιιιςςςκκκαααὶὶὶ ἡἡἡδδδόόόξξξααατττοοοῦῦῦΠΠΠααατττρρρὸὸὸςςςκκκαααὶὶὶ τττοοοῦῦῦΥΥΥἱἱἱοοοῦῦῦ κκκαααὶὶὶ τττοοοῦῦῦἉἉἉγγγίίίοοουυυΠΠΠνννεεεύύύμμμααατττοοοςςς,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ  

ΨΑΛΜΟΣ ΡΚΔ´124 

ὁ Ἀναγνώστης: Ἀμήν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών,  οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα  ὁ κατοικῶν Ἱερουσα‐ λήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅ‐ τι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκ‐ τείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ  καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀ‐ νομίαν· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. 

ΨΑΛΜΟΣ ΡΚΕ´125   

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλή‐ σθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμε‐ γάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ἡμῶν, ἐγενήθημεν  εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπεί‐ ροντες ἐν  δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες  

τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.   ΨΑΛΜΟΣ ΡΚΣΤ´126   

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλά‐ ξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν. Ἐγείρεσθε μετὰ  τὸ καθῆσθαι οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονο‐ μία  Κυρίου,  υἱοί,  ὁ μισθὸς τοῦ  καρποῦ τῆς  γαστρός. Ὡσεὶ  βέλη ἐν  χειρὶ  δυνατοῦ,  οὕτως  οἱ  υἱοὶ  τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν, οὐ καταισχυνθή‐ σονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.   

ΨΑΛΜΟΣ ΡΚΖ´127   

Μακάριοι πάντες  οἱ  φοβούμενοι  τὸν  Κύριον,  οἱ πορευόμενοι  ἐν  ταῖς  ὁδοῖς αὐτοῦ.  Τοὺς πόνους  τῶν καρπῶν σου φάγεσαι, μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα 

4  

ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕ‐ τως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις  τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ  τὸν Ἰσραήλ.   

ΨΑΛΜΟΣ ΡΚΗ´128   

Πλεονάκις  ἐπολέμησάν με  ἐκ  νεότητός μου,  εἰπάτω  δὴ  Ἰσραήλ. Πλεονάκις  ἐπολέμησάν  με  ἐκ  νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμά‐ κρυναν  τὴν  ἀνομίαν  αὐτῶν.  Κύριος  δίκαιος  συνέκοψεν  αὐχένας  ἁμαρτωλῶν.  Αἰσχυνθήτωσαν  καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμά‐ των, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν  κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ᾿ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.   

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός. (γ´) Κύριε, ἐλέησον. (γ´)    (μὲ ἐμμελῆ ἀπαγγελίαν):  Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

ὁ διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.   

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. ὁ χορός: Κύριε ἐλέησον. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέ‐ νου Μαρίας,  μετὰ πάντων  τῶν  ἁγίων  μνημονεύσαντες,  ἑαυτοὺς  καὶ  ἀλλήλους  καὶ πᾶσαν  τὴν  ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.   ὁ χορός: Σοί Κύριε. (εἰς τὸ κλιτόν) 

ὁ ἱερεύς: ὍὍὍτττιιιἀἀἀγγγαααθθθὸὸὸςςςκκκαααὶὶὶΦΦΦιιιλλλάάάνννθθθρρρωωωππποοοςςςΘΘΘεεεὸὸὸςςςὑὑὑπππάάάρρρχχχεεειιιςςςκκκαααὶὶὶ σσσοοοίίί τττὴὴὴνννδδδόόόξξξααανννἀἀἀννναααπππέέέμμμππποοομμμεεεννντττῷῷῷΠΠΠααατττρρρὶὶὶ κκκαααὶὶὶ τττῷῷῷ ΥΥΥἱἱἱῷῷῷκκκαααὶὶὶ τττῷῷῷἉἉἉγγγίίίῳῳῳ,,, ΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... 

 ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ  

ΨΑΛΜΟΣ ΡΚΘ´129   

ὁ Ἀναγνώστης: Ἀμήν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσ‐ έχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσε‐ ται; Ὅτι παρὰ σοί ὁ  ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ  ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχὴ μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυ‐ κτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ  πολλὴ παρ᾿αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.   ΨΑΛΜΟΣ ΡΛ´130   

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν με‐ γάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς  τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω  Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.   

ΨΑΛΜΟΣ ΡΛΑ´131   

Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ,  καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ  Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ  δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτά‐ φοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐ‐ φραθᾷ,  εὕρομεν  αὐτὴν  ἐν  τοῖς  πεδίοις  τοῦ  δρυμοῦ.  Εἰσελευσόμεθα  εἰς  τὰ  σκηνώματα  αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν  σου, σύ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ  ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί  σου  ἀγαλλιάσονται.  Ἕνεκεν  Δαυῒδ  τοῦ  δούλου  σου  μὴ  ἀποστρέψῃς  τὸ  πρόσωπον  τοῦ  χριστοῦ  σου. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου  θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται  οἱ  υἱοί σου τὴν  διαθήκην μου,  καὶ τὰ μαρτύριά 

5  

μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου  εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀ‐ γαλλιάσει  ἀγαλλιάσονται.  Ἐκεῖ  ἐξανατελῶ  κέρας  τῶ Δαυΐδ,  ἡτοίμασα  λύχνον  τῷ  χριστῶ  μου. 

Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτόν ἐξανθήσει τὸ ἁγίασμά μου.    ΨΑΛΜΟΣ ΡΛΒ´132   

Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Ὡς μύρον ἐπὶ κεφαλῆς  τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος  αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐ‐ λογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.   

ΨΑΛΜΟΣ ΡΛΓ´133   

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴ‐ κου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.   

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός. (γ´) Κύριε, ἐλέησον. (γ´)    (μὲ ἐμμελῆ ἀπαγγελίαν):  Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

ὁ διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.   

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. ὁ χορός: Κύριε ἐλέησον. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέ‐ νου Μαρίας,  μετὰ πάντων  τῶν  ἁγίων  μνημονεύσαντες,  ἑαυτοὺς  καὶ  ἀλλήλους  καὶ πᾶσαν  τὴν  ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.   ὁ χορός: Σοί Κύριε. (εἰς τὸ κλιτόν) 

ὁ ἱερεύς: ὍὍὍτττιιι σσσὺὺὺεεεἶἶἶ ὁὁὁΘΘΘεεεὸὸὸςςςἡἡἡμμμῶῶῶννν,,, ΘΘΘεεεὸὸὸςςςτττοοοῦῦῦἐἐἐλλλεεεεεεῖῖῖνννκκκαααὶὶὶ σσσώώώζζζεεειιινννκκκαααὶὶὶ σσσοοοὶὶὶ τττὴὴὴνννδδδόόόξξξααανννἀἀἀννναααπππέέέμμμππποοομμμεεεννν,,, τττῷῷῷΠΠΠααατττρρρὶὶὶ κκκαααὶὶὶ τττῷῷῷΥΥΥἱἱἱῷῷῷκκκαααὶὶὶ τττῷῷῷἉἉἉγγγίίίῳῳῳΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... 

οἱ χοροὶ ταπεινῇ τῇ φωνῇ ψάλλουσι τό, Κύριε ἐκέκραξα..., εἰς τὸν Ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου 

Ψαλμὸς ρμ´ (140) 

Ἦχος πλ. δ´.    

Ἀμήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς  σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν  μου, Κύριε.       

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε‐ ρινὴ εἰσάκουσόν μου, Κύριε. 

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νηστεύοντες ἀδελφοὶ σωματικῶς,  νηστεύσωμεν  καὶ πνευματικῶς,  λύσωμεν πάντα σύνδεσμον  ἀδικίας, διαῤῥήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφήν ἄδικον διασπά‐ σωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν  παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος. 

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. 

Νηστεύοντες ἀδελφοὶ σωματικῶς, .. 

Μαρτυρικὸν  

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. 

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σέ τὸν  κλίναντα οὐρανοὺς καὶ καταβάντα· ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σέ τὸν κενώσαντα σαυτόν, καὶ  μορφὴν δούλου λαβόντα· ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι· ὧν ταῖς  εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ὁ Θεός, ἐλέησον ἡμᾶς.  

6  

εἶτα, προσόμοια τοῦ Κυρίου Ἰωσὴφ  

Ἦχος β´. Ὡς ὡράθης Χριστέ. 

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 

Φεγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι τοῦ ὑμῶν ἐνθέου κηρύγματος, πλάνης τὸ σκότος, θεόπται Ἀπόστο‐ λοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς, ὅνπερ ἐκδυσωπήσατε, κα‐ ταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος. 

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοί ὁ ἱλασμός ἐστι.   Ἀρετῶν Ἠλιού, προσεπιβὰς ἅρματι θείῳ, τῇ νηστείᾳ λαμπρυνθεὶς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐ‐ ράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου καὶ νήστευσον, πάσης κακίας καὶ φθόνου καὶ ἔρι‐ δος καὶ τρυφῆς ἀποῤῥεούσης καὶ ἐνηδόνου· ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς διαιωνίζουσαν, τῆς  γεέννης ἐκβοῶσα τῷ Χριστῷ· Κύριε δόξα σοι. 

ἕτερον τοῦ Κυρίου Θεοδώρου  

Ἦχος πλ. α´. Ὅσιε Πάτερ. 

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλ‐ πισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. 

Ἀπόστολοι θεῖοι, τοῦ κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες  παῤῥησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβά‐ σμιοι, ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, 

τὴν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. καὶ Στιχηρὰ τοῦ Ἑορτάζοντος Ἁγίου   

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν. 

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὡς  ἀστὴρ  ἀνατέταλκας,  καὶ πιστοὺς  κατεφώτισας,  ἱεραῖς  λαμπρότησι  τῶν  δογμάτων  σου,  καὶ  τὰς αἱρέσεις ἐσκότασας, καὶ τέλεον ἔτρεψας, καὶ ὡς δοῦλος τὸ δοθέν, πλεονάσας σου τάλαντον, εὐηρέστησας, τῷ Δεσπότῃ θεόφρον· οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Κύριλ‐ λε. 

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰ‐ σραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.    

Ὡς ἀστὴρ ἀνατέταλκας, .. 

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῷ φέγγει τοῦ βίου σου, ὡς ἀστὴρ πολύφωτος ἀξιάγαστε, μέσον  Συνόδου διέλαμψας, Πατέρων τὸν ἄθεον Μακεδόνιον νευραῖς, ἀποπνίξας τῆς χάριτος, εἰς τὸ Ἅ‐ γιον, καὶ ζῳῶσαν τὰ πάντα θεῖον Πνεῦμα, βλασφημήσαντα ἀφρόνως, καὶ προφανῶς ἀνομήσαν‐ τα. 

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ παράφρονος Μάνεντος, στηλιτεύσας κάλλιστα καὶ σοφώτατα, τὰ  βορβορώδη διδάγματα, τῆς τούτου σκαιότητος, Διδασκάλων ἀρχηγέ, Ἱερέων εὐπρέπεια, θεῖε  πρόμαχε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, τὴν ἁγίαν γεγηθότες, ἐπιτελοῦμέν σου κοίμησιν. Δόξα. Καὶ νῦν.   

Θεοτοκίον Ὅμοιον   

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη Θεοχαρίτωτε, τοῦ νοητοῦ  ἀνατείλαντος, τῷ κόσμῳ Πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάν‐ δαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον. 

ψαλλομένου τοῦ Δοξαστικοῦ, ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ διάκονος καὶ ὁ Ἱερεὺς (ἢ  μόνος ὁ Ἱερεύς), μετὰ θυμιατοῦ, καί, προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ Εἴσοδος.

7  

Εἴσοδος   

 ὁ διάκονος:ΣΣΣοοοφφφίίίααα,,, ὈὈὈρρρθθθοοοίίί !!! 

ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης (χύμα): 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες  ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· Διὸ ὁ κόσμος σε  δοξάζει. 

ὁ διάκονος:ἙἙἙσσσπππέέέρρραααςςς...   

ὁ Ἀναγνώστης: 

Προκείμενον· Ἦχος πλ. α´ (πλάγιος τοῦ πρώτου).  Ψαλμὸς ια´ (11ος). 

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς. 

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. 

Γενέσεως τὸ Ἀνάγνωσμα    

 ὁ διάκονος:ΣΣΣοοοφφφίίίααα... ΠΠΠρρρόόόσσσχχχωωωμμμεεεννν... 

(α´24 ‐ β´3) 

Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς  γῆς, κατὰ γένος· καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς, κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη, κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ  Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, κατ᾿ εἰκόνα ἡμετέραν, καὶ καθ᾿ ὁμοίω‐ σιν· καὶ ἀρχέτωσαν τῶν  ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν  καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς  τὸν ἄνθρωπον. Κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγη‐ σεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύ‐ σατε αὐτῆς. Καὶ ἄρχετε τῶν  ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων  τῶν κτηνῶν καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ  Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς·  καὶ πᾶν  ξύλον,  ὃ ἔχει ἐν ἑαυτῷ  καρπὸν σπέρματος σπορίμου,  ὑμῖν ἔσται εἰς  βρῶσιν,  καὶ πᾶσι  τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ  ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Καὶ εἶδεν ὁ  Θεὸς τὰ πάντα, ὅσα ἐποίησε· καὶ ἰδού, καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα  ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς  ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε. Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀ‐ πὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡ‐ γίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆ‐ σαι.   

Προκείμενον  Ἦχος πλ. β´ (πλάγιος τοῦ 2ου).  Ψαλμὸς ιβ´ (12ος). 

Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου.   

Στίχ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;   

                                      Κέλευσον! 

ὁ Ἱερεύς:  ΣΣΣοοοφφφίίίααα!!! ὈὈὈρρρθθθοοοίίί!!!ΦΦΦῶῶῶςςςΧΧΧρρριιισσστττοοοῦῦῦ,,, φφφαααίίίνννεεειιι πππᾶᾶᾶσσσιιι... 

ὁ Ἀναγνώστης: Παροιμιῶν τὸ Ἀνάγνωσμα 

 ὁ διάκονος:ΣΣΣοοοφφφίίίααα... ΠΠΠρρρόόόσσσχχχωωωμμμεεεννν   

(β´ 1 ‐ 22) 

Υἱέ, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν  γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ  φωνῇ, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις 

8  

φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐ‐ τοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν· ὑπερασπιεῖ δὲ τὴν πορείαν  αὐτῶν, τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων· καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνή‐ σεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς  σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία  τηρήσει σε, ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὤ, οἱ ἐγκα‐ ταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους· οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ  χαίροντες ἐπὶ διαστροφῇ κακῆ! Ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μα‐ κράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σὲ καταλάβῃ κα‐ κὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ  παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς· πάν‐ τες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ  καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους  δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ὅτι εὐ‐ θεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται· οἱ  δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπ᾿ αὐτῆς. 

Εἶτα τὸ Κατευθυνθήτω. 

ὁ ἱερεύς, εὐθὺς μετὰ τὸ τέλος τοῦ ἀναγνώσματος, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει σεμνῶς καὶ κατανυκτικῶς, εἰς ἦχον πλ. β´. 

ὁ Ἱερεύς: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυ‐ σία ἑσπερινή.   

ὁ ἱερεύς, ἐρχόμενος εἰς τὸ νότιον μέρος τῆς Ἁγίας Τραπέζης καὶ θυμιῶν, λέγει ἐκφώνως·   

ὁ Ἱερεύς: Στίχ. α´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς  σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.   ὁ χορός: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα .... 

ὁ ἱερεύς, ἐρχόμενος εἰς τὸ ὄπισθεν μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν, λέγει ἐκφώνως·   

ὁ Ἱερεύς: Στίχ. β´. Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.   ὁ χορός: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα .... 

ὁ ἱερεύς, ἐρχόμενος εἰς τὸ βόρειον μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν, λέγει ἐκφώνως·   

ὁ Ἱερεύς: Στίχ. γ´. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ‐ μαρτίαις.   

ὁ χορός: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα .... 

ὁ ἱερεύς, ἐρχόμενος ἔμπροσθεν τῆς Ἁγίας Προθέσεως, ὅπου ἀπόκεινται τὰ Τίμια Προηγιασμένα Δῶρα, λέγει ἐκφώνως·   ὁ Ἱερεύς:  Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   ὁ χορός: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ....   

ὁ ἱερεύς, ἐρχόμενος ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης ψάλλει·   

ὁ Ἱερεύς: Κατευθυνθήτω ἡ προσευχή μου. .. 

ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾶ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ συνεχίζων τὸν ὕμνον·   

.. ὡς θυμίαμα ἐνώπιόν σου. .. 

 ἀκολούθως δὲ θυμιᾶ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον·   

ὁ χορός:  .. Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.   

αὖθις, ὁ Διάκονος ἐξελθὼν (ἢ ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ. 

ΕΚΤΕΝΗΣ  

ὁ διάκονος:ΕΕΕἴἴἴπππωωωμμμεεενννπππάάάννντττεεεςςς............κκκλλλπππ... ὁ δὲ χορὸς ἀποκρίνεται διὰ τοῦ Κύριε ἐλέησον. (τρίς, χύμα εἰς τὸ κλιτόν) ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡ‐ μᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχό‐ μενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.   

ὁ Ἱερεύς:ὍὍὍτττιιι ἐἐἐλλλεεεήήήμμμωωωνννκκκαααὶὶὶ φφφιιιλλλάάάνννθθθρρρωωωππποοοςςς.........

9  

ὁ χορός:  Ἀμήν. 

ΚΑΤΗΧΟΥΜΕΝΑ  

ὁ διάκονος: Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ. ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) Οἱ πι‐ στοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν. ὁ χορός:  Κύριε ἐλέησον. Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. ὁ  χορός:  Κύριε ἐλέησον. Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. ὁ χορός:  Κύριε ἐλέησον. Ἀπο‐ καλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. ὁ χορός:  Κύριε ἐλέησον. Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ  αὑτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. ὁ χορός:  Κύριε ἐλέησον. Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. ὁ χορός:  Κύριε ἐλέησον. Οἱ Κατηχούμενοι τὰς κε‐ φαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. ὁ χορός:  Σοί, Κύριε. 

ὁ Ἱερεὺς τὴν Εὐχὴν μυστικῶς: Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐ‐ πίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπί‐βλεψον ἐπὶ τοὺς  δούλους σου τοὺς Κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης  καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου· καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώμα‐ 

τα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ᾿ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.   ὁ Ἱερεύς:ἽἽἽνννααακκκαααὶὶὶ αααὐὐὐτττοοοὶὶὶ σσσὺὺὺνννἡἡἡμμμῖῖῖνννδδδοοοξξξάάάζζζωωωσσσιιι τττὸὸὸπππάάάννντττιιιμμμοοονννκκκαααὶὶὶ μμμεεεγγγαααλλλοοοπππρρρεεεπππὲὲὲςςςὄὄὄνννοοομμμάάάσσσοοουυυ,,, τττοοοῦῦῦΠΠΠααατττρρρὸὸὸςςςκκκαααὶὶὶ τττοοοῦῦῦ ΥΥΥἱἱἱοοοῦῦῦκκκαααὶὶὶ τττοοοῦῦῦἉἉἉγγγίίίοοουυυΠΠΠνννεεεύύύμμμααατττοοοςςς,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττωωωννναααἰἰἰώώώνννωωωννν... 

Καὶ ἐξαπλοῖ συγχρόνως τὸ Εἱλητόν, ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ. 

χορός:  Ἀμήν. 

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ  

ὁ διάκονος: Ὅσοι Κατηχούμενοι, προέλθετε, οἱ Κατηχούμενοι προέλθετε. Ὅσοι Κατηχούμενοι  προέλθετε, μή τις τῶν Κατηχουμένων.  Ὅσοι πιστοί· Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) 

ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.   ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) 

ὁ διάκονος: Σοφία.   

ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθο‐ ρᾶς μεταστήσας, σύ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν  λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα  

καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε, τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέ‐ χεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος Χάριτι.   ὁ Ἱερεύς:ὍὍὍτττιιι πππρρρέέέπππεεειιι σσσοοοιιι πππᾶᾶᾶσσσαααδδδόόόξξξααα,,, τττιιιμμμήήή,,, κκκαααὶὶὶ πππρρροοοσσσκκκύύύνννηηησσσιιιςςς,,, τττῷῷῷΠΠΠααατττρρρίίί,,, κκκαααὶὶὶ τττῷῷῷΥΥΥἱἱἱῷῷῷ,,, κκκαααὶὶὶ τττῷῷῷἁἁἁγγγίίίῳῳῳΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν...   

χορός:  Ἀμήν. 

ὁ διάκονος: Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.   

ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) 

ὁ διάκονος: Σοφία.   

ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Δέσποτα Ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε, τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρ‐ τωλοῖς, καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ Βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄ‐ χραντον αὐτοῦ Σῶμα, καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει  Τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι·  ἵνα, δι᾿ αὐ‐ τῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.   

ὁ Ἱερεύς:ΚΚΚααατττὰὰὰτττὴὴὴνννδδδωωωρρρεεεὰὰὰννντττοοοῦῦῦΧΧΧρρριιισσστττοοοῦῦῦσσσοοουυυ,,, μμμεεεθθθ᾿᾿᾿ οοοὗὗὗεεεὐὐὐλλλοοογγγηηητττὸὸὸςςςεεεἶἶἶ,,, σσσὺὺὺννντττῷῷῷπππαααννναααγγγίίίῳῳῳκκκαααὶὶὶ ἀἀἀγγγαααθθθῷῷῷκκκαααὶὶὶ ζζζωωωοοο‐‐‐ ππποοοιιιῷῷῷσσσοοουυυΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... ἈἈἈμμμήήήννν...   

   

καὶ ψάλλεται ὑπὸ τοῦ α´ χοροῦ ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β´ ἀντὶ τοῦ Χερουβικοῦ τὸ ἑπόμε‐ νον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (ἐκ γ´) ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνῶν τρίς, μετὰ τοῦ διακόνου. 

Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασι‐ λεὺς τῆς δόξης. 

ἐνταῦθα, διακόπτεται ὁ ὕμνος, καὶ γίνεται ἡ Εἴσοδος ἐν ἀπολύτῳ σιγῇ, τοῦ Ἱερέως φέροντος τὸν Ἀέρα ἐ‐ πὶ τῆς κεφαλῆς καὶ κρατῶν τὰ  Ἅγια ἐν ἄκρᾳ εὐλαβείᾳ καὶ θείῳ φόβῳ, καθ᾿ ὅτι τὰ Δῶρα εἶναι Προηγια‐

10  

σμένα, ἐπαναλαμβάνει δὲ καθ᾿ἑαυτὸν χθαμαλῇ τῇ φωνῇ τό· «Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε  Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς», ἐνῷ ὁ λαὸς πίπτει ἐπὶ τοῦ ἐδάφους γονυπετῶς, ἐγείρεται  δὲ ὅταν ἐναποτίθενται ἐπὶ τῆς Ἁγίας Τραπέζης τὰ Τίμια Δῶρα. 

εἶτα, ὁ  χορὸς ψάλλων, ἐξακολουθεῖ τὸ διακοπὲν μέλος: 

   

Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι  ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα.   

ΤΑ ΠΛΗΡΩΤΙΚΑ  

ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. 

ὁ χορός:  Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν) 

Ὑπὲρ τῶν προτεθέντων καὶ προαγιασθέντων Τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.           Κύριε ἐλέησον.   

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νο‐ ερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν  καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν. Κύριε ἐλέησον. 

Ὑπὲρ  τοῦ  ῥυσθῆναι  ἡμᾶς  ἀπὸ  πάσης  θλίψεως,  ὀργῆς,  κινδύνου  καὶ  ἀνάγκης,  τοῦ  Κυρίου  δε‐ ηθῶμεν. Κύριε ἐλέησον. 

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.           Παράσχου Κύριε. (εἰς τὸ κλιτόν) 

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου  αἰτησώμεθα. Παράσχου Κύριε. 

Συγγνώμην  καὶ ἄφεσιν  τῶν ἁμαρτιῶν  καὶ  τῶν πλημμελημάτων  ἡμῶν, παρὰ  τοῦ  Κυρίου αἰτη‐ σώμεθα. Παράσχου Κύριε. 

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμε‐ θα. Παράσχου Κύριε. 

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτη‐ σώμεθα. Παράσχου Κύριε. 

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν  ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. Παράσχου Κύριε. 

Τὴν  ἑνότητα  τῆς  πίστεως  καὶ  τὴν  κοινωνίαν  τοῦ  Ἁγίου  Πνεύματος  αἰτησάμενοι,  ἑαυτοὺς  καὶ  ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων Μυστηρίων Θεός, παρ᾿ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ  ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου  φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, αὐ‐ τός, ἀόρατε Βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ᾿ ἡμᾶς τοὺς ἀναξί‐ ους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ, ὡς τῷ Χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ᾿ ᾧ ὁ μονογενής σου Υἱ‐ ὸς καὶ Θεὸς ἡμῶν, διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται Μυστηρίων. Καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθε‐ ρώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαι‐ σχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες Ἁγιασμάτων, καὶ ὑπ᾿ αὐτῶν ζωοποιούμενοι, ἑ‐ νωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι· ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μέ‐ νει,  κἀγὼ ἐν αὐτῷ. Ὅπως ἐνοικοῦντος ἐν ἡμῖν  καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα  ναὸς τοῦ παναγίου  καὶ  προσκυνητοῦ σου Πνεύματος,  λελυτρωμένοι πάσης  διαβολικῆς μεθοδείας,  ἐν πράξει,  ἢ  λόγῳ,  ἢ  κατὰ  διάνοιαν  ἐνεργουμένης·  

καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς Ἁγίοις σου, τοῖς ἀπ᾿ αἰῶνος σοι εὐαρεστήσασι.   ὁ Ἱερεύς:ΚΚΚαααὶὶὶ κκκαααττταααξξξίίίωωωσσσοοονννἡἡἡμμμᾶᾶᾶςςς,,, ΔΔΔέέέσσσππποοοτττααα,,, μμμεεετττὰὰὰπππαααῤῤῤῥῥῥηηησσσίίίαααςςς,,, ἀἀἀκκκααατττααακκκρρρίίίτττωωωςςς,,, τττοοολλλμμμᾶᾶᾶνννἐἐἐπππιιικκκαααλλλεεεῖῖῖσσσθθθαααιιι σσσεεε τττὸὸὸννν ἐἐἐ‐‐‐ ππποοουυυρρράάάνννιιιοοονννΘΘΘεεεὸὸὸνννΠΠΠααατττέέέρρρααα,,, κκκαααὶὶὶ λλλέέέγγγεεειιιννν...   

ὁ Ἀναγνώστης:  Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ Βασιλεία σου,

11  

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν  σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ  μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ. 

ὁ  Ἱερεύς: ὍὍὍτττιιι σσσοοοῦῦῦ ἐἐἐσσστττιιιννν ἡἡἡ ΒΒΒααασσσιιιλλλεεείίίααα κκκαααὶὶὶ ἡἡἡ δδδύύύννναααμμμιιιςςς κκκαααὶὶὶ ἡἡἡ δδδόόόξξξααα,,, τττοοοῦῦῦ ΠΠΠααατττρρρὸὸὸςςς κκκαααὶὶὶ τττοοοῦῦῦ ΥΥΥἱἱἱοοοῦῦῦ κκκαααὶὶὶ τττοοοῦῦῦ ἉἉἉγγγίίίοοουυυ ΠΠΠνννεεεύύύμμμααατττοοοςςς,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττωωωννναααἰἰἰώώώνννωωωννν...   

χορός:  Ἀμήν. 

ὁ Ἱερεύς: Εἰρήνη πᾶσι. 

χορός:  Καὶ τῷ πνεύματί σου.   

ὁ διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. 

χορός:  Σοί, Κύριε. 

ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε  εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτόν, καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωο‐ ποιῶν σου τούτων Μυστηρίων· Σοί γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.    ὁ Ἱερεύς:ΧΧΧάάάρρριιιτττιιι κκκαααὶὶὶ οοοἰἰἰκκκτττιιιρρρμμμοοοῖῖῖςςςκκκαααὶὶὶ φφφιιιλλλααανννθθθρρρωωωπππίίίᾳᾳᾳτττοοοῦῦῦμμμοοονννοοογγγεεενννοοοῦῦῦςςςσσσοοουυυΥΥΥἱἱἱοοοῦῦῦ,,, μμμεεεθθθ᾿᾿᾿ οοοὗὗὗεεεὐὐὐλλλοοογγγηηητττὸὸὸςςςεεεἶἶἶ,,, σσσὺὺὺννντττῷῷῷ πππαααννναααγγγίίίῳῳῳκκκαααὶὶὶἀἀἀγγγαααθθθῷῷῷκκκαααὶὶὶ ζζζωωωοοοππποοοιιιῷῷῷσσσοοουυυΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... χορός:  Ἀμήν. 

ὁ Ἱερεὺς τὴς Εὐχὴν μυστικῶς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς  Βασιλείας σου, καὶ ἐλθέ, εἰς τὸ ἁγιᾶσαι ἡμᾶς· ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ  κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου σου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.   ὁ Ἱερεὺς κεκαλυμμένων ὄντων τῶν θείων Δώρων, βαλὼν τὰς χεῖρας ὑπὸ κάτω τοῦ Ἀέρος, ἅπτεται τοῦ ζωοποιοῦ Ἄρτου μετ᾿ εὐλαβείας καὶ φόβου  πολλοῦ καὶ ἐκφωνεῖ·  

ὁ διάκονος: Πρόσχωμεν.   

ὁ Ἱερεύς: Τὰ προηγιασμένα Ἅγια τοῖς Ἁγίοις.   

ὁ χορός (χύμα εἰς τὸ κλιτόν): Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.   Κοινωνικὸν  

ἦχος α´.   

Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα. 

μετὰ δὲ τὴν Μετάληψιν τῶν Παναχράντων Μυστηρίων ὑπὸ τῶν Λειτουργῶν, ἀνοίγεται ἡ Ὡραία Πύλη, και γίνεται πρόσκλησις τῶν πιστῶν ὁ διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.   

ὁ χορός (χύμα εἰς τὸ κλιτόν): Ἀμήν. Ἀμήν. Ἀμήν. Εὐλογημένος ὁ Ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς  Κύριος καὶ ἐπέφανεν ἡμῖν.   

Τοῦ Δείπνου σου, τοῦ Μυστικοῦ. .. 

ὅταν ὁλοκληρωθῇ ἡ μετάληψις τῶν πιστῶν, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαόν, ἐκφωνεῖ μεγαλοφώνως·  

ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.   ὁ χορὸς ψάλλει (ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς»), τὸ ἑξῆς:   

ἦχος β´. 

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἄρτον οὐ‐ ράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλ‐ ληλούϊα.   

ὁ Ἱερεὺς θυμιῶν τὰ Ἅγια λέγει ἐκ τρίτου ( μυστικῶς): Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Καὶ ὁ μὲν Διάκονος, λαμβάνων παρὰ τοῦ Ἱερέως τὸ ἅγιον Δισκάριον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ  δὲ Ἱερεὺς προσκυνήσας λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης. Εὐλογητός, ὁ Θεὸς ἡμῶν. Καὶ λαβὼν τὸ ἅγιον Ποτήριον, κεκαλυμμένον ἀπευ‐ θύνεται πρὸς τὸν λαόν·  

ὁ Ἱερεύς: Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.   

χορός:  Ἀμήν. 

καὶ ὁ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν, ἀποθέτει τὸ ἅγιον Ποτήριον, ἐπιστρέφει δὲ εἰς τὴν ἁγίαν Τράπεζαν, καὶ διπλοῖ τὸ Ἀντιμήνσιον. ὁ διάκονος: Ὀρθοί, Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωο‐ ποιῶν φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.    χορός:  Δόξα Σοι, Κύριε, δόξα Σοι.

12  

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.   

χορός:  Κύριε ἐλέησον.   

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλ‐ λήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.   

χορός:  Σοί, Κύριε. 

ὁ Ἱερεὺς τὴν Εὐχὴν μυστικῶς: Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ με‐ ταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, Δέσποτα Φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέ‐ πην τῶν πτερύγων σου, καὶ δός ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν  ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.   

ὁ Ἱερεύς, λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον, ποιεῖ δι᾿ αὐτοῦ Σταυρὸν καὶ ἀποτίθησιν αὐτὸ ἐπὶ τοῦ διπλωθέντος ἤδη Ἀντιμηνσίου. ὁ Ἱερεύς:ὍὍὍτττιιι ΣΣΣύύύεεεἶἶἶ ὁὁὁἁἁἁγγγιιιααασσσμμμὸὸὸςςςἡἡἡμμμῶῶῶννν,,, κκκαααὶὶὶ ΣΣΣοοοίίί τττὴὴὴνννδδδόόόξξξααανννἀἀἀννναααπππέέέμμμππποοομμμεεεννν,,, τττῷῷῷΠΠΠααατττρρρίίί,,, κκκαααὶὶὶ τττῷῷῷΥΥΥἱἱἱῷῷῷκκκαααὶὶὶ τττῷῷῷἉἉἉγγγίίίῳῳῳ ΠΠΠνννεεεύύύμμμααατττιιι,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν...   

χορός:  Ἀμήν. 

ὁ Ἱερεύς: Ἐν εἰρήνῃ προέλθωμεν.    

χορός:  Ἐν ὀνόματι Κυρίου. 

ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.   

ὁ  χορός: Κύριε, ἐλέησον. (γ´) 

ὁ Ἱερεύς: (στὰς πρὸ τῆς Δεσποτικῆς Εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ ἀπαγγέλλει)   

Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρό‐ νοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρι‐ σμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαρά‐ κοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου  καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν  πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλᾶσαι, νικητάς τε τῆς ἁ‐ μαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθᾶσαι προσκυνῆσαι καὶ τὴν ἁγίαν Ἀνάστασιν.ὍὍὍτττιιι ηηηὐὐὐ‐‐‐ λλλόόόγγγηηηττταααιιι κκκαααὶὶὶ δδδεεεδδδόόόξξξααασσσττταααιιι τττὸὸὸπππάάάννντττιιιμμμοοονννκκκαααὶὶὶ μμμεεεγγγαααλλλοοοπππρρρεεεπππὲὲὲςςςὄὄὄνννοοομμμάάάσσσοοουυυ,,, τττοοοῦῦῦΠΠΠααατττρρρὸὸὸςςςκκκαααὶὶὶ τττοοοῦῦῦΥΥΥἱἱἱοοοῦῦῦκκκαααὶὶὶ τττοοοῦῦῦ ἉἉἉγγγίίίοοουυυΠΠΠνννεεεύύύμμμααατττοοοςςς,,, νννῦῦῦνννκκκαααὶὶὶἀἀἀεεεὶὶὶ κκκαααὶὶὶ εεεἰἰἰςςςτττοοοὺὺὺςςςαααἰἰἰῶῶῶννναααςςςτττῶῶῶννναααἰἰἰώώώνννωωωννν... 

χορός:  Ἀμήν. (εἰς τὸ κλιτόν) Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. (τρίς)      

ὁ δὲ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀναγινώσκει τὴν εὐχὴν ταύτην·  

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου Μυστη‐ ρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς Βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.   

ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.   

Κύριε ἐλέησον.    

ὁ Ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ, πάν‐ τοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.   

ὁ  χορός:  Ἀμήν.   

ΑΠΟΛΥΣΙΣ  

ὁ Ἱερεύς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.   

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ  Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνά‐ μεων  Ἀσωμάτων,  ἱκεσίαις  τοῦ  τιμίου,  ἐνδόξου  προφήτου,  Προδρόμου  καὶ  Βαπτιστοῦ  Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ  ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῶν Ἁγίων τῆς ἡμέρας: .. .. ὧν τὴν Μνήμην επιτελοῦμεν) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ  φιλάνθρωπος καὶ ἐλεήμων Θεός.  

   

αὖθις ὁ Ἀναγνώστης ἀναγινώσκει πραείᾳ τῇ φωνῇ τοὺς κατωτέρω Ψαλμούς, ὁ δὲ Ἱερεὺς διανέμει τὸ Ἀντίδωρον.

13  

ΨΑΛΜΟΣ ΛΓ´ 33 

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυ‐ ρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύ‐ ριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ  μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ  τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐ‐ τοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν  φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ  ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀ‐ νήρ, ὅς ἐλπίζει ἐπ᾿ Αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα  τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ  ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐ‐ στιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κα‐ κοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰ‐ ρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρό‐ σωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκρα‐ ξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐ‐ τούς.  Ἐγγὺς  Κύριος  τοῖς  συντετριμμένοις  τὴν  καρδίαν  καὶ  τοὺς  ταπεινούς  τῷ πνεύματι  σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος  πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μι‐ σοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημ‐ μελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.   

ΨΑΛΜΟΣ ΡΜΔ´ 144   

Ὑψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰ‐ ῶνα τοῦ αἰῶνος. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ  εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔ‐ στι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγα‐ λοπρέπειαν  τῆς  δόξης  τῆς  ἁγιωσύνης  σου  λαλήσουσι,  καὶ  τὰ  θαυμάσιά  σου  διηγήσονται.  Καὶ  τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλή‐ θους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ  ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς ὁ Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ  αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσι‐ οί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας  τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ  γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τούς κατεῤῥαγμένους. Οἱ  ὀφθαλμοὶ πάντων εἰς σέ ἐλπίζουσι, καὶ σύ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σύ τὴν  χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσι‐ ος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικα‐ λουμένοις αὐτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν  εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας  τοὺς  ἁμαρτωλοὺς  ἐξολοθρεύσει.  Αἴνεσιν  Κυρίου  λαλήσει  τὸ  στόμα  μου,  καὶ  εὐλογείτω  πᾶσα  

σάρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.   ὁ Ἱερεύς:ΔΔΔιιι᾿᾿᾿ εεεὐὐὐχχχῶῶῶννντττῶῶῶνννἁἁἁγγγίίίωωωνννΠΠΠααατττέέέρρρωωωνννἡἡἡμμμῶῶῶννν,,, ΚΚΚύύύρρριιιεεεἸἸἸηηησσσοοοῦῦῦΧΧΧρρριιισσστττέέέ,,, ὁὁὁΘΘΘεεεὸὸὸςςςἡἡἡμμμῶῶῶννν,,, ἐἐἐλλλέέέηηησσσοοονννἡἡἡμμμᾶᾶᾶςςς... χορός:  Ἀμήν.

14  

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε  

καὶ διανέμεται δωρεὰν  

ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο  

http://akolouthies.wordpress.com 

Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της.

 

 

 

Σημείωσις: Μικραὶ παρεμβάσεις ἐγένοντο εἰς τὴν στίξιν τῶν Ἀναγνωσμάτων, ὥστε νὰ διευκο‐ λυνθοῦν οἱ Ἀναγνῶσται εἰς τὴν κατ᾿ ἔννοιαν ἀπόδοσιν τῶν ἱερῶν κειμένων. 

Ὑπενθυμίζομεν ὅτι κατἀ τὴν εὐχαριστίαν τῆς Θ.Μεταλήψεως, ἀναγινώσκομεν τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ  Ἁγίου Γρηγορίου πάπα Ῥώμης τοῦ Διαλόγου, ὡς κατὰ παράδοσιν συνθέτου τῆς Ἀκολουθίας τῶν Προηγιασμένων. Ἀπολυτίκιον τοῦ Ἱεράρχου. 

Ἦχος γ´. Θείας πίστεως. 

Στόμα γρήγορον, καταπλουτήσας, νομεὺς ἄριστος, τοῦ θείου λόγου ἀνεδείχθης Ἱεράρχα Γρηγό‐ ριε· τῶν ἀρετῶν γὰρ ἐκφάντωρ γενόμενος, δικαιοσύνης ἐκφαίνεις τὴν ἔλλαμψιν. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

Κοντάκιον τοῦ Ἱεράρχου. 

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. 

Τῆς Ἐκκλησίας τὴν κιθάραν τὴν θεόπνευστον  

καὶ τῆς σοφίας γλῶσσαν ὄντως τὴν θεόληπτον, 

τὸν Διάλογον ὑμνήσωμεν ἐπαξίως·  

Ἀποστόλων γὰρ τὸν ζῆλον μιμησάμενος  

ἠκολούθησε σαφῶς αὐτῶν τοῖς ἴχνεσι, 

τούτῳ λέγοντες· χαίροις Πάτερ Γρηγόριε.

15  

 

ἐπιμέλεια π. Γεώργιος Ι. Θεοδωρίδης

 

 

 

 

 

 

 

 

 

 

ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ ΟΡΘΡΟΣ, ΩΡΕΣ (α’, γ’, στ’)

 

 

 

 

 

 

 

 

 

ΚΑΛΥΜΝΟΣ 2021

 

 

 

Καθαρὰ Δευτέρα. Ἄρχεται ἡ ἁγία καὶ μεγάλη Τεσσαρακοστή

Τῇ Δευτέρᾳ πρωί (παραλειπομένου τοῦ μεσονυκτικοῦ «διὰ τὴν τῆς ἑσπέρας παράκλησιν»). Εἰς τὸν ὄρθρον. Ὁ ἱερεύς· «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», τρισάγιον κ.τ.λ., «῞Οτι σοῦ ἐστί», «Κύριε, ἐλέησον» (ιβ΄), Δόξα, Καὶ νῦν, «᾿Εν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», καὶ ὁ ἱερεὺς εὐθὺς* «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ ἀναγνώστης τὸν ἑξάψαλμον.  Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «῞Οτι πρέπει σοι».

ΤΡΙΑΔΙΚΑ. Εἰς τὸν ἦχον τῆς ἑβδομάδος (πλ. δ΄ ἦχος) τὸ ἀλληλουιάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «᾿Εκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ ῾Ωρολογίῳ, μεθ᾿ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου τριαδικοὺς ὕμνους** τοῦ ἤχου τῆς ἑβδομάδος. [Τὰ ἐνδιάτακτα 3 καθίσματα τοῦ Ψαλτηρίου.]  Μικρὰ συναπτή.

ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α΄ στιχολογίαν, τὰ κατανυκτικὰ τοῦ ἤχου τῆς ἑβδομάδος (Δευτέρας τοῦ πλ. δ΄ ἤχου, ἅ περ ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου).  Εἰς τὴν β΄ καὶ γ΄ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Δευτέρας α΄ ἑβδομάδος «Τῆς νηστείας τῇ θείᾳ ἀπαρχῇ», κ.λπ.).

Ὁ ν΄ ψαλμὸς χῦμα, τὸ «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ΄) καὶ ἡ ἐκφώνησις «᾿Ελέει καὶ οἰκτιρμοῖς».

ΚΑΝΟΝΕΣ.  Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾠδαὶ κατὰ τὴν τάξιν αὐτῶν.  Εἶτα ψάλλονται ἢ ἀναγινώσκονται, ἄνευ προϋμνίου ἢ στίχου τινός, οἱ κανόνες ὡς ἑξῆς· εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου.  Εἰς τὸ τέλος τῆς γ΄ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μηναῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β΄ τριῳδίου), αἴτησις, ἐκφώνησις «῞Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» καὶ τὸ μεσῴδιον κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου ἢ (Τετάρτῃ καὶ Παρασκευῇ) τοῦ σταυροθεοτοκίου.  Εἰς τὸ τέλος τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου (ἢ τοῦ τριῳδίου) ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, αἴτησις καὶ ἐκφώνησις «Σὺ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ κοντακίου τὸ ἐνδιάτακτον μαρτυρικὸν κάθισμα (ζήτει ἐν τέλει τοῦ Τριῳδίου· τὸ τυχὸν κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται), καὶ τὸ συναξάριον.  (Σημειωτέον ὅτι ἐν τῇ η΄ ᾠδῇ πρὸ τοῦ τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον...»)

Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η΄ ᾠδῆς τοῦ β΄ τριῳδίου, «Τὴν Θεοτόκον καὶ μητέρα» καὶ στιχολογοῦμεν «Τὴν τιμιωτέραν»· εἶτα ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ β΄ τριῳδίου καὶ τὸ «῎Αξιον ἐστίν».  Αἴτησις, καὶ ἐκφώνησις «῞Οτι σὲ αἰνοῦσι».

ΦΩΤΑΓΩΓΙΚΟΝ* ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ ἐξαποστειλαρίου.  [Μετὰ τοὺς ψαλμοὺς τῶν αἴνων] στιχηρὰ αἴνων δὲν ψάλλονται, ἀλλ᾿ εὐθὺς «Σοὶ δόξα πρέπει» καὶ ἡ δοξολογία χῦμα.  Ὁ ἱερεὺς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ. ὡς συνήθως.

ΑΠΟΣΤΙΧΑ: τὸ ἰδιόμελον τοῦ Τριῳδίου δὶς καὶ τὸ μαρτυρικὸν ἅπαξ εἰς τοὺς οἰκείους στίχους, Δόξα, Καὶ νῦν, θεοτοκίον ἢ (Τετάρτῃ καὶ Παρασκευῇ) σταυροθεοτοκίον (σήμερον τὸ ἰδιόμελον «᾿Ελήλυθεν ἡ νηστεία», κ.τ.λ.).

«᾿Αγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., «᾿Εν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου»· ὁ ἱερεὺς «῾Ο ὢν εὐλογητός», τὸ «᾿Επουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς εὐχῆς τοῦ ἁγ. ᾿Εφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου» καὶ εὐθὺς ἐπισυνάπτονται

ΑΙ ΩΡΑΙ, ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ΄, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ ῾Ωρολογίου (ἀλλ᾿ ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ εὐχὴ ἑκάστης ὥρας).  Εἰς τὴν θ΄ ὥραν, μετὰ τὸ τρισάγιον καὶ τὰ μετ᾿ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου», ὁ ἱερεὺς «Δι᾿ εὐχῶν», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς εὐχῆς «Κύριε καὶ δέσποτα» καὶ οἱ χοροὶ εἰς ἦχον πλ. δ΄ τοὺς μακαρισμοὺς μετ᾿ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ ῾Ωρολογίῳ τάξιν.  Εἶτα τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν, «Πιστεύω εἰς ἕνα Θεόν», τὸ «῎Ανες, ἄφες», τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεὺς «῞Οτι σοῦ ἐστί», καὶ τὰ κοντάκια «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν ἀκολουθίαν τῶν τυπικῶν), τοῦ ἁγίου τοῦ ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν ϛ΄ ᾠδὴν τῶν κανόνων), Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ΄), «῾Ο ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου», ὁ ἱερεὺς «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς», αἱ τρεῖς μεγάλαι μετάνοιαι, μεθ᾿ ἃς ἄρχεται Ὁ ἑσπερινός.

 

 

ΟΡΘΡΟΣ 

ΑΡΧΗ ΤΟΥ ΟΡΘΡΟΥ ΕΞΑΨΑΛΜΟΣ. Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ.:ΑΜΗΝ. (Τρισάγιον) ἄν δι’ οἱονδήποτε λόγον δέν προηγηθῆ (τοῦ Ὄρθρου) το Μεσονυκτικόν, τότε ὁ ἱερεύς μετά το Εὐλογητός, λέγει το «Βασιλεῦ Οὐράνιε».

………………………………………

 [(Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν). ὁ Ἀναγνώστης· Ἀμήν. Τρισάγιον. (Σῶσον, Κύριε, τὸν λαόν σου,…Ή ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ)

………………………………………

(ΑΠΟ ΤΟΥ ΘΩΜΑ[Εἰ δὲ Ἀναστάσιμη περίοδος, Ἦχος πλ. α΄. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.(γ΄) χῦμα, ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ…ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ…]

………………………………………

ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ (δεν την διαβάζουμε σε χαρμόσυνη περίοδο π.χ. Χριστούγεννα, Θεοφάνεια, Διακαινήσιμο): Κύριε, ἐλέησον (ιβ΄). 

……………………………………

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

……………………………………

Καὶ τοὺς Ψαλμούς· Ψαλμὸς ΙΘ΄ (19) Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.  Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ψαλμὸς Κ΄ (20) Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Δόξα... Καὶ νῦν...Ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. …Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

………………………………………

Ὁ Ἀναγνώστης· Ἀμήν.Καὶ τὰ ἐφεξῆς Τροπάρια· Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῑς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα...Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Καὶ νῦν... Θεοτοκίον. Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς· Δόξα τῇ ἁγία καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης  Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ'). Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς). Ψαλμὸς 32  ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 8 Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Καὶ πάλιν. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Ψαλμὸς 37  ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· 4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. 6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 8 ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 10 Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. 11 ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· 13 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 16 ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε, ὁ Θεός μου. 17 ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διαπαντός. 19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 20 οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 21 οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. 22 μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου Καὶ πάλιν Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Ψαλμὸς 62 Ο ΘΕΟΣ ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. 3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. 5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 6 ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. 7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· 8 ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. 10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. 12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ πάλιν  Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.  Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (γ΄) . Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν... (ο ιερευς έξω) Ψαλμὸς 87 ΚΥΡΙΕ  ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· 5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. 6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. 9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ· ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· 11 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 15 ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17 ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. 18 ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ πάλιν. Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου· κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ψαλμὸς 102 ΕΥΛΟΓΕΙ, ἡ ψυχή μου, τὸν Κύριον, καί πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· 2 εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· 3 τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· 4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· 5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 6 ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. 7 ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·  οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· 10 οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, 11 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· 12 καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 13 καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. 15 ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· 16 ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 17 τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. 19 Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 20 εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. 21 εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ· 22 εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.  Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.  Ψαλμὸς 142 ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ πάλιν. Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (δίς)  Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ.  Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...  ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

ὁ β’ χορὸς Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.( ή Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ). Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...  

ὁ α’ χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ὁ β’ χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

(ΑΠΟΛΥΤΙΚΙΑ… )

ΣΑΒΒΑΤΟΝ ΜΕ ΑΛΛΗΛΟΥΙΑ: Μετὰ τὸν Ἑξάψαλμον...Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β’  τό,ὁ α’ χορὸς, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ β’ χορὸς, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ α’ χορὸς, Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ β’ χορὸς, Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

 

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...  

Ἦχος (πλ. δ')

ὁ α’ χορός

Στίχ. α'. κ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. λληλούϊα.(τρίς).

ὁ β’ χορός

Στίχ. β'. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. λληλούϊα.(τρίς).

ὁ α’ χορός

Στίχ. γ'. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, λληλούϊα. (τρίς).

ὁ β’ χορός

Στίχ. δ'. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. λληλούϊα. (τρίς).

 

Καὶ μετὰ τό, Ἀλληλούϊα, ψάλλομεν τοὺς Τ ρ ι α δ ι κ ο ύ ς Ὕ μ ν ο υ ς τοῦ τυχόντος Ἤχου.

᾿Ιστέον, ὅτι ἡ συμπλήρωσις τῶν τριαδικῶν ὕμνων γίνεται ὡς ἑξῆς. Τοῦ 1ου τροπαρίου μὲ τὸ χαρακτηριστικὸν τῆς ἡμέρας (Δευτέρα: «προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς». Τρίτη: «πρεσβείαις τοῦ προδρόμου, σῶσον ἡμᾶς».  Τετάρτη καὶ  Παρασκευή: «δυνάμει τοῦ σταυροῦ σου, σῶσον ἡμᾶς». Πέμπτη: «πρεσβείαις τῶν ἀποστόλων, σῶσον ἡμᾶς»).

Τοῦ 2ου τροπαρίου μὲ τὸ χαρακτηριστικὸν τοῦ ἁγίου τοῦ ναοῦ (π.χ. «πρεσβείαις τοῦ ὁσίου, σῶσον ἡμᾶς»«πρεσβείαις τῆς ἀθληφόρου...»«πρεσβείαις τῶν μαρτύρων...»«πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς» κ.λπ.). Ἂν ὅμως ὁ ναὸς τιμᾶται ἐπ᾿ ὀνόματι δεσποτικῆς ἢ θεομητορικῆς ἑορτῆς, ἡ συμπλήρωσις τοῦ 2ου τροπαρίου γίνεται ὅπως καὶ τοῦ α΄, πλὴν τῆς Πέμπτης, ἀφιερωμένης οὔσης καὶ εἰς τὸν ἅγιον Νικόλαον, καθ᾿ ἣν ἡ συμπλήρωσις γίνεται μὲ τὸ «πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς».

Τοῦ 3ου τριαδικοῦ ὕμνου ἡ συμπλήρωσις γίνεται ἀείποτε μὲ τὸ «διὰ τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς».

ΥΜΝΟΙ ΤΡΙΑΔΙΚΟΙ ΚΑΤ' ΗΧΟΝ, Ψαλλόμενοι ἐν ταῖς νηστίμοις ἡμέραις, ὅτε ἐστὶν Ἀλληλλούϊα.

 ΗΧΟΣ Α'

Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Μετὰ πασῶν τῶν οὐρανίων Δυνάμεων, χερουβικῶς τῷ ἐν ὑψίστοις βοήσωμεν, τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον, βοῶμέν σοι Δυνατέ, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ Β' Τὰς ἄνω δυνάμεις μιμούμενοι οἱ ἐπὶ γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Ἄκτισε φύσις, ἡ τῶν ὅλων δημιουργὸς τὰ χείλη ἡμῶν ἄνοιξον, ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Τῆς κλίνης καὶ τοῦ ὕπνου, ἐξεγείρας με Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ Γ' Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε, Μονὰς τρισυπόστατε καὶ συναΐδιε, σοὶ ὡς Θεῷ τῶν Ἀγγέλων τὸν ὕμνον κραυγάζομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς δοξολογεῖν τολμῶντες λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ Δ' Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα... Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι, Ἀγαθέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Τὸν ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,

διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ ΠΛ. Α'

Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμέν σοι, τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Εἰκονίζειν τολμῶντες, τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς πρόσδεξαι, Χριστὲ ὁ Θεός, βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ ΠΛ. Β' Παριστάμενα φόβῳ τὰ Χερουβείμ, ἐξιστάμενα τρόμῳ τὰ Σεραφείμ, τὸν τρισάγιον ὕμνον προσφέρει, ἀσιγήτῳ φωνῇ, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Ἀσωμάτοις στόμασιν, ἀσιγήτοις τὰ Ἑξαπτέρυγα ᾄδουσί σοι τὸν τρισάγιον ὕμνον, ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ἀναξίοις χείλεσιν αἶνόν σοι ἀναπέμπομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Τριαδικῆς μονάδος Θεότητα, ἀσυγχύτῳ ἑνώσει δοξάσωμεν, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 ΗΧΟΣ ΒΑΡΥΣ

Ὁ ὑψίστῳ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα... Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς αἴνεσιν δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. 

ΗΧΟΣ ΠΛ. Δ' Εἰς οὐρανὸν τὰς καρδίας ἔχοντες, Ἀγγελικὴν μιμησώμεθα τάξιν, καὶ ἐν φόβῳ τῷ ἀδεκάστῳ προσπέσωμεν, ἐπινίκιον ἀνακράζοντες αἶνον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Δόξα...

Ὁρᾷν σε μὴ τολμῶντα τὰ Χερουβείμ, ἱπτάμενα κραυγάζει ἀλαλαγμῷ, τὸ ἔνθεον μέλος τῆς Τρισαγίας φωνῆς, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις...

Καὶ νῦν...

Κατακαμπτόμενοι τῷ πλήθει, τῶν πταισμάτων ἡμῶν, καὶ μὴ τολμῶντες ἀτενίσαι τῷ ὕψει σου, τὴν ψυχὴν σὺν τῷ σώματι κλίναντες, μετὰ Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. 

(ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ) Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...ΟΤΙ ΣΟΝ ΤΟ ΚΡΑΤΟΣ…ΚΑΘΙΣΜΑΤΑ (Τριωδίου-Μηναίου-Ν’Ψαλμός)

……………………………………….

ΔΕΥΤΕΡΑ

(Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...)ῼΔΗ ΠΡΩΤΗ

ῼΔΗ ΜΩΫΣΕΩΣ

(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε')

Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει.

Ἀρχὴ· 

Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. 

σωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. 

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν. 

Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. 

ρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ, θαλάσσῃ.

Πόντῳ ἐκάλυψεν αὐτοὺς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. 

δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους. 

πέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. 

Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. 

Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. 

πέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ. 

Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τὶς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. 

ξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. 

δήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. 

κουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ. 

Εἰς στίχους η’

Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. 

πιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν.

Εἰς στίχους ς’ 

ως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. 

Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.

Εἰς στίχους δ’ 

Δόξα Πατρί...

Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι. 

Καὶ νῦν...

τι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 

 

ῼΔΗ ΤΡΙΤΗ

ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ

(ᾨδὴ Βασιλειῶν Α', Κεφ. Β')

Ἀρχὴ: 

γιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. 

Τέλος: 

Δόξα Πατρί...

Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. 

 Καὶ νῦν...

Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. 

 

ῼΔΗ ΤΕΤΑΡΤΗ

ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

Δόξα τῇ δυνάμει σου, Κύριε. 

Τέλος: 

Δόξα Πατρί...

Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. 

 Καὶ νῦν...

Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. 

ῼΔΗ ΠΕΜΠΤΗ

ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Τέλος: 

ναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. 

Δόξα Πατρί...

γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. 

Καὶ νῦν...

Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. 

ῼΔΗ ΕΚΤΗ

ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

ς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. 

Τέλος: 

Δόξα Πατρί...

Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. 

Καὶ νῦν...

γὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. 

 

ῼΔΗ ΕΒΔΟΜΗ

ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Ἀρχὴ: 

Τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, εὐλογητὸς εἶ. 

Τέλος: 

Δόξα Πατρί...

Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

Καὶ νῦν...

Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

ῼΔΗ ΟΓΔΟΗ

ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους η' 

Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους ς' 

Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους δ' 

Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Δόξα Πατρί...

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. 

Καὶ νῦν...

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. 

ῼΔΗ ΕΝΑΤΗ

ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ

ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ

(Λουκ, Κεφ. Α’ 68)

Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. 

Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. 

Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὐτοῦ. 

Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. 

Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.

Εἰς Στίχους η' 

Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. 

Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Εἰς Στίχους ς' 

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. 

Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Εἰς Στίχους δ’ 

Δόξα Πατρί...

ν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. 

Καὶ νῦν...

Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. ΚΑΝΟΝΕΣ

………………………………………

ΤΡΙΤΗ

Χορὸς: Κύριε, ἐλέησον (ιβ')

 

Ἱερεὺς: Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Χορὸς: Ἀμήν. 

 

ῼΔΗ ΠΡΩΤΗ

 ᾨΔΗ ΜΩΫΣΕΩΣ

(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε')

  • Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει. 

  • Ἀρχὴ· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. 

  • Τέλος: Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι. 

  • Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 

Δόξα... Καὶ νῦν... ΩΔΗ ΔΕΥΤΕΡΑ

Ἰστέον, ὅτι ἡ β΄ Ὠδὴ οὐδέποτε στιχολογεῖται, εἰμὴ ἐν μόνῃ τῇ Μεγάλῃ Τεσσαρακοστῇ, μετὰ δὲ τὴν Α΄ στιχολογοῦμεν αὐτὴν ἕως τέλους, (Εἰς δὲ τὰ Τροπάρια λέγομεν, ἐν ἑνὶ ἑκάστῳ) Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι. 

ΩΔΗ MΩΫΣEΩΣ (Ἐν τῷ Δευτερονομίω, Κεφ. λβ΄, 1). (Καθ΄ ἑκάστην Τρίτην τῆς ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς ἀναγινώσκεται ὁλόκληρος).

Ἀρχή·

Νόμου γραφέντος, αὖθις ᾠδὴ Μωσέως. Πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθέγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡς ὄμβρος ἐπ΄ ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν. Θεός, ἀληθινὰ τὰ ἔργα αὑτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὑτοῦ κρίσις. Θεὸς πιστός, καὶ οὐκ ἐστὶν ἀδικία ἐν αὐτῷ· δίκαιος καὶ ὅσιος ὁ Κύριος. Ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; Οὗτος λαὸς μωρός, καὶ οὐχὶ σοφός· οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησε σε, καὶ ἔπλασέ σε; Μνήσθητι ἡμέρας αἰῶνος, σύνετε δὴ ἔτη γενεὰς γενεῶν. Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσι σοι. Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.Αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ· ἐν δίψει καύματος, ἐν γῆ ἀνύδρῳ· ἐκύκλωσεν αὐτόν, καὶ ἐπαίδευσεν αὐτόν, καὶ διεφύλαξεν αὐτόν, ὡς κόρην ὀφθαλμοῦ. Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὑτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε· διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτούς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ΄ αὐτῶν Θεὸς ἀλλότριος. Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς· ἐψώμισεν αὐτοὺς γεννήματα ἀγρῶν. Ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον. Καὶ ἔφαγεν Ἰακώβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Παρώξυνάν με ἐπ΄ ἀλλοτρίοις, καὶ ἐν βδελύγμασιν αὑτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Καὶ εἶδε Κύριος, καὶ ἐζήλωσε καὶ παρωξύνθη δι΄ ὀργὴν υἱῶν αὑτοῦ καὶ θυγατέρων. Καὶ εἶπεν· Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ΄ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ΄ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν· υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Αὐτοὶ παρεζήλωσάν με ἐπ΄ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ΄ οὐκ ἔθνει, ἐπ΄ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου· καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτοὺς κακά, καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς. Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου. Εἶπα· Διασπερῶ αὐτούς· παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. Εἰ μὴ δι΄ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι· μὴ εἴπωσιν· Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλή, καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα. Ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἐστὶν ἐν αὐτοῖς ἐπιστήμη, καὶ οὐκ ἐφρόνησαν συνιέναι. Ταῦτα πάντα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτούς, καὶ ὁ Κύριος παρέδωκεν αὐτούς; Οὐ γὰρ εἰσιν οἱ θεοὶ αὐτῶν, ὡς ὁ Θεὸς ἡμῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι. Ἐκ γὰρ ἀμπέλων Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ΄ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν, καὶ πάρεστιν ἕτοιμα ἡμῖν. Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὑτοῦ παρακληθήσεται. Εἶδε γὰρ αὐτοὺς παραλελυμένους, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους. Καὶ εἶπε Κύριος· Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ΄ οἷς ἐπεποίθεισαν ἐπ΄ αὐτοῖς; Ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; Ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν, καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί. Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμι, καὶ οὐκ ἐστὶ Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἐστίν, ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα. Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσι με ἀνταποδώσω. Μεθύσω τὰ βέλη μου ἀφ΄ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ΄ αἵματος τραυματιῶν, καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.

Τέλος· Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.

Δόξα... Καὶ νῦν...

 

ᾨΔΗ ΤΡΙΤΗ

ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ

(ᾨδὴ Βασιλειῶν Α', Κεφ. Β')

  • Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως. 

  • Ἀρχὴ: Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. 

  • ……..Τέλος: Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. 

  • Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. 

Δόξα... Καὶ νῦν... 

 

ῼΔΗ ΤΕΤΑΡΤΗ

 ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφ. γ', Ι)

  • Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμ, φράσον. 

  • Ἀρχὴ: Δόξα τῇ δυνάμει σου, Κύριε. 

  • …..Τέλος: Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. 

  • Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. 

Δόξα... Καὶ νῦν... 

 

ᾨΔΗ ΠΕΜΠΤΗ

 ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφ. κς', 9)

  • Ἡσαΐου πρόρρησις, εὐχὴ τὸ πλέον. 

  • Ἀρχὴ: Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. 

  • …Τέλος: Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 

  • Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. 

  • Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. 

  • Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. 

Δόξα... Καὶ νῦν... 

 

ᾨΔΗ ΕΚΤΗ

ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφ. β', 2)

  • Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶς, λέγων. 

  • Ἀρχὴ: Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. 

  • …Τέλος: Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. 

  • Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. 

Δόξα... Καὶ νῦν... 

  

ῼΔΗ ΕΒΔΟΜΗ

 ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

(Δανιήλ, Κεφ. γ')

  • Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων. 

  • Ἀρχὴ: Τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, εὐλογητὸς εἶ. 

  • …Τέλος: Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

  • Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

Δόξα... Καὶ νῦν... 

ᾨΔΗ ΟΓΔΟΗ

 ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

  • Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις. 

  • Ἀρχὴ: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εἰς Στίχους η' 

  • Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εἰς Στίχους ς' 

  • Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εἰς Στίχους δ' 

  • Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. 

  • Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. 

Δόξα... Καὶ νῦν... 

 

ᾨΔΗ ΕΝΑΤΗ

ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ

 ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ

(Λουκ, Κεφ. α' 68)

  • Ἀρχὴ: Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον. 

  • Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. 

  • Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. 

  • Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὐτοῦ. 

  • Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. 

  • Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. 

Εἰς Στίχους η' 

  • Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. 

  • Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. 

Εἰς Στίχους ς' 

  • Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. 

  • Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. 

Εἰς Στίχους δ' 

  • Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. 

  • Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. 

Δόξα... Καὶ νῦν... 

………………………………………

ΤΕΤΑΡΤΗ

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Κύριε ἐλέησον(ιβ’) Ἐλέει καὶ οἰκτιρμοῖς...

ῼΔΗ ΠΡΩΤΗ

ῼΔΗ ΜΩΫΣΕΩΣ

Ἀρχὴ· 

Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. 

Δόξα Πατρί...

Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι. 

Καὶ νῦν...

τι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 

 

ῼΔΗ ΤΡΙΤΗ

ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ

(ᾨδὴ Βασιλειῶν Α', Κεφ. Β')

Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως.

Ἀρχὴ: γιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. 

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου. 

τι οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου. 

Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν, μηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν. 

τι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. 

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. 

Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν, ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. 

Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει. 

Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. 

νιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. 

Εἰς Στίχους η' 

Διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου. 

τι οὐκ ἐνισχύει ἐν τῇ ἰσχὺϊ αὐτοῦ, δυνατὸς ἀνὴρ Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος.

Εἰς Στίχους ς' 

Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,. 

λλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. 

Εἰς Στίχους δ’ 

Τέλος: 

Δόξα Πατρί...

Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. 

Καὶ νῦν...

Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. 

 

ῼΔΗ ΤΕΤΑΡΤΗ

ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

Δόξα τῇ δυνάμει σου, Κύριε. 

Τέλος: 

Δόξα Πατρί...

Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. 

 Καὶ νῦν...

Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.

 

ῼΔΗ ΠΕΜΠΤΗ

ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Τέλος: 

ναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. 

Δόξα Πατρί...

γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. 

Καὶ νῦν...

Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. 

 

ῼΔΗ ΕΚΤΗ

ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ

Ἀρχὴ: 

ς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. 

Τέλος: 

Δόξα Πατρί...

Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. 

Καὶ νῦν...

γὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. 

 

ῼΔΗ ΕΒΔΟΜΗ

ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Ἀρχὴ: 

Τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, εὐλογητὸς εἶ. 

Τέλος: 

Δόξα Πατρί...

Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

Καὶ νῦν...

Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

 

ῼΔΗ ΟΓΔΟΗ

ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους η'

Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους ς'

Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους δ'

Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 

Δόξα Πατρί...

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. 

Καὶ νῦν...

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ῼΔΗ ΕΝΑΤΗ

ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ

ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ

(Λουκ, Κεφ. Α’ 68)

Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. 

Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. 

Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὐτοῦ. 

Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. 

Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.

Εἰς Στίχους η'

ρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. 

Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Εἰς Στίχους ς'

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. 

Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Εἰς Στίχους δ’

Δόξα Πατρί...

ν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. 

Καὶ νῦν...

Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

 

ΚΑΝΟΝΕΣ

………………………………………

ΠΕΜΠΤΗ

ΩΔΗ ΠΡΩΤΗ

ΩΔΗ MΩΫΣΕΩΣ (Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε΄). Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει· 

Ἀρχή· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται. 

Τέλος· Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ΄ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ΄ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΤΡΙΤΗ 

ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ ΤΗΣ ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ ΤΟΥ ΠΡΟΦΗΤΟΥ (Ὠδὴ Βασιλειῶν Α΄, Κεφ. Β΄)

Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως. 

Ἀρχή· Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Τέλος· Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὤν. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΤΕΤΑΡΤΗ 

ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ ΤΟΥ ΠΡΟΦΗΤΟΥ (Κεφ. γ΄, Ι). 

Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμ, φράσον. 

Ἀρχή· Δόξα τῇ δυνάμει σου, Κύριε.

Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. Ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήσῃ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ Ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ· καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ. Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ. Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη. Διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον. Σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ. Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμὸς σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος· ποταμῶν ῥαγήσεται γῆ. Ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὑτῆς. Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὑτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου. Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη. Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστὸν σου ἐλήλυθας, ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος. Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· σεισθήσονται ἐν αὑτοῖς, διανοίξουσι χαλινοὺς αὑτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ. Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά. Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου· καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου. Ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναι με εἰς λαὸν παροικίας μου. 

Εἰς Στίχους η΄. 

Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις. Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν. 

Εἰς Στίχους ς΄.

Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις. Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Εἰς Στίχους δ΄.

Τέλος· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαι με ἐν τῇ ᾠδῇ αὐτοῦ.

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΠΕΜΠΤΗ 

ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ (Κεφ. κς΄, 9). 

Ἡσαΐου πρόῤῥησις, εὐχὴ τὸ πλέον. 

Ἀρχή· Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Τέλος· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖον σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΕΚΤΗ 

ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ (Κεφ. β΄, 2). 

Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶς, λέγων.

Ἀρχή· Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε.

Τέλος· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Δόξα... Καὶ νῦν...

ΩΔΗ ΕΒΔΟΜΗ ,ΠΡΟΣΕΥΧΗ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ (Δανιήλ, Κεφ. γ΄). 

Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων.

Ἀρχή· Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τέλος· Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΟΓΔΟΗ 

ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ 

Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις. 

Ἀρχή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους η΄.

Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους ς΄.

Εὐλογεῖτε, ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους δ΄.

Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΕΝΑΤΗ ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ (Λουκ, Κεφ. α΄ 68). 

Ἀρχή· Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.

 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραηλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὑτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὑτοῦ.

Εἰς Στίχους η΄.

Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Εἰς Στίχους ς΄.

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύση γὰρ πρὸ προσώπου Κυρίου ἑτοίμασαι ὁδοὺς αὐτοῦ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Εἰς Στίχους δ΄.

Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφάναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Δόξα... Καὶ νῦν...ΚΑΝΟΝΕΣ

………………………………………

ΠΑΡΑΣΚΕΥΗ

Ν΄ Ψαλμὸν. Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου …Ὁ χορός· Κύριε, ἐλέησον (ιβ΄).Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς, …

ΩΔΗ ΠΡΩΤΗ

ΩΔΗ MΩΫΣΕΩΣ (Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε΄). Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει· (Καθ΄ ἑκάστην Δευτέραν τῆς ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς ἀναγινώσκεται ὁλόκληρος)

Ἀρχή· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται. 

Τέλος· Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ΄ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ΄ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 

Δόξα... Καὶ νῦν...

ΩΔΗ Γ΄ Ἀρχή· Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. 

Τέλος· Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὤν. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.

Δόξα... Καὶ νῦν...

ΩΔΗ Δ΄ Ἀρχή· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τέλος· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαι με ἐν τῇ ᾠδῇ αὐτοῦ.

Δόξα... Καὶ νῦν...

 ΩΔΗ ΠΕΜΠΤΗ 

ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ Ἡσαΐου πρόῤῥησις, εὐχὴ τὸ πλέον.
(Καθ΄ ἑκάστην Παρασκευὴν τῆς ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς ἀναγινώσκεται ὁλόκληρος).

Ἀρχή· Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματα σου ἐπὶ τῆς γῆς.
Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Πέπαυται γὰρ ὁ ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Κύριε, ὑψηλὸς σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δέ, αἰσχυνθήτωσαν.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.

Εἰς στίχους η΄.
Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.

Εἰς Στίχους ς΄.
Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.

Εἰς Στίχους δ΄.
Τέλος· Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ.
Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖον σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.
Δόξα... Καὶ νῦν...

ΩΔΗ Στ΄ Ἀρχή· Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε.

Τέλος· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Δόξα... Καὶ νῦν...

ΩΔΗ ΕΒΔΟΜΗ 

ΠΡΟΣΕΥΧΗ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ (Δανιήλ, Κεφ. γ΄). 

Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων.

Ἀρχή· Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τέλος· Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. 

Δόξα... Καὶ νῦν...

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

 

ΩΔΗ ΟΓΔΟΗ 

ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ 

Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις. (Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ ἀναγινώσκεται ὁλόκληρος καθ΄ ἑκάστην). 

Ἀρχή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους η΄.

Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους ς΄.

Εὐλογεῖτε, ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εἰς Στίχους δ΄.

Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

Δόξα... Καὶ νῦν...

ΩΔΗ ΕΝΑΤΗ 

ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

(Λουκ, Κεφ. α΄ 68). (Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ ἀναγινώσκεται ὁλόκληρος καθ΄ ἑκάστην). 

Ἀρχή· Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.

 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραηλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὑτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὑτοῦ.

Εἰς Στίχους η΄.

Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Εἰς Στίχους ς΄.

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύση γὰρ πρὸ προσώπου Κυρίου ἑτοίμασαι ὁδοὺς αὐτοῦ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Εἰς Στίχους δ΄.

Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφάναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Δόξα... Καὶ νῦν… ΚΑΝΟΝΕΣ

………………………………………

ΣΤΟΝ ΟΡΘΡΟ ΤΗΣ ΣΑΡΑΚΟΣΤΗΣ ΜΕΤΑ ΤΟ «ΣΥ ΓΑΡ ΕΙ Ο ΒΑΣΙΛΕΥΣ ΤΗΣ ΕΙΡΗΝΗΣ…», (ΣΤΗΝ ΕΝΑΤΗ ΩΡΑ ΜΕΤΑ ΤΟ ΚΟΝΤΑΚΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ(δ')), Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)]. 

Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Τετάρτη. Εἰς τὴν ζ' ᾠδὴν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Παρασκευὴ. Εἰς τὴν ζ' ᾠδὴν

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος. 

ΗΧΟΣ Β΄ΤΕΤΑΡΤΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον, δι' αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς.

Τὰ Μαρτυρικὰ τοῦ γ’  ἤχου.Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν

Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Τῇ Παρασκευῇ  Εἰς τὴν ζ' ᾨδὴν

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Τὸ Μαρτυρικὸν τοῦ δ’  ἤχου. Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  

Τὸ Μαρτυρικὸν τοῦ δ’  ἤχου. Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν

Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.α’  ἤχου.Τῇ ΤετάρτῃΕἰς τὴν ζ' ᾨδὴν

Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, δι' ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν. 

Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορός τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. Β Εἰς τὴν ζ' ᾨδὴν ΤΕΤΑΡΤΗ Μαρτυρικὸν

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

Ἦχος πλ. Β 'Εἰς τὴν ζ' ᾨδὴν ΠΑΡΑΣΚΕΥΗ Μαρτυρικὸν

Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν κηρύξαντας, καὶ τῶν ἀνόμων ἀπειλὰς μὴ πτήξαντας, ἐθαυμάστωσεν ὁ Κύριος· καθεῖλον γὰρ ἀθλητικῇ καρτερίᾳ, τὰ θράση τῶν παρανόμων, ἔλαβον παρὰ Χριστοῦ ἐπαξίως τὴν χάριν τῶν ἰαμάτων, ἀπαύστως δεόμενοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ΤΕΤΑΡΤῌ Μαρτυρικὸν

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος βαρὺς ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχου Τετάρτη Εἰς τὴν ζ' ᾠδὴν

Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχουΠαρασκευὴ Εἰς τὴν ζ' ᾠδὴν

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

ΜΑΡΤΥΡΙΚΑ ΔΕΥΤΕΡΑΣ-ΤΡΙΤΗΣ-ΠΕΜΠΤΗΣ

Τῌ ΔΕΥΤΕΡᾼ

 Ἦχος α' Εἰς τὴν ζ' Ὠδὴν,Μαρτυρικὸν

Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β', Μαρτυρικὸν 
Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ Κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταις ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν 
Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν 
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν Οἰκουμένην τῇ χάριτι φαιδρύναι. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α',Μαρτυρικὸν 
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσι παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β',Μαρτυρικὸν 
Φῶς Δικαίοις διαπαντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με. 

Εἰς τὴν ζ' ᾨδὴν Ἠχος βαρὺς ,Μαρτυρικὸν 
Οἱ Ἁγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρά σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν  Ἠχος πλ. δ' ,Μαρτυρικὸν 
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Τῌ ΤΡΙΤῌ

Εἰς τὴν ζ' ᾨδὴν ΗΧΟΣ Α' ,Μαρτυρικὸν,Τοῦ λίθου σφραγισθέντος 

Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν 
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν ἁγίοις ἀναπαυόμενος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν 
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν 
Τῶν ἐν ὅλῳ τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν 
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν 
Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεός, δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν 
Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ Οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν 
Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος. 

ΤΗ ΠΕΜΠΤΗ

Εἰς τὴν ζ' ᾨδὴν  Μαρτυρικὸν ΗΧΟΣ Α' ,Τὸν τάφον σου Σωτὴρ  
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν 
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν ,Τὴν ὡραιότητα 
Θωρακισάμενοι τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, καὶ πάσας τὰς τῶν Τυράννων, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν ,Ταχὺ προκατάλαβε 
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες διδοῦσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν, Ὅμοιον 
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν 
Τῶν Ἀθλοφόρων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν 
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν 
Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι. 

 

………………………………………

ΣΤΟΝ ΟΡΘΡΟ ΑΚΟΛΟΥΘΕΙ ΤΟ ΣΥΝΑΞΑΡΙ

……………………………………………

ΣΤΗΝ Θ΄: ε’, Δόξα Πατρί...Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. 

ς’,   Καὶ νῦν...Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. 

Κύριε ἔλέησον μ', Ὁ ἐν παντὶ καιρῷ...

……………………………………

 

ΚΑΝΟΝΕΣ…...Ὁ Εἱρμὸς Η΄ ΩΔΗΣ…

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος β’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. 

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 

Τὴν Τιμιωτέραν... 

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

Τὴν Τιμιωτέραν... 

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

Τὴν Τιμιωτέραν... 

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

Τὴν Τιμιωτέραν... 

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

Τὴν Τιμιωτέραν... 

Καταβασία

ᾠδὴ θ’  

ὁ α’ χορός 

Ὁ Εἱρμὸς …

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 

ΦΩΤΑΓΩΓΙΚΑ

᾿Ιστέον, ὅτι ἡ συμπλήρωσις τῶν τριαδικῶν ὕμνων γίνεται ὡς ἑξῆς. Τοῦ 1ου τροπαρίου μὲ τὸ χαρακτηριστικὸν τῆς ἡμέρας (Δευτέρα: «προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς». Τρίτη: «πρεσβείαις τοῦ προδρόμου, σῶσον ἡμᾶς».  Τετάρτη καὶ  Παρασκευή: «δυνάμει τοῦ σταυροῦ σου, σῶσον ἡμᾶς». Πέμπτη: «πρεσβείαις τῶν ἀποστόλων, σῶσον ἡμᾶς»).

Τοῦ 2ου τροπαρίου μὲ τὸ χαρακτηριστικὸν τοῦ ἁγίου τοῦ ναοῦ (π.χ. «πρεσβείαις τοῦ ὁσίου, σῶσον ἡμᾶς»«πρεσβείαις τῆς ἀθληφόρου...»«πρεσβείαις τῶν μαρτύρων...»«πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς» κ.λπ.). Ἂν ὅμως ὁ ναὸς τιμᾶται ἐπ᾿ ὀνόματι δεσποτικῆς ἢ θεομητορικῆς ἑορτῆς, ἡ συμπλήρωσις τοῦ 2ου τροπαρίου γίνεται ὅπως καὶ τοῦ α΄, πλὴν τῆς Πέμπτης, ἀφιερωμένης οὔσης καὶ εἰς τὸν ἅγιον Νικόλαον, καθ᾿ ἣν ἡ συμπλήρωσις γίνεται μὲ τὸ «πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς».

Τοῦ 3ου τριαδικοῦ ὕμνου ἡ συμπλήρωσις γίνεται ἀείποτε μὲ τὸ «διὰ τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς».

᾿Ιστέον ὅτι ἡ συμπλήρωσις τῶν φωταγωγικῶν γίνεται μὲ τὰ σημειωθέντα χαρακτηριστικὰ εἰς τοὺς τριαδικοὺς ὕμνους, ἀλλὰ εἰς τὰ φωταγωγικὰ κατακλείονται οὐχὶ μὲ τὸ «σῶσον ἡμᾶς», ἀλλὰ μὲ τὸ «καὶ σῶσόν με» (π.χ. «πρεσβείαις τῆς ἀθληφόρου καὶ σῶσόν με», τὸ δὲ γ΄ πάντοτε μὲ τὸ «πρεσβείαις τῆς Θεοτόκου καὶ σῶσόν με»). 

 

ΦΩΤΑΓΩΓΙΚΑ 

ΨΑΛΛΟΜΕΝΑ ΚΑΤ’ ΗΧΟΝ ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΣΣΑΡΑΚΟΣΤΗ

 ΕΙΣ ΤΟΝ Α΄ΗΧΟΝ 

Τὸ Φωταγωγικόν.

Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΕΙΣ ΤΟΝ Β’ ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΕΙΣ ΤΟΝ Γ’ ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΕΙΣ ΤΟΝ Δ΄ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΕΙΣ ΤΟΝ ΠΛ.Α’ ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΕΙΣ ΤΟΝ ΠΛ.Β’ ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον.

 ΕΙΣ ΤΟΝ ΒΑΡΥΝ ΗΧΟΝ 

 Τὸ Φωταγωγικόν.

Διέγειρόν με Κύριε πρός τήν σήν ὑμνῳδίαν, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου Ἅγιε, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. 

ΗΧΟΣ ΠΛ. Δ'

Τὸ Φωταγωγικόν.

Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

Ἰστέον, ὅτι τὴν συμπλήρωσιν ἑκάστου Φωταγωγικοῦ ποιοῦμεν οὕτω.

Τῇ Δευτέρᾳ.

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

Τῇ Τρίτῃ

Προστασίαις Κύριε τοῦ Προδρόμου, καὶ σῶσόν με.

Τῇ Τετάρτῃ καὶ Παρασκευῇ

Δυνάμει Κύριε τοῦ Σταυροῦ, καὶ σῶσόν με.

Τῇ Πέμπτῃ

Πρεσβείαις Κύριε, τῶν Ἀποστόλων, καὶ σῶσόν με.

Τῷ Σαββάτῳ λέγομεν αὐτὸ δίς.

Ἐν μὲν τῷ πρώτῳ

Πρεσβείαις Κύριε τῶν Ἁγίων σου, καὶ σῶσόν με.

Ἐν δὲ τῷ δευτέρῳ

Πρεσβείαις Κύριε, τῆς Θεοτόκου, καὶ σῶσόν με.

 

(ΑΙΝΕΙΤΕ…ΧΥΜΑ) ΣΟΙ ΔΟΞΑ ΠΡΕΠΕΙ, ΚΥΡΙΕ… 

ΑΙΝΟΙΨαλμὸς ΡΜΗ΄ (148)

ΠΑΣΑ ΠΝΟΗ ΑΙΝΕΣΑΤΩ ΤΟΝ ΚΥΡΙΟΝ.Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ΡΜΘ΄ (149)

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. 

Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ΡΝ΄ (150)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 

ΜΕΤΑ ΤΟΥΣ ΑΙΝΟΥΣ:Δόξα... Καὶ νῦν... Ὁ προεστὼς 

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χῡμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.   

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

 Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.ΧΟΡΟΣ:Παράσχου Κύριε  [καί μετά ἀπό κάθε αἴτηση]. Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν,

παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

 

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.

  Ο ῾Ιερεύς χαμηλοφώνως λέγει τήν εὐχήν ταύτην·  Κύριε, ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καί τά ταπεινά ἐφορῶν, καί τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπί πᾶσαν τήν κτίσιν, σοί ἐκλίναμεν τόν αὐχένα τῆς ψυχῆς καί τοῦ σώματος, καί δεόμεθά σου. ῞Αγιε ῾Αγίων, ἔκτεινον τήν χεῖρά σου τήν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καί εὐλόγησον πάντας ἡμᾶς· καί εἴ τι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, δωρούμενος ἡμῖν τά ἐγκόσμια καί ὑπερκόσμια ἀγαθά σου.

   Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόστιχα

Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταὶς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 

 Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. 

Δόξα... Καὶ νῦν... 

ὁ ἱερεὺς λέγει

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε· τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα (ΚΑΘ΄ΕΚΑΣΤΗΝ). 

Μεθ' ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

 Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας. Δόξα... Καὶ νῦν... Θεοτοκίον.

 Ὁ Ἱερεὺς

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν……..

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

 Σοφία. καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς. Εἶτα τό Δεῦτε προσκυνήσωμεν γ'. Μετανοίας τρεῖς καὶ τὴν Π ρ ώ τ η ν Ὥραν. 

Εἰ δέ ἐστι Τεσσαρακοστή, μετὰ τὸ "Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ...", καὶ μετὰ τὸ Τρισάγιον, λέγομεν τὸ παρόν.

Ἀπολυτίκιον

Ἐν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.

 Εἶτα τό. Κύριε, ἐλέησον (μ'). Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβείμ... Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

 

Ὁ Ἱερεὺς

Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί ...

 Καὶ ἡμεῖς λέγομεν τό

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 Εἶθ' οὕτω, Μετανοίας μεγάλας (γ'), λέγοντες καθ' ἑαυτούς, καὶ τὴν προγραφεῖσαν Εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ', (Ο ΘΕΟΣ ΗΛΑΣΘΗΤΙ ΜΟΙ ΤΩ ΑΜΑΡΤΩΛΩ ΚΑΙ ΕΛΕΗΣΟΝ ΜΕ) Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  ευθύς άρχονται αι ωραι

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Α' ΩΡΑΣ M. ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ

[Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).Δόξα Πατρί... Καὶ νῦν...Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον. (ἐκ τρίτου)Δόξα Πατρί... Καὶ νῦν...Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς... ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία... ὁ Ἀναγνώστης: Ἀμήν.Κύριε ἐλέησον ιβ' Δόξα Πατρί... Καὶ νῦν...]

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς Ε΄ (5) Τὰ ῥήματά μου ἐνώτισαι Κύριε σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου· ὅτι πρὸς σὲ προσεύξομαι Κύριε. Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκον σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν Σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρίνον αὐτοὺς ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται καί κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.Ψαλμὸς ΠΘ΄ (89) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· Ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. Τὸ πρωῒ ἀνθῆσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθεν πρᾳότης ἐφ΄ ἡμᾶς, καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμὸν σου ἐξαριθμήσασθαι; Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν.Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ΄ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ΄ ἡμᾶς, καὶ τὸ ἔργο τῶν χειρῶν ἡμῶν κατεύθυνον.Ψαλμὸς Ρ΄ (100)Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ΄ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὑτοῦ, τοῦτον ἐξεδίωκον.Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδία, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ΄ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτος μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Δόξα Πατρί...Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός [(3)], Κύριε, ἐλέησον (γ')

(ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ), ΤΟ ΠΡΩΙ ΕΙΣΑΚΟΥΣΟΝ…

…………………………………………

 

(ΨΑΛΤΗΡΙ) Ἦχος πλ. β'

ὁ α’ χορός (ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)

Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

ὁ β’ χορός

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆς μου.

Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

ὁ α’ χορός

Στίχ. τι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.

Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Δόξα Πατρί... 

…………………………………………

Καὶ νῦν... Θεοτοκίον(ΧΥΜΑ)

Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον; ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. (ΤΑ ΔΙΑΒΗΜΑΤΑ ΜΟΥ…)

………………………………………

(ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ) (ΤΙ ΣΕ ΚΑΛΕΣΩΜΕΝ…)

(ΨΑΛΤΑ) Τδιαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. (δίς).

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. (δίς).

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. (δίς).

Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου (τρίς). (ΤΡΙΣΑΓΙΟΝ)

(ΛΙΤΑΙ: 1 ΦΟΡΑ, ΕΚΤΟΣ ΑΠΟ ΤΟΝ ΤΕΛΕΥΤΑΙΟ)

…………………………………………

ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ ΚΑΙ ΤΡΙΤΗ, ΜΕΤΑ ΤΟ ΚΑΘΙΣΜΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ, ΔΟΞΑ…ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΑΙ ΕΝ ΤΩ ΜΕΣΩ ΤΗΣ ΝΥΚΤΟΣ ΚΑΙ ΜΑΚΑΡΙΟΣ Ο ΔΟΥΛΟΣ ΟΝ ΕΥΡΗΣΕΙ ΓΡΗΓΟΡΟΥΝΤΑ, ΑΝΑΞΙΟΣ ΔΕ ΠΑΛΙΝ, ΟΝ ΕΥΡΗΣΕΙ ΡΑΘΥΜΟΥΝΤΑ. ΒΛΕΠΕ ΟΥΝ ΨΥΧΗ ΜΟΥ, ΜΗ ΤΩ ΥΠΝΩ ΚΑΤΕΝΕΧΘΗΣ, ΙΝΑ ΜΗ ΤΩ ΘΑΝΑΤΩ ΠΑΡΑΔΟΘΗΣ ΚΑΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΕΞΩ ΚΛΕΙΣΘΗΣ. ΑΛΛΑ ΑΝΑΝΗΨΟΝ ΚΡΑΖΟΥΣΑ, ΑΓΙΟΣ, ΑΓΙΟΣ ΑΓΙΟΣ ΕΙ Ο ΘΕΟΣ ΗΜΩΝ

ΠΡΟΣΤΑΣΙΑΙΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ (Μ. ΔΕΥΤΕΡΑ)

ΠΡΕΣΒΕΙΑΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ (Μ. ΤΡΙΤΗ)

ΔΥΝΑΜΕΙ ΤΟΥ ΣΤΑΥΡΟΥ ΣΟΥ (Μ. ΤΕΤΑΡΤΗ)

ΣΩΣΟΝ ΗΜΑΣ

ΚΑΙ ΝΥΝ… ΤΙ ΣΕ ΚΑΛΕΣΩΜΕΝ…ΤΑ ΔΙΑΒΗΜΑΤΑ ΜΟΥ…(ΧΥΜΑ, ΛΙΤΑΙ)

………………………………………

ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΙΣ: Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον

Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον; ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Kαὶ ψάλλομεν τὸ παρόν

Ἦχος β'

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν(τρίς).

Ὁ Ἀναγνώστης:

γιος ὁ Θεός,…

………………………………………

 

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρί... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. 

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. 

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, 

ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου).

Δόξα Πατρί... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...

Κοντάκιον τῆς ἡμέρας.

τι σοῦ ἐστιν ἡ βασιλεία...

……………………………………………

ΚΟΝΤΑΚΙΑ Α΄ΩΡΑΣ

Τῇ Τετάρτῃ καὶ Παρασκευῇ

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Κύριε ἐλέησον (μ')40 

ἐν παντὶ καιρῷ...

………………………………………

Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος Κοντάκιον

Ἦχος πλ. β' 

Ψυχή μου ψυχή μου, ἀνάστα, τί  καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν. Κύριε ἐλέησον (μ')40 

ἐν παντὶ καιρῷ...

………………………………………

Δ΄ΕΒΔΟΜΑΣ:ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...Κοντάκιον Αὐτόμελον.Ἦχος βαρὺς

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. 

Κύριε ἐλέησον (μ') 40 

ἐν παντὶ καιρῷ...

………………………………………

(ΚΟΝΤΑΚΙΟΝ) Τῇ Δευτέρᾳ, Τρίτῃ καὶ Πέμπτῃ

Τὴν ὑπερένδοξον τοῦ Θεοῦ μητέρα, καὶ τῶν ἁγίων ἀγγέλων ἁγιωτέραν , ἀσιγήτως ὑμνήσωμεν καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες , ὡς κυρίως γεννήσασαν Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπάυστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Κύριε ἐλέησον (μ') 40 Ὁ ἐν παντὶ καιρῷ...

……………………………………………

τι σοῦ ἐστιν ἡ βασιλεία...Μ. ΔΕΥΤΕΡΑ: Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ…

Μ. ΤΡΙΤΗ: ΤΗΝ ΩΡΑ ΨΥΧΗ ΤΟΥ ΤΕΛΟΥΣ…

Μ. ΤΕΤΑΡΤΗ: ΥΠΕΡ ΤΗΝ ΠΟΡΝΗΝ ΑΓΑΘΕ…

Κύριε ἐλέησον (μ')40 Ὁ ἐν παντὶ καιρῷ...

……………………………………

(ΚΟΝΤΑΚΙΟΝ)…Κύριε ἐλέησον (μ') 40 

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Κύριε ἐλέησον  γ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

ὁ Ἱερεύς: Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. (ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΑΙ ΑΙ ΩΡΑΙ:)

 

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

 Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. 

 Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τὸ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. 

 Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τὸ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (ΤΡΙΣΑΓΙΟΝ)

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (12) Καὶ ἡ Εὐχὴ τῆς Α’ Ὥρας ὑπὸ τοῦ Ἱερέως

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Δόξα Πατρί... Καὶ νῦν... Κύριε ἐλέησον  γ'

 ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν ἢ ἐπισυνάπτομεν τὴν Γ Ὥραν.

 

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Γ' ΩΡΑΣ 

Τεσσαρακοστῆς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 Ψαλμὸς ΙϚ΄ (16) Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου, οὐκ ἐν χείλεσιν δολίοις. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς. Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου. Ἐγὼ ἐκέκραξα, ὅτι ἑπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοί, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ.Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβαλλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀνάστηθι Κύριε, πρόφθασον αὐτούς καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρὸς σου. Κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωὴ αὐτῶν · καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

Ψαλμὸς ΚΔ΄ (24) Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδοὺς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστι. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ἧ ἠρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ΄ ἐμέ, καὶ ἐλέησόν με· ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Ψαλμὸς Ν΄ (50)·       λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ·       ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ·       ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς ·       σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε·       ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·       ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι·       ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι·       ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα·       ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον ·       καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου ·       μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·       ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με·       διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.·       ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου ·       Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ·       ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις ·       θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ·       ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ ·       τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, [(3)] Κύριε, ἐλέησον (γ') .(ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ) ΚΥΡΙΕ, Ο ΤΟ ΠΑΝΑΓΙΟΝ ΣΟΥ ΠΝΕΥΜΑ…

…………………………………………

Ἦχος πλ. β'

       ὁ β’ χορός(ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

       ὁ α’ χορός

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

       ὁ β’ χορός

Στίχ. Μὴ ἀποῤῤίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Δόξα Πατρί... 

………………………………………

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΚΥΡΙΟΣ Ο ΘΕΟΣ ΕΥΛΟΓΗΤΟΣ…

…………………………………………

ΤΗΝ Μ. ΕΒΔΟΜΑΔΑ, ΜΕΤΑ ΤΟ ΚΑΘΙΣΜΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ: ΔΟΞΑ…ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΑΙ…ΚΑΙ ΝΥΝ…ΘΕΟΤΟΚΕ ΣΥ ΕΙ Η ΑΜΠΕΛΟΣ…

……………………………………

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

 

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρί... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. 

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. 

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, 

ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα Πατρί... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...

..................................................

τι σοῦ ἐστιν ἡ βασιλεία...Καὶ ἀναγιγνώσκομεν τὰ παρόντα Τροπάρια ὅταν δὲν ὑπάρχει Ἑορτή.

 Ἀπολυτίκιον. Ἦχος πλ. δ´. 

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.  

Δόξα Πατρί...

Ταχεῖαν καὶ σταθερὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν. Μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλ’ἀεὶ ἡμᾶς πρόφθασον.Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ΄ὥσπερ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καἰ τοῖς ποθοῦσιν Σε ἕνωσον σαὐτὸν, Οἰκτίρμον· ἵνα συνημμένοι σοι ὑμνῶμεν καὶ δοξολογῶμεν τὸ Πανάγιον σου  Πνεῦμα.  

Καὶ νῦν...

ἐλπὶς καὶ προστασία, καὶ καταφυγὴ τῶν Χριστιανῶν, τὸ ἀκαταμάχητον τεῖχος, τῶν καταπονουμένων ὁ λιμὴν ὁ ἀχείμαστος, σὺ εἶ, Θεοτόκε ἄχραντε΄ἀλλ’ ὡς τὸν κόσμον σῴζουσα τῇ ἀπαύστῳ πρεσβείᾳ σου μνήσθητι καὶ ἡμῶν, Παρθένε πανύμνητε. 

Κύριε ἐλέησον μ' Ὁ ἐν παντὶ καιρῷ...

.....................................................

τι σοῦ ἐστιν ἡ βασιλεία...

τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος ἄνευ τῶν τριῶν προηγουμένων τὸ κάτωθι 

Κοντάκιον Ἦχος πλ. β' 

Ψυχή μου ψυχή μου, ἀνάστα, τί  καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

.....................................................

9-3

ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...Κοντάκιον  Ἦχος πλ. β'Τὴν ὑπὲρ ἡμῶν

Πᾶσαν στρατιάν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότη προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν. 

Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

.....................................................

(Δ’ ΕΒΔΟΜΑΔΟΣ) ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία... Κοντάκιον Αὐτόμελον.Ἦχος βαρὺς

 Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. 

Κύριε ἐλέησον μ' Ὁ ἐν παντὶ καιρῷ...

………………………………………

Μ. ΔΕΥΤΕΡΑ, Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ…. Μ. ΤΡΙΤΗ, ΤΗΝ ΩΡΑΝ ΨΥΧΗ ΤΟΥ ΤΕΛΟΥΣ…Μ. ΤΕΤΑΡΤΗ, ΥΠΕΡ ΤΗΝ ΠΟΡΝΗΝ ΑΓΑΘΕ…

………………………………………

(ΚΟΝΤΑΚΙΟΝ Ή ΤΡΟΠΑΡΙΑ)…Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Κύριε ἐλέησον  γ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

 ὁ Ἱερεύς: Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 

 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. (ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΕΣ:)

………………………………………

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

 Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. 

 Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν. 

 Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. 

 Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν. 

……………………………………

[Κύριε, ἐλέησον (ιβ΄) ]Καὶ ἡ εὐχὴ τῆς Γ’ Ὥρας ὑπὸ τοῦ Ἱερέως

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 Δόξα Πατρί... Καὶ νῦν... Κύριε ἐλέησον  γ'

 

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν ἢ ἐπισυνάπτομεν τὴν ς’ Ὥραν.

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΤ' ΩΡΑΣ Μ.Τεσσαρακοστῆς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

Ψαλμὸς ΝΓ΄ (53) (ΜΕΤΑΝΟΙΑΣ ΤΡΕΙΣ)

Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὑτῶν. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίως θύσω σοι· ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. 

Ψαλμὸς ΝΔ΄ (54)

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ΄ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ΄ ἐμέ. Φόβος καὶ τρόμος ἦλθεν ἐπ΄ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Προσεδεχόμην τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς· ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι εἰ ὀ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Καὶ εἰ ὁ μισῶν ἐπ΄ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ΄ αὐτοῦ. Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Ἐλθέτω δὴ θάνατος ἐπ΄ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἱσήκουσέ μου. Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Εἰσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν· ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι. Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ· διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν. Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Σὺ δέ, ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὑτῶν· ἐγὼ δὲ, Κύριε, ἐλπιῶ ἐπὶ σὲ.

Ψαλμὸς Ϟ΄ (90)

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ΄ αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, Ὅτι ἐπ΄ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ΄ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Δόξα Πατρί... Καὶ νῦν... λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός,(3) Κύριε, ἐλέησον (γ') (ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ) Ο ΕΝ ΕΚΤΗ ΗΜΕΡΑ…

(9-3: ΔΟΞΑ…ΤΑΣ ΑΛΓΗΔΟΝΑΣ…)

…………………………………………

Ἦχος β’

ὁ α’ χορός(ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)

[Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. νώτισαι ὁ Θεὸς τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.

ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. γὼ πρὸς τὸν Θεὸν ἐκέκραξα καὶ ὁ Κύριος εἰσήκουσέ μου.

ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Δόξα....]

………………………………………

Καὶ νῦν... Θεοτοκίον

τι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

 

ΤΡΟΠΑΡΙΟΝ ΠΡΟΦΗΤΕΙΑΣ

………………………………………

ΤΗΝ Μ. ΕΒΔΟΜΑΔΑ, ΜΕΤΑ ΤΟ ΚΑΘΙΣΜΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ, ΔΟΞΑ…ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ…ΚΑΙ ΝΥΝ ΟΤΙ ΟΥΚ ΕΧΟΜΕΝ… ΤΡΟΠΑΡΙΟΝ ΠΡΟΦΗΤΕΙΑΣ

………………………………………

(ΤΡΟΠΑΡΙΟΝ ΠΡΟΦΗΤΕΙΑΣ)…

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνοματός σου.

 

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρί... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. 

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. 

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, 

ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα Πατρί... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Κοντάκιον τῆς ἡμέρας.

………………………………………

ὁ Ἀναγνώστης:

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς Χριστέ, ὁ Θεὸς ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη κράζοντα΄ Κύριε, δόξα σοι. 

 Δόξα Πατρί... 

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι΄ Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Καὶ νῦν... Σταυροθεοτοκίον

περδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε, διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον. (ΔΕΥΤΕΡΑ-ΤΡΙΤΗ-ΠΕΜΠΤΗ: ΕΥΣΠΛΑΓΧΝΙΑΣ ΥΠΑΡΧΟΥΣΑ ΠΗΓΗ…)

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (40) Ο ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ... 

…………………………………………

Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

ὁ Ἀναγνώστης:

Κοντάκιον

Αὐτόμελον.Ἦχος βαρὺς

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.  

Κύριε ἐλέησον μ'(40)

ἐν παντὶ καιρῷ...

……………………………………………

Ἢ ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος 

Κοντάκιον

Ἦχος πλ. β'

Ψυχή μου ψυχή μου, ἀνάστα, τί  καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ὁ Ἀναγνώστης:

Κύριε ἐλέησον μ'(40) Ο ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ...

………………………………………

 9-3 ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

ὁ Ἀναγνώστης:

Κοντάκιον  Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν

Πᾶσαν στρατιάν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότη προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.  

Κύριε ἐλέησον μ'(40)

ἐν παντὶ καιρῷ...

…………………………………………

Μ. ΕΒΔΟΜΑΔΑ, Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ…, ΤΗΝ ΩΡΑΝ ΨΥΧΗ…ΥΠΕΡ ΤΗΝ ΠΟΡΝΗΝ…

………………………………………..

(ΥΠΕΡΔΕΔΟΞΑΣΜΕΝΗ…Ή ΚΟΝΤΑΚΙΟΝ)…Κύριε ἐλέησον μ'(40)

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον  γ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

 ὁ Ἱερεύς: Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. (ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΑΙ)

………………………………………

 

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. 

 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

……………………………………

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (12) ὁ Ἱερεύς τὴν εὐχὴν τῆς ς’ Ὥρας:

Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 

Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον  γ'ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν ἢ ἐπισυνάπτομεν τὴν Θ’ Ὥραν  

 

 

 

 

 

 

 

 

 

 

https://www.youtube.com/user/KERMENI

 

ἐπιμέλεια π. Γεώργιος Ι. Θεοδωρίδης

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Θ΄ΩΡΑ, ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΑΛΥΜΝΟΣ 2020

 

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ΄ ΩΡΑΣ (ΠΡΙΝ ΑΠΟ ΠΡΟΗΓΙΑΣΜΕΝΗ)

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν.Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.Βασιλεῦ οὐράνιε…Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός…Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν.Κύριε ἐλέησον (ιβ΄).Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συνεχίζομεν ᾧδε ἐὰν ἡ Ἀκολουθία ἀναγιγνώσκεται μετὰ τὴν ς’ Ὥραν. (ΚΑΙΡΟΣ-ΕΝΔΥΣΙΣ, μόνο «δ΄ευχων…»)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ... Ψαλμὸς ΠΓ΄ (83) Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Ψαλμὸς ΠΔ΄ (84) Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ΄ ἡμῶν. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ΄ αὐτόν. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν  δικαιοσύνη, καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Ψαλμὸς ΠΕ΄ (85) Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρός σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρός σε ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ΄ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. Καὶ πάλιν· Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντες με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (γ΄), Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. (ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ) Ο ΕΝ ΤΗ ΕΝΑΤΗ…

(ΨΑΛΤΗΡΙΟΝ) 

……………………………………………

9-3: ΔΟΞΑ…ΤΑΣ ΑΛΓΗΔΟΝΑΣ…ή  ΤΗΝ Μ. ΔΕΥΤ.-ΤΡ.-ΤΕ.: ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ…

ΚΑΙ ΝΥΝ…Ο ΔΙ΄ΗΜΑΣ…)

………………………………………

Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν· 

Ἦχος πλ. δ΄.(ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Στίχ. α΄. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Στίχ. β΄. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Δόξα..., 

…………………………………………

καὶ νῦν.... Θεοτοκίον.(ΧΥΜΑ)

Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

Μὴ δὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... 

………………………………………………………...

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... ΒΛΕΠΩΝ…Ή ΠΑΣΑΝ ΣΤΡΑΤΙΑΝ…Ή ΟΥΚΕΤΙ ΦΛΟΓΙΝΗ ΡΟΜΦΑΙΑ…Ή ΨΥΧΗ ΜΟΥ ΨΥΧΗ ΜΟΥ…Ή Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ

…………………………………………

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... 

Τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας· κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, τὰ παρόντα τροπάρια.

Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ΄ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε ἐν τῇ βασιλείᾳ σου.

Δόξα...
Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας. Χριστὲ ὁ Θεός, δόξα σοι.

Καὶ νῦν... 

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (12 Ή 40) ΔΟΞΑ..ΚΑΙ ΝΥΝ…ΤΗΝ ΤΙΜΙΩΤΕΡΑΝ…

……………………………………………

9-3

Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...μήν. ὁ Ἀναγνώστης:Κοντάκιον  Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν

Πᾶσαν στρατιάν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότη προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.  

 Κύριε ἐλέησον  (ιβ')

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

…………………………………………

Δ΄ΕΒΔΟΜΑΣ: ὁ Ἱερεὺς: τι σοῦ ἐστιν ἡ βασιλεία...ὁ Ἀναγνώστης:ΚοντάκιονΑὐτόμελον.Ἦχος βαρὺς

μήν. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. 

Κύριε ἐλέησον  ιβ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν..

.……………………………………

Ἢ ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος 

Κοντάκιον

Ἦχος πλ. β'

Ψυχή μου ψυχή μου, ἀνάστα, τί  καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν. Κύριε ἐλέησον  ιβ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν...ΜΑΚΑΡΙΣΜΟΙ

……………………………………………………………...

Εἶτα τὸ Κύριε ἐλέησον (40 ἢ12), 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

Ὁ Ἱερεύς· Δι’εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…

……………………………………………………………………….

[Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. (ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΑΙ ΑΙ ΩΡΑΙ:)

 Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. 

 Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. 

 Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

……………………………………………

(σε ορισμένα τυπικά παραλείπεται:)

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ εὐθὺς ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ (η ακολουθία των Μακαρισμων)

Ἦχος πλ. β', ὁ α’ χορός (ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)

  • ν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

  • ·     (Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. )

  • ὁ β’ χορός 

  • Μακάριοι οἱ πτωχοὶ τῷ  πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, 

  • ·       Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

                   ὁ β’ χορός

  • Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, 

  • ·    Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

ὁ α’ χορός

  • Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·              ὁ β’ χορός

  • Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται, 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·       ὁ α’ χορός 

  • Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται, 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·              ὁ β’ χορός 

  • Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·      ὁ α’ χορός 

  •  Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται, 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.  

·              ὁ β’ χορός

  • Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·              ὁ α’ χορός 

  • Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. 

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

  • ·       ὁ β’ χορός 

  • Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

  • ὁ α’ χορός

Δόξα Πατρί... 

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

ὁ β’ χορός 

Καὶ νῦν...

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

·              ὁ α’ χορός

  • Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·              ὁ β’ χορός

  • Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

·              ὁ α’ χορός

  • Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 

  •  

                           Καὶ συνεχίζει ὁ Ἀναγνώστης

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. 

 

Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. 

Δόξα Πατρί...

Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. 

Καὶ νῦν...

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ της βασιλείας οὐκ ἔσται τέλος. 

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. μήν. 

 

νες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

 

Εἶτα τό,  Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...

………………………………………………………..

α'. Τὸ τῆς Μεταμορφώσεως.

Ἦχος βαρύς.

πὶ τοῦ ὄρους μετεμορφώθης, καί, ὡς ἐχώρουν οἱ Μαθηταί σου, τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο, ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ  δὲ κόσμῳ κηρύξωσι, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

 

β’ Τῇ Τετάρτῃ καὶ τῇ   Παρασκευῇ, Κοντάκιον τοῦ Σταυροῦ

Ἦχος δ'

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ   ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 

β’1. Τὸ Κοντάκιον τῆς ἡμέρας

Τῇ Δευτέρᾳ , τῶν Ἀρχαγγέλων

ρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

 

β΄2.Τὸ Κοντάκιον τῆς ἡμέρας

Τῇ δὲ Τρίτῃ, τοῦ Προδρόμου

Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

β΄3.Τῇ Πέμπτῃ, τῶν Ἀποστόλων

Τοὺς ἀσφαλεῖς, καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. 

Ἕτερον τοῦ Ἁγίου Νικολάου(τῇ αὐτῇ ἡμέρᾳ)

Κοντάκιον, Ἦχος γ´. Ἡ Παρθένος σήμερον

Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

γ', Τὸ Κοντάκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.

 

δ', Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)]. ΔΟΞΑ…ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ…ΚΑΙ ΝΥΝ…ΠΡΟΣΤΑΣΙΑ…ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ 40, Ο ΕΝ ΠΑΝΤΙ…

...................................................................

 

(1,2,3,4,5,6 Ή ΤΗΣ ΕΟΡΤΗΣ. - Κύριε ελέησον μ', Ὁ ἐν παντὶ καιρῷ...

 

ἢ (Δ΄ΕΒΔΟΜΑΣ)

 

Πάτερ ἡμῶν... τι σοῦ ἐστιν...

Κοντάκιον

Αὐτόμελον.Ἦχος βαρὺς

μὴν. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. 

Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

……………………………………………

ΤΗΝ Δ΄ΠΑΡΑΣΚΕΥΗ: (3 μετάνοιες-ασπασμός Τιμίου Σταυρου) Τὸν Σταυρόν Σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν (ΘΥΜΙΑΖΟΝΤΑΣ, ΚΑΙ ΒΑΖΟΥΜΕ ΜΕΣΑ ΣΤΟ ΙΕΡΟ ΤΟΝ ΣΤΑΥΡΟ)

Κύριε ελέησον μ', Ὁ ἐν παντὶ καιρῷ...

…………………………………………

Ἢ ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

 

Ἢ Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος 

Κοντάκιον, Ἦχος πλ. β'

Ψυχή μου ψυχή μου, ἀνάστα, τί  καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ὁ Ἀναγνώστης:Κύριε ἐλέησον μ'(40) Ο ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ...

……………………………………………

Ἢ (9-3)ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Πᾶσαν στρατιάν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότη προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.  Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

……………………………………………

τι σοῦ ἐστιν ἡ βασιλεία…Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ….  Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

……………………………………………

τι σοῦ ἐστιν ἡ βασιλεία…ΤΗΝ ΩΡΑΝ ΨΥΧΗ ΤΟΥ ΤΕΛΟΥΣ….  Κύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ...

………………………………………

τι σοῦ ἐστιν ἡ βασιλεία…ΥΠΕΡ ΤΗΝ ΠΟΡΝΗΝ ΑΓΑΘΕ….  Κύριε ἐλέησον μ'Ὁ ἐν παντὶ καιρῷ...

……………………………………………

ΜΕΤΑ ΤΟ ΚΟΝΤΑΚΙΟΝ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΗΣ ΗΜΕΡΑΣ ΚΑΙ ΤΟΥ ΝΑΟΥ: ΜΑΡΤΥΡΙΚΟΝ ΔΕΥΤΕΡΑΣ-ΤΡΙΤΗΣ-ΠΕΜΠΤΗΣ

Τῌ ΔΕΥΤΕΡᾼ

 Ἦχος α' Εἰς τὴν ζ' Ὠδὴν,Μαρτυρικὸν

Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β', Μαρτυρικὸν 
Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ Κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταις ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν 
Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν 
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν Οἰκουμένην τῇ χάριτι φαιδρύναι. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α',Μαρτυρικὸν 
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσι παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β',Μαρτυρικὸν 
Φῶς Δικαίοις διαπαντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με. 

Εἰς τὴν ζ' ᾨδὴν Ἠχος βαρὺς ,Μαρτυρικὸν 
Οἱ Ἁγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρά σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν  Ἠχος πλ. δ' ,Μαρτυρικὸν 
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Τῌ ΤΡΙΤῌ

Εἰς τὴν ζ' ᾨδὴν ΗΧΟΣ Α' ,Μαρτυρικὸν,Τοῦ λίθου σφραγισθέντος 

Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν 
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν ἁγίοις ἀναπαυόμενος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν 
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν 
Τῶν ἐν ὅλῳ τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν 
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν 
Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεός, δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν 
Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ Οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν 
Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος. 

ΤΗ ΠΕΜΠΤΗ

Εἰς τὴν ζ' ᾨδὴν  Μαρτυρικὸν ΗΧΟΣ Α' ,Τὸν τάφον σου Σωτὴρ  
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν 
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν ,Τὴν ὡραιότητα 
Θωρακισάμενοι τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, καὶ πάσας τὰς τῶν Τυράννων, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν ,Ταχὺ προκατάλαβε 
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες διδοῦσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν, Ὅμοιον 
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν 
Τῶν Ἀθλοφόρων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν 
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. 

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν 
Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι. 

 

(Γ΄ΚΟΝΤΑΚΙΟΝ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ)…δ'(ΤΕΤΑΡΤΗΣ ΚΑΙ ΠΑΡΑΣΚΕΥΗΣ), Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)]. 

Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Τετάρτη. Εἰς τὴν ζ' ᾠδὴν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Παρασκευὴ. Εἰς τὴν ζ' ᾠδὴν

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος. 

ΗΧΟΣ Β΄ΤΕΤΑΡΤΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον, δι' αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς.

Τὰ Μαρτυρικὰ τοῦ γ’  ἤχου.Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν

Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Τῇ Παρασκευῇ  Εἰς τὴν ζ' ᾨδὴν

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Τὸ Μαρτυρικὸν τοῦ δ’  ἤχου. Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  

Τὸ Μαρτυρικὸν τοῦ δ’  ἤχου. Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν

Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.α’  ἤχου.Τῇ ΤετάρτῃΕἰς τὴν ζ' ᾨδὴν

Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, δι' ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν. 

Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορός τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. Β Εἰς τὴν ζ' ᾨδὴν ΤΕΤΑΡΤΗ Μαρτυρικὸν

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

Ἦχος πλ. Β 'Εἰς τὴν ζ' ᾨδὴν ΠΑΡΑΣΚΕΥΗ Μαρτυρικὸν

Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν κηρύξαντας, καὶ τῶν ἀνόμων ἀπειλὰς μὴ πτήξαντας, ἐθαυμάστωσεν ὁ Κύριος· καθεῖλον γὰρ ἀθλητικῇ καρτερίᾳ, τὰ θράση τῶν παρανόμων, ἔλαβον παρὰ Χριστοῦ ἐπαξίως τὴν χάριν τῶν ἰαμάτων, ἀπαύστως δεόμενοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ΤΕΤΑΡΤῌ Μαρτυρικὸν

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος βαρὺς ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχου Τετάρτη Εἰς τὴν ζ' ᾠδὴν

Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχουΠαρασκευὴ Εἰς τὴν ζ' ᾠδὴν

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

……………………………………………

ε’, Δόξα Πατρί...Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. 

ς’,   Καὶ νῦν...Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

……………………………………………

 (1,2,3,4,5,6 Ή ΤΗΣ ΕΟΡΤΗΣ)

Κύριε ελέησον μ'

Ὁ ἐν παντὶ καιρῷ…

……………………………………………………..

(ΚΑΙ ΝΥΝ…ΠΡΟΣΤΑΣΙΑ…Ή ΚΟΝΤΑΚΙΟΝ ΤΗΣ ΕΟΡΤΗΣ)

Κύριε ἔλέησον μ'

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον  γ'

Δόξα Πατρί... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. 

 

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 

ΤΡΙΣΑΓΙΟΝ...ΠΑΤΕΡ ΗΜΩΝ… οτι σου εστίν...ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ (12). ὁ Προεξάρχων (ή ο ιερεύς) τὴν Εὐχήν  

Παναγία Τριὰς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπ’ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάζω, ὑμνῶ,προσκυνῶ,καὶ λέγω· Εἷς ἅγιος, εἷς, Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς ·μήν. 

(ΤΗΝ Δ΄ΠΑΡΑΣΚΕΥΗ: Τὸν Σταυρόν Σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν (3). ΘΥΜΙΑΖΟΝΤΑΣ (3 μετάνοιες, ασπαζόμαστε), ΚΑΙ ΒΑΖΟΥΜΕ ΜΕΣΑ ΣΤΟ ΙΕΡΟ ΤΟΝ ΣΤΑΥΡΟ, ΤΗΝ Μ. ΤΕΤΑΡΤΗ ΤΗΝ ΕΙΚΟΝΑ ΤΟΥ ΝΥΜΦΙΟΥ”ιδου ο Νυμφίος έρχεται…”).

 ὁ Ἱερεὺς ἀμέσως τὴν Μικρὰν  Ἀπόλυσιν Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον  γ', (Μ. Εβδομας: ερχόμενος ο Κύριος…) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τοῦ (ΤΩΝ) ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ)καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. δι’ευχων των αγίων πατέρων ημων…(δι’ ευχων του αγίου δεσπότου ημων…)

(Παρασκευή 24-3 δεν γίνεται Προηγιασμένη)

 

 

 

Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων                            (καμπάνα)

Ο ιερεύς έμπροσθεν της αγίας τραπέζης, μετανοίας (τρεις): ο Θεός, ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με.Και ασπάζεται ο ιερεύς το άγιον ευαγγέλιον και την Αγίαν Τράπεζαν.Ὁ Ἱερεύς υψων το Ευαγγέλιον και ποιων δι΄αυτου σταυρόν επί του αντιμηνσίου λέγει εκφώνως:

 Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Και κλείεται η κάτω ωραία πύλη (ημιβημόθυρα). Λεγομένου του προοιμιακου ουδεμία ευχή του Λυχνικου αναγινώσκεται γενικως (μή υπάρχοντος Διακόνου δύναται ο ιερεύς να αναγνώση εν τω προοιμιακω τας ευχάς των τεσσάρων αντιφώνων του Λυχνικου, χωρίς να επαναλάβη ύστερον ταύτας εις τα αντίφωνα).

 ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης, ποιων μετανοίας (τρεις): Ψαλμὸς ΡΓ΄ (103). Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὑτοῦ. 

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα. 

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.

Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. 

Ἐπ΄ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. 

Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.

Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν.

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα... Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (ἐκ γ΄). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Ὁ διάκονος τὰ εἰρηνικά, εἰς ἕκαστον δέησιν ὁ λαὸς τὸ Κύριε ἐλέησον· 

 ὁ Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὁ χορός, μεθ΄ ἑκάστην Δέησιν, τὸ Κύριε, ἐλέησον.(εξαπλοι το ειλητόν ο ιερευς)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

*Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣ τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς τοῦ Κυρίου δεηθῶμεν.(ΟΤΑΝ ΔΕΝ ΕΙΝΑΙ ΠΑΡΩΝ Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως (κώμης)  καὶ νήσου (ἁγίας Μονῆς), ταύτης, πάσης (Μονῆς,) πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

ὁ α’ χορός: Σοὶ Κύριε. 

(μυστικῶς ΕΥΧΗ Α΄ Λυχνικοῦ) Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον. 

(Εκφώνως): Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν.

Μεθ' ὃ κλείεται ἐντελῶς ἡ Ὡραία Πύλη (ή τα βημόθυρα), ὁ Ἀναγνώστης ἀναγινώσκει μεγαλοφώνως τά "Πρὸς Κύριον" ἤτοι τὸ ΙΗ' (18ον) Κάθισμα τοῦ ψαλτηρίου. Ο διάκονος και ο ιερευς νίπτουν τας χειρας. Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος.

Καθ' ὃν χρόνον ἀναγινώσκεται τὸ Πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, ὁ Ἱερεὺς ασκεπής κάμνει τρεῖς μετανοίας πρὸ τῆς Ἁγίας Τραπέζης, ἀνοίγει τὸ Ἀρτοφόριον, καὶ θυμιάσας τὰ Δῶρα, ἁπλώνει τὸ Ἀντιμήνσιον καὶ θέτει τὸ Δισκάριον ἐπ’ Αὐτοῦ. Ἀφοῦ μεταφέρῃ τὸν Ἀμνὸν ἐπ’ Αὐτοῦ (με λαβίδα), καλύπτει μὲ τὸν Ἀστερίσκον καὶ ἕνα κάλυμμα.

τότε, προηγουμένου τοῦ θυμιατοῦ μετά λαμπάδος, ἀπέρχεται εἰς τὴν Πρόθεσιν, καὶ ἐναποθέτει τὸ Δισκάριον, φέρον τὸν Ἀμνόν (δεξιά του αγίου ποτηρίου). Κατόπιν βάζει οἶνον καὶ ὕδωρ εἰς τὸ Ἅγιον Ποτήριον καὶ καλύπτει αὐτό, καὶ μετὰ ταῦτα, διὰ τοῦ Ἀέρος ἀμφότερα τὰ σκεύη. Εἰς κάθε πρᾶξιν λέγει ἁπλῶς τό: "Δι΄ Εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς." απέρχεται εις την αγίαν τράπεζαν (διπλώνει το ειλητόν) και θυμια αυτήν και όλον το ιερατειον.

 

ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ 18ου ΚΑΘΙΣΜΑΤΟΣ (την 5η Πέμπτη το ιβ΄) 

ΨΑΛΜΟΣ ΡΙΘ' 119 

Ἀμήν.Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι, καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς, ἄνθραξι τοῖς ἐρημικοῖς, Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ΄ πολλὰ παρῴκησεν ἡ ψυχή μου, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. 

ΨΑΛΜΟΣ ΡΚ' 120 

ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τόν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος, Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 

ΨΑΛΜΟΣ ΡΚΑ' 121 

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα, Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι. 

ΨΑΛΜΟΣ ΡΚΒ' 122 

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. 

ΨΑΛΜΟΣ ΡΚΓ' 123 

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῤύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.  

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρίς)  

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.         Χ. Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν). 

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Κύριε ἐλέησον.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

Χ.  Σοὶ Κύριε.

(Μυστικως, ΕΥΧΗ Β΄ ) Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. 

(εκφώνως)Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν. 

 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΨΑΛΜΟΣ ΡΚΔ' 124 

Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν΄ εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. 

ΨΑΛΜΟΣ ΡΚΕ' 125 

ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν καὶ ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν΄ Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. 

ΨΑΛΜΟΣ ΡΚΣΤ' 126 

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν. Ἐγείρεσθε μετὰ τὸ καθῆσθαι οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν, οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. 

ΨΑΛΜΟΣ ΡΚΖ' 127 

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι,μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. 

ΨΑΛΜΟΣ ΡΚΗ' 128 

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες΄ Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. 

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς)  

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.  

Δξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

 Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.  Χ. Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.    Κύριε ἐλέησον.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῶ Θεῷ παραθώμεθα. Χ. Σοὶ Κύριε. 

(Μυστικως ΕΥΧΗ Γ’ ) Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. 

(εκφώνως)Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ, Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

 

 ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

ΨΑΛΜΟΣ ΡΚΘ' 129 

κ βαθέων ἐκέκραξά σοι, Κύριε΄ Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχὴ μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

ΨΑΛΜΟΣ ΡΛ' 130 

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 

ΨΑΛΜΟΣ ΡΛΑ' 131 

Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς. Καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θυραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων (άνοιγμα βημοθύρων).  Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῶ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῶ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτόν ἐξανθήσει τὸ ἁγίασμά μου.  

ΨΑΛΜΟΣ ΡΛΒ' 132 

δοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος. 

ΨΑΛΜΟΣ ΡΛΓ' 133 

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. (εμμελως)  

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς

ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.  (ο Διάκονος βγαίνει έξω)

  Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.     Χ.     Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.     Χ. Κύριε ἐλέησον.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.         Χ. Σοὶ Κύριε.

(Μυστικως ΕΥΧΗ Δ’) Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ  ὀνόματί σου τῷ  ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. 

(εκφώνως) Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν 

Και ανοίγεται μόνον το καταπέτασμα της ωραίας πύλης. Ο διάκονος θυμια. Οἱ χοροὶ ταπεινῇ τῇ φωνῇ ψάλλουσι τό, Κύριε ἐκέκραξα..., εἰς ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου.

ὁ α’ χορός

Ἦχος ...

   Ψαλμὸς ρμ’ (140) 

μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

 τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν  κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.   (ΤΡΙΩΔΙΟΥ)

Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

 ὁ β’ χορός

ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ ἦν ὁ ἐπιγινώσκων με. 

ὁ α’ χορός

πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

κέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός 

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. 

  ὁ β’ χορός

ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 

Ἦχος _ 

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
10 Στιχηρόν. 

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
9 Στιχηρόν. Ψαλμὸς ΡΚΘ΄ (129)

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. 

8 Στιχηρόν.

Γενηθήτω τὰ ὦτα σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 

7 Στιχηρόν.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 

6 Στιχηρόν.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. 

5 Στιχηρόν.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραήλ ἐπὶ τὸν Κύριον. 

4 Στιχηρόν.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ΄ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
3 Στιχηρόν. Ψαλμὸς ΡΙϚ΄ (116) 

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
2 Στιχηρόν.

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. 

Δόξα...
Δοξαστικὸν τοῦ Ἑσπερινοῦ.

Καὶ νῦν...
…………………………………………………………………………………...

(την Παρασκευή, και νυν και αεί...)

Ἦχος α΄.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον. Ἦχος β΄.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε μυστήρια˙ τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν˙ αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον. Ἦχος γ΄.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε˙ ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον. Ἦχος δ΄.

Τὸ ἀπ΄ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος˙ δι΄ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον. Ἦχος πλ. α΄.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος˙ Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ˙ Χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε˙ ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου, καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον. Ἦχος πλ. β΄. Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις˙ Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον. Ἦχος Βαρύς.

Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε˙ Σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον. Ἦχος πλ. δ΄.

Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου˙ δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον˙ δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

…………………………………………………………………………………...

Ψαλλομένου τοῦ Δοξαστικοῦ (την Παρασκευή το νεκρώσιμο όχι του Μηναίου), ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεύς (ἤ μόνος ὁ Ἱερεύς), μετὰ θυμιατοῦ, καὶ προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ Εἴσοδος. Ἐὰν ὅμως εἶναι ἑορτὴ ὡς π, χ, τοῦ Ἁγ, Χαραλάμπους, τῶν Τεσσαράκοντα Μαρτύρων ἢ ἄλλη τις, καθὼς καὶ τὴν Μεγάλην ἑβδομάδα, τότε ὁ Διάκονος ἢ ὁ Ἱερεὺς εἰσοδεύει μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου.

 Διάκονος· Εὐλόγησον, Δέσποτα, τό θυμίαμα. Ο Ἱερεὺς εὐλογων αὐτὸ ὡς συνήθως λέγει· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐξέρχονται ἅμα διὰ τοῦ βορείου κλίτους, προπορευομένου τοῦ Διακόνου· και, ἱσταμένων καταντικρὺ τῶν ἁγίων θυρῶν, λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν Ὁ δὲ Ἱερεὺς κλίνας τὴν κεφαλὴν λέγει ἠρέμα τὴν εὐχὴν τῆς εἰσόδου· 

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν·  μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ  Πατρὶ καὶ τῷ  Υἱῷ καὶ τῷ  ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Καὶ ὁ Ἱερεὺς εὐλογεῖ  κατά ἀνατολάς, λέγων· 

Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ΔΙΑΚΟΝΟΣ: Ἀμήν.  Εἶτα, ὁ Διάκονος θυμιᾷ τρὶς τὸν Δεσποτικὸν Θρόνον (ή τον Επίσκοπο, τις εικόνες, τον Επίσκοπο, τον λαό), τὰς εἰκόνας καὶ τὸν λαόν· καὶ ἵσταται ἐκεῖσε ἐν τῷ μέσῳ τοῦ ναοῦ ἀναμένων τὴν τοῦ τροπαρίου ἐκπλήρωσιν. Πληρωθέντος δὲ αὐτοῦ, χαράξας σταυρὸν μετὰ τοῦ θυμιατηρίου ἕως κεφαλῆς, ἐκφωνεῖ·

Διάκονος: Σοφία Ὀρθοί !

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης (χύμα):

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ὁ Διάκονος: Ἑσπέρας.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Α΄ΑΝΑΓΝΩΣΜΑ... (Ι. : Σοφία· πρόσχωμεν). …………...

ὁ Ἀναγνώστης: Κέλευσον!

Ὁ ἱερεὺς κρατῶν λαμπάδα ἀνημμένην καὶ θυμιατὸν ἐξηρτημένον, ἵσταται ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης καὶ σφραγίζων διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐκφωνεῖ: 

Σοφία, Ὀρθοί.

 Εἶτα ὁ Ἱερεύς, στρεφόμενος πρὸς τὸν λαὸν καὶ ἱστάμενος ἐπὶ τῆς Ὡραίας Πύλης, ἐκφωνεῖ: 

+ Φῶς Χριστοῦ φαίνει πᾶσι.

 Καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται ἐν τῷ Ἱερῷ. 

Εἶτα ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Β΄ΑΝΑΓΝΩΣΜΑ........................................

 Ο ΙΕΡΕΥΣ: ΕΙΡΗΝΗ ΣΟΙ.

Ο ΔΙΑΚΟΝΟΣ: ΣΟΦΙΑ

Κατευθυνθήτω...

Ὁ ἱερεύς, εὐθὺς μετὰ τὸ τέλος τοῦ ἀναγνώσματος, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει σεμνῶς καὶ κατανυκτικῶς. (Κατὰ μὲν τὴν Α’ Ἑβδομάδα, τὴν Μεγάλην Ἑβδομάδα καθὼς καὶ εἰς μνήμας ἑορταζομένων Ἁγίων εἰς ἦχον πλ.β’, κατὰ δὲ τὰς ὑπολοίπους ἡμέρας εἰς ἦχον πλ.α’ ).  (ημεις δε επί γόνυ κείμεθα ευχόμενοι).

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή (ο χορός)

Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ νότιον μέρος τῆς Ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως. 

 Στίχ α'. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι μὲ πρὸς σέ.  

ὁ α’ χορός, Κατευθυνθήτω ...

 Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ ὄπισθεν μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως. 

 Στίχ, β'. Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 

ὁ β’ χορός, Κατευθυνθήτω ...

 Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ βόρειον μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως. 

Στίχ, γ'. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. 

 ὁ α’ χορός Κατευθυνθήτω ...

Ὁ ἱερεὺς ἐρχόμενος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης λέγει ἐκφώνως. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Κατευθυνθήτω ...

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

ὁ β’ χορός, Κατευθυνθήτω ...

Ὁ Ἱερεὺς εὑρισκόμενος ἤδη ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης ἐπαναλαμβάνει

Κατευθυνθήτω ἡ προσευχή μου. 

Ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾶ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ ψάλλων΄ 

ὡς θυμίαμα ἐνώπιόν σου.  

Ἀκολούθως δὲ θυμιᾶ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον. 

ὁ α’ χορόςἜπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.  

Ὁ Διάκονος ἐξελθὼν (ἢ ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ. (ἢ Ευαγγέλιον).

…………………………………………

 

Πρόσχωμεν. Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον τοῦ Προκειμένου τοῦ ἀποστολικοῦ ἀναγνώσματος. - Σοφία. (...καὶ τὴν ἐπιγραφὴν…) -Πρόσχωμεν.

Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου, τοῦ ὁποίου πληρωθέντος λέγει ὁ ἱερεύς· + Εἰρήνη σοι (τῷ ἀναγινώσκοντι). Ὁ λαός· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Καὶ οἱ στίχοι τοῦ Ἀναγνώσματος. Ἀναγινωσκομένου δὲ τοῦ Ἀποστόλου  θυμιᾷ. Ὁ ἱερεύς· + Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὅ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, ἐκ τῶν ὡραίων Πυλῶν καὶ ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν·

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ· -(ΚΑΙ ΥΠΕΡ ΤΟΥ ΚΑΤΑΞΙΩΘΗΝΑΙ ΗΜΑΣ ΤΗΣ ΑΚΡΟΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ, ΚΥΡΙΟΝ ΤΟΝ ΘΕΟΝ ΗΜΩΝ ΙΚΕΤΕΥΣΩΜΕΝ) Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι. Ὁ λαός· Καὶ τῷ πνεύματί σου.-Ἐκ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.  Ὁ λαός· Δόξα Σοι, Κύριε, δόξα Σοι.      (λαμπάδα) Καὶ ἀναγινώσκει τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου.  Ὁ δὲ λαὸς ψάλλει ἀργῶς· Δόξα Σοι, Κύριε, δόξα Σοι. 

……………………………………………

 ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ. 

Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης της διανοίας ἡμῶν εἴπωμεν.         Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν).

Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.         Κύριε ἐλέησον. ( ἅπαξ)

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.        Κύριε ἐλέησον. (τρίς, χύμα εἰς τὸ κλιτόν).

Ἔτι δεόμεθα ὑπέρ των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν ( δεῖνος).  Κύριε ἐλέησον. (τρίς).

Μέχρι τοῦδε μόνον, κατὰ τὴν τάξιν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου.

 Ἔτι δεόμεθα ὑπὲρ [ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣτῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς] τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ χώρᾳ, ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας (Μονῆςταύτης. (ΜΝΗΜΟΝΕΥΣΙΣ ΖΩΝΤΩΝ ΣΤΗ Θ. ΛΕΙΤΟΥΡΓΙΑ).

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας Μονῆς)  ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων (ΜΝΗΜΟΝΕΥΣΙΣ ΚΕΚΟΙΜΗΜΕΝΩΝ).

ΕΤΙ ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΤΩΝ ΑΔΕΛΦΩΝ ΗΜΩΝ ΤΩΝ ΕΝ ΤΑΙΣ ΔΙΑΚΟΝΙΑΙΣ ΟΝΤΩΝ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΔΙΑΚΟΝΟΥΝΤΩΝ ΚΑΙ ΔΙΑΚΟΝΗΣΑΝΤΩΝ ΕΝ ΤΗ ΑΓΙΑ ΜΟΝΗ ΤΑΥΤΗ.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

 (Μυστικως) Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, 

Ὁ Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 (Ο ιερευς λαμβάνει το ιερόν Ευαγγέλιον και ποιει σταυρόν επάνω του αγίου αντιμηνσίου).

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ. Χ. Κύριε ἐλέησον. 

Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν. Κύριε ἐλέησον.  

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. Κύριε ἐλέησον.  

Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. Κύριε ἐλέησον.  

Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. Κύριε ἐλέησον.   

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Κύριε ἐλέησον.  

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον.  

Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

(Μυστικως)Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τούς Κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου΄ καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ' ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.  

Ὁ Ἱερεὺς: Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.  Ο ΧΟΡΟΣ:Ἀμήν.

 Ὅσοι Κατηχούμενοι, προέλθετε· οἰ κατηχούμενοι, προέλθετε

……………………………………………

 

Ἀπὸ τῆς Τετάρτης τῆς Δ’ ἑβδομάδος τῶν Νηστειῶν, τῆς καὶ Μεσονηστίμου καλουμένης, παρεμβάλλονται ἐνταῦθα τὰ διπλοκατηχούμενα, ἤτοι δέησις ὑπὲρ τῶν πρὸς τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένων΄

Ὅσοι πρὸς τὸ φώτισμα προσέλθετε΄ εὔξασθε οἱ πρὸς τὸ φώτισμα τῷ Κυρίῳ.Ὁ χορός: Κύριε, ἐλέησον (χύμα εἰς τὸ κλιτόν)

Ὁ διάκονος:Οἱ πιστοί, ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον (χύμα εἰς τὸ κλιτόν)

Ὅπως Κύριος ὁ Θεός ἡμῶν στηρίξῃ αὐτούς  καὶ ἐνδυναμώσῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Φωτίσῃ αὐτούς φωτισμῷ γνώσεως καὶ εὐσεβείας, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Καταξιώσῃ αὐτούς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἀμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Ἀναγεννήσῃ αὐτούς δι’ ὕδατος καὶ Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Χαρίσηται αὐτοῖς τὴν τελειότητα τῆς πίστεως, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Συγκαταριθμήσῃ αὐτούς τῇ ἁγίᾳ αὑτοῦ και ἐκλεκτῇ ποίμνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός τῇ σῇ χάριτι.Ὁ χορός: Κύριε, ἐλέησον.

Οἱ πρὸς τὸ φώτισμα, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ χορός: Σοὶ Κύριε. 

Τοῦ διακόνου ἐκφωνοῦντος τὰ ἀνωτέρω, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων΄

(Μυστικως)Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου, ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους, καὶ ἐπιποθοῦντας τὸν τῆς ἀμαρτίας μολυσμὸν ἀποτινάξασθαι΄ καταύγασον αὐτῶν τὴν διάνοιαν΄ βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει΄ στήριξον ἐν ἐλπίδι΄ τελείωσον ἐν ἀγάπῃ΄ μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἐκφώνως Ὅτι σὺ εἶ ὁ φωτισμός ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. διάκονος λέγει τὴν ἀπόλυσιν τῶν πρὸς τὸ φώτισμα εὐτρεπιζομένων. 

Ὅσοι πρὸς τὸ φώτισμα, προέλθετε΄ οἱ πρὸς τὸ φώτισμα προέλθετε.

Ἕως ὧδε τὰ ἀπὸ τῆς Τετάρτης τῆς «Μεσονηστίμου».Καὶ ἐξαπλοῖ τὸ Εἰλητὸν συγχρόνως ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ

………………………………………………..

Καὶ ἐξαπλοῖ τὸ Εἰλητὸν συγχρόνως ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ. 

  Ὅσοι Κατηχούμενοι, προέλθετε, μή τις τῶν Κατηχουμένων.

Ὅσοι πιστοί΄   Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.         Κύριε ἐλέησον.  

(Μυστικως) Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας, καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε, τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι. 

(εκφώνως) Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Χ. Κύριε ἐλέησον. Ι. Σοφία. 

Ὁ Ἱερεὺς: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

 Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.         Χ. Κύριε ἐλέησον.

(μυστικως) Δέσποτα Ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε, τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ Βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ Σῶμα, καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει Τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα, ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι΄ ἵνα, δι' αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα. 

(εκφώνως) Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Χ. Κύριε ἐλέησον.   Ι. Σοφία. 

Ὁ Ἱερεὺς: Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὐ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Χ. Ἀμήν.  

 Καὶ ψάλλεται ὑπὸ τοῦ α’ χοροῦ ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β' ἀντὶ τοῦ χερουβικοῦ τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (ἐκ γ') ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνῶν τρίς, μετὰ τοῦ διακόνου. 

Ιερεύς: Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης. Διάκονος. Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα (3).

 ὁ α’ χορός 

Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης. 

Ἐδῶ διακόπτεται ὁ ὕμνος, Γίνεται ἡ εἴσοδος ἐν ἀπολύτῳ σιγῇ, τοῦ Ἱερέως φέροντος τὸν Ἀέρα ἐπὶ τῆς κεφαλῆς καὶ κρατῶν τὰ  Ἅγια, Διότι τὰ Δῶρα εἶναι προηγιασμένα, ὁ λαὸς γονατίζει εὐλαβῶς, ἐγείρεται δὲ ὅταν ἐναποτίθενται ἐπὶ τῆς Ἁγίας Τραπέζης.  

Ὁ α΄χορὸς ψάλλων, ἐξακολουθεῖ τὸ διακοπὲν μέλος:  Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα (3).

[Θυμίαμα, δευτε προσκυνήσωμεν… ν΄, άνοιγμα ωραίας πύλης-θύμιασμα εικόνων…, αποδίδει το θυμιατόν, προσκυνήσας την αγίαν τράπεζαν λαμβάνει συγχώρησιν παρά του λαου, θυμια την ιεράν πρόθεσιν, τρεις μετάνοιες λέγοντας «ο Θεός ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με», γονατίζουμε λέγοντας «δι΄ευχων των αγίων πατέρων ημων, Κύριε Ιησου Χριστέ, ο Θεός ημων, ελέησον ημας, αμήν», δια της βορείου πύλης μετά λαμπάδος και θυμιατου, αθορύβως, ο ιερευς τον αέρα επί της κεφαλης, το ιερόν δισκάριον δια της δεξιας και το άγιον ποτήριον δια της αριστερας, άνευ εκφωνήσεως χωρίς ελιγμων στο ιερό βημα, κλείεται η ωραια πύλη, η οποια ανοίγει στο «μετά φόβου…», αποθέτει τα άγια, αφαιρει τα καλύμματα και τα σκεπάζει δια του αέρος. Οι πιστοί ανίστανται ποιουντες τρεις μεγάλας μετανοίας, ]

ο χορός εξακολουθει «ιδού θυσία μυστική…»                   (ζέον)

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.        Χ. Κύριε ἐλέησον.

Ὑπέρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.         Κύριε ἐλέησον. 

 Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.        Κύριε ἐλέησον. 

Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.       Κύριε ἐλέησον. 

(Μυστικως) Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων Μυστηρίων Θεός, παρ' ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι΄ ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, αὐτός, ἀόρατε Βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ' ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ, ὡς τῷ Χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ' ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν, διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται Μυστηρίων΄ Καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες Ἁγιασμάτων, καὶ ὑπ' αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι, ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης΄ καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς Ἁγίοις σου, τοῖς ἀπ' αἰῶνος σοι εὐαρεστήσασιν. 

 

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον 

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.      Παράσχου Κύριε.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.        Παράσχου Κύριε.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.         Παράσχου Κύριε.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.        Παράσχου Κύριε.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.        Παράσχου Κύριε.

Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.        Παράσχου Κύριε.

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.              Σοὶ Κύριε.

ὁ Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν. 

Χ. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Χ. Ἀμήν.  ὁ Ἱερεὺς: + Εἰρήνη πᾶσι. ὁ β’ χορός, Καὶ τῷ πνεύματί σου. ὁ Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.ὁ α’ χορός,  Σοί, Κύριε.

(Μυστικως) Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτόν, καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων Μυστηρίων΄ Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.  

ὁ Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών΄ καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου σου Αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ. 

 Ὁ Ἱερεὺς - προσκυνήσας τρίς και ειπων «ο Θεός ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με»- κεκαλυμμένων ὄντων τῶν θείων Δώρων, βαλὼν τὰς χεῖρας ὑπὸ κάτω τοῦ Ἀέρος, ἅπτεται (δεν υψώνει) τοῦ ζωοποιοῦ Ἄρτου μετ’ εὐλαβείας καὶ φόβου πολλοῦ. 

 ὁ Διάκονος: Πρόσχωμεν.  ὁ Ἱερεὺς: Τὰ προηγιασμένα Ἅγια τοῖς Ἁγίοις. 

 ὁ α’ χορός (χύμα είς τὸ κλιτὸν)

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Κοινωνικὸν, ὁ β’ χορός ἦχος α’ ἐκ τοῦ Κε. 

Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα. 

επί τη μνήμη αγίου: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα

Ὁ ἱερεύς, αποκαλύψας τά άγια και τον αστερίσκον, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας μετὰ προσοχῆς καὶ εὐλαβείας, λέγει· 

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

Καὶ τίθησιν αὐτὰς σταυροειδῶς ἐπὶ τῷ ἁγίῳ δισκαρίῳ οὕτως·

 

ΙΣ

 

ΝΙ

 

ΚΑ

 

ΧΣ

 

Καὶ λαβὼν τὴν ἄνω κειμένην μερίδα, τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ, ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου, Καὶ ῥίπτει τὴν μερίδα ἐντὸς τοῦ ἁγίου Ποτηρίου λέγων· 

+Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου. Ἀμήν.

Καὶ λαβὼν τὸ Ζέον, λέγει 

Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ἐγχέει ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγοντος  

+Ζέσις πίστεως, πλήρης Πνεύματος ἁγίου. Ἀμήν.

ΘΕΙΑ ΚΟΙΝΩΝΙΑ (κλίνας τὴν κεφαλήν) 

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν. Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν, Πλαστουργὲ μὴ φλέξῃς με τῇ μετουσίᾳ. Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ΄ οὖν κάθαρον ἐκ πάσης με κηλίδος.Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ΄ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου. Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει· Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος. Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ΄ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν… 

Ἱερεὺς καὶ Διάκονος ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς·

Εὐλογεῖτέ με θεῖοι Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, Κυριότητες καὶ Ἐξουσίαι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, τὸν ἀνάξιον (δεῖνα) ἱερέα (ἢ ἱερομόναχον).

Ὁ ἱερεύς· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με (τρίς).

Καὶ πλησιάσας εἰς τὰ Ἅγια, μετὰ φόβου καὶ τρόμου, λαμβάνει ἓν μέρος ἐκ τοῦ ἁγίου Ἄρτου (ΧΣ) καὶ λέγει· 

 Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Καὶ μεταλαμβάνει τοῦ ἁγίου Σώματος.Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Ποτήριον καὶ λέγει· 

Ἔτι μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τρίτον ἐξ αὐτοῦ. Καὶ ἀσπασάμενος τὸ ἅγιον Ποτήριον καὶ ὑψῶν αὐτὸ λέγει· Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Μετὰ δὲ τὸ μεταλαβεῖν συστέλλει τὰ Ἅγια, λέγων· «δι΄ευχων των αγίων…» (βγάζουμε έξω το αντίδωρο)

 ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε. 

 Ο χορός: του Δείπνου σου του μυστικου…

Ι.: Ὁ δοῦλος τοῦ Θεοῦ (δεῖνα) μεταλαμβάνει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

ὁ α’ χορός( χύμα εἰς τὸ κλιτὸν)

Χ. Ἀμήν. Εὐλογημένος ὁ Ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. 

Ὅταν τελειώσει ἡ μετάληψις τῶν πιστῶν, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαόν, ἐκφωνεῖ μεγαλοφώνως. 

 Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. 

 ὁ α΄ χορὸς ψάλλει (ἀντὶ τοῦ ''Εἴδομεν τὸ φῶς"), τὸ ἑξῆς: 

ἦχος β’

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου΄ Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος΄ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. 

 ὁ Ἱερεὺς θυμιῶν τὰ Ἅγια λέγει ἐκ τρίτου ( μυστικῶς): Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.  Καὶ ὁ μὲν Διάκονος, λαμβάνων παρὰ τοῦ Ἱερέως τὸ ἅγιον Δισκάριον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ δὲ Ἱερεὺς προσκυνήσας λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης.  Εὐλογητός, ὁ Θεὸς ἡμῶν.  Καὶ λαβὼν τὸ ἅγιον Ποτήριον, κεκαλυμμένον λέγει. Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  Καὶ εὐθὺς ὁ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν, ἀφήνει τὸ ἅγιον Ποτήριον, ἐπιστρέφει εἰς τὴν ἁγίαν Τράπεζαν, καὶ διπλοῖ τὸ Ἀντιμήνσιον (και βάζει την μουσα μέσα). ὁ Διάκονος: Ὀρθοί, Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.  Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.  Χ. Σοί, Κύριε.

ὁ Ἱερεὺς (μυστικως): Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, καὶ δεόμεθά σου, Δέσποτα Φιλάνθρωπε, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν. 

 Ὁ Ἱερεύς, λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον, ποιεῖ δι' Αὐτοῦ Σταυρὸν καὶ ἀποτίθησιν αὐτὸ ἐπὶ τοῦ διπλωθέντος ἤδη Ἀντιμηνσίου. 

 Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν.  ὁ Ἱερεὺς: Ἐν εἰρήνῃ προέλθωμεν.   ὁ Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν.  ὁ α’ χορός: Κύριε, ἐλέησον (γ' ) ,ὁ Ἱερεὺς (οπισθάμβωνος ευχή): (Στὰς πρὸ τῆς Δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ) 

Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 Χ. (Χύμα εἰς τὸ κλιτὸν) Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.(τρίς

 Ὁ δὲ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀναγινώσκει τὴν εὐχὴν ταύτην: Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου Μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς Βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ὁ Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν. ὁ α’ χορός, Κύριε ἐλέησον.  

  Ὁ Ἱερεὺς: + Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ' ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 ΑΠΟΛΥΣΙΣ, Ὁ Ἱερεὺς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. (ο χορός: δόξα…και νυν…Κύριε ελέησον…ευλόγησον) (ο εν αγίοις θαυμαστός) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ), τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου` τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τοῦ Ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Κατὰ δὲ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ Ἱερεὺς διανέμει τὸ Ἀντίδωρον. 

 

ΨΑΛΜΟΣ ΛΓ' 33 

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου΄ ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ' Αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. 

ΨΑΛΜΟΣ ΡΜΔ' 144 

ψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς ὁ Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τούς κατερραγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδεις τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σάρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.  

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Χ. Ἀμήν. η αγία Τριάς διαφυλάξοι πάντας υμας. Χ. : τον ευλογουντα...

 

12 -3 , Όσιος Γρηγόριος ο Α' Διάλογος Πάπας Ρώμης, Μεγαλυνάριον: Νᾶμα θεηγόρε ζωοποιόν, ἐκ πηγῶν ἀΰλων, ἀρυσάμενος μυστικῶς, βλύζεις ἐκ χειλέων, ὡς ὕδωρ ἀφθαρσίας, τοῦ Πνεύματος τὴν χάριν, Πάτερ Γρηγόριε.

 

ΕΟΡΤΟΛΟΓΙΟΝ – Φεβρουάριος

1. Ὁ Ἅγιος Τρύφων καὶ προεόρτια τῆς Ὑπαπαντῆς

2.Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου

3.Ὁ Δίκαιος Συμεὼν ὁ Θεοδόχος, Ἄννα ἡ Προφήτιδα

4.Ὁ Ὅσιος Ἰσίδωρος ὁ Πηλουσιώτης

5.Ἡ Ἁγία Ἀγάθη

6.Ὁ Ἅγιος Φώτιος, Πατριάρχης Κωνσταντινουπόλεως

7.Ὁ Ὅσιος Παρθένιος, ἐπίσκοπος Λαμψάκου

8.Ὁ Ἅγιος Θεόδωρος ὁ Στρατηλάτης, Ὁ Προφήτης Ζαχαρίας

9.Ὁ Ἅγιος Νικηφόρος, Ἀπόδοσις τῆς Ἑορτῆς τῆς Ὑπαπαντῆς

10.Ὁ Ἅγιος Χαράλαμπος

11.Ὁ Ἅγιος Βλάσιος, ἐπίσκοπος Σεβαστείας

12.Ὁ Ἅγιος Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας

13.Ὁ Ὅσιος Μαρτινιανός

14.Ὁ Ὅσιος Αὐξέντιος ὁ ἐν τῷ Ὄρει

15.Ὁ Ἅγιος Ὀνήσιμος ὁ ἀπόστολος

16.Ὁ Ἅγιος Πάμφιλος καὶ οἱ σὺν αὐτῶ

17.Ὁ Ἅγιος Θεόδωρος ὁ Τήρων, Οἱ Ἅγιοι Μαρκιανὸς καὶ Πουλχερία οἱ Βασιλεῖς

18.Ὁ Ἅγιος Λέων Πάπας Ῥώμης

19.Ἡ Ἁγία Φιλοθέη ἡ Ἀθηναία

20. Ὁ Ἅγιος Ἀγάθων Πάπας Ῥώμης

21.Ὁ Ὅσιος Τιμόθεος ὁ ἐν Συμβόλοις

22.Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, Ὁ Ὅσιος Βαραδάτης

23.Ὁ Ἅγιος Πολύκαρπος ἐπίσκοπος Σμύρνης, Ὁ Ὅσιος Ἰωάννης ὁ θεριστὴς (+ 11ος αἰ.)

24.Ἡ Α´ καὶ Β´ Εὕρεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου Προδρόμου

25.Ὁ Ἅγιος Ταράσιος Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως

26.Ὁ Ὅσιος Πορφύριος ἐπίσκοπος Γάζης, Ἡ Ἁγία Φωτεινή ἡ Σαμαρείτιδα, Μεγαλομάρτυς, Ὁ Ἅγιος Θεόκλητος «ὁ φαρμακός»

27. Ὁ Ὅσιος Προκόπιος ὁ Δεκαπολίτης

28.Ιωνα του Λερίου, Ἡ Ἁγία Κυράννα ἡ Νεομάρτυς

29.Ὁ Ὅσιος Κασσιανὸς ὁ Ῥωμαῖος

ΕΟΡΤΟΛΟΓΙΟΝ – ΜΑΡΤΙΟΣ

  1. Ἡ Ἁγία Εὐδοκία ἡ ἀπὸ Σαμαρειτῶν, Ὁσιομάρτυς

  2. Ὁ Ἅγιος παπα-Νικόλας Πλανᾶς, Ἡ Ἁγία Εὐθαλία ἡ Παρθενομάρτυς

  3. Ὁ Ἅγιος Θεοδώρητος ἱερομάρτυρας

  4. Ὁ Ἅγιος Γεράσιμος ὁ Ἰορδανίτης

  5. Ὁ Ὅσιος Μᾶρκος ὁ Ἀσκητὴς

  6. Οἱ Ἅγιοι 42 Μάρτυρες ἀπὸ τὸ Ἀμόριο

  7. Σύναξις των εν Δωδεκανήσω Αγίων, Ὁ Ὅσιος Παῦλος ὁ Ἁπλός

  8. Ὁ Ὅσιος Θεοφύλακτος ἐπίσκοπος Νικομήδειας

  9. Οἱ Ἅγιοι σαράντα Μάρτυρες ποὺ μαρτύρησαν στὴ Σεβάστεια

  10. Ὁ Ἅγιος Μιχαὴλ ὁ Μαυρουδῆς

  11. Ὁ Ἅγιος Σωφρόνιος Ἀρχιεπίσκοπος Ἱεροσολύμων

  12. Ὁ Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος, Ὁ Ὅσιος Γρηγόριος ὁ Α´ ὁ Διάλογος Πάπας Ῥώμης (συγγραφέας Προηγιασμένης Θ. Λειτ.)

  13. Ἀνακομιδὴ Λειψάνου Ἁγίου Νικηφόρου Πατριάρχου Κωνσταντινουπόλεως

  14. Ὁ Ὅσιος Βενέδικτος

  15. Ὁ Ἅγιος Ἀριστόβουλος ἐπίσκοπος Βρετανίας

  16. Ὁ Ὅσιος Χριστόδουλος ὁ Θαυματουργός, ὁ ἐν Πάτμῳ

  17. Ὁ Ὅσιος Ἀλέξιος ὁ ἄνθρωπος τοῦ Θεοῦ

  18. Ὁ Ἅγιος Κύριλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων

  19. Οἱ Ἅγιοι Χρύσανθος καὶ Δαρεία

  20. Οἱ Ὅσιοι (44 κατὰ τὴν παράδοση) ἀναιρεθέντες Ἀββάδες τῆς Μονῆς Ἁγίου Σάββα

  21. Ὁ Ὅσιος Ἰάκωβος ὁ Ὁμολογητὴς

  22. Ἡ Ἁγία Δροσίδα

  23. Ὁ Ἅγιος Νίκων Ἱερομάρτυρας καὶ οἱ 199 μαθητές του

  24. Ὁ Ὅσιος Ἀρτέμων καὶ Προεόρτια του Εὐαγγελισμοῦ τῆς Θεοτόκου

  25. Ὁ Εὐαγγελισμὸς τῆς Θεοτόκου καὶ Ἐπέτειος Ἐθνικῆς Παλιγγενεσίας 1821

  26. Σύναξις Ἀρχαγγέλου Γαβριήλ

  27. Ἡ Ἁγία Ματρώνα ἡ ἐν Θεσσαλονίκῃ

  28. Ὁ Ὅσιος Ἱλαρίων ὁ Νέος

  29. Ὁ Ἅγιος Διάδοχος ἐπίσκοπος Φωτικῆς

  30. Ὁ Ἅγιος Ἰωάννης συγγραφέας τῆς Κλίμακος, Ἡ Ἁγία Εὐβούλη

  31. Ὁ Ἅγιος Ὑπάτιος ἐπίσκοπος Γαγγρῶν

ΕΟΡΤΟΛΟΓΙΟΝ – ΑΠΡΙΛΙΟΣ

  1. Ἡ Ὁσία Μαρία ἡ Αἰγύπτια

  2. Ὁ Ὅσιος Τίτος ὁ Θαυματουργός

  3. Ὁ Ὅσιος Νικήτας ὁ Ὁμολογητὴς

  4. Ὁ Ὅσιος Ζωσιμᾶς

  5. Ἡ Ὁσία Θεοδώρα ἡ ἐν Θεσσαλονίκῃ

  6. Ὁ Ἅγιος Εὐτύχιος πατριάρχης Κωνσταντινουπόλεως

  7. Ὁ Ὅσιος Σάββας ὁ Νέος ὁ ἐν Καλύμνῳ (+ 1948)

  8. Οἱ Ἅγιοι Ἄγαβος, Ῥοῦφος...ἀπὸ τοὺς 70 Ἀποστόλους

  9. Οἱ Ἅγιοι Ῥαφαήλ, Νικόλαος, Εἰρήνη καὶ οἱ σὺν αὐτοῖς

  10. Ὁ Ἅγιος Γρηγόριος ὁ Ε´ Πατριάρχης Κωνσταντινουπόλεως

  11. Ὁ Ἅγιος Ἀντίπας ἐπίσκοπος Περγάμου

  12. Ὁ Ὅσιος Βασίλειος ὁ Ὁμολογητὴς

  13. Ὁ Ἅγιος Μαρτῖνος Πάπας Ῥώμης

  14. Οἱ Ἅγιοι Ἀρίσταρχος...Ἀπόστολοι ἀπὸ τοὺς 70

  15. Ὁ Ἅγιος Κρήσκης

  16. Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονία

  17. Ὁ Ἅγιος Συμεὼν ἐπίσκοπος Περσίας...

  18. Ὁ Ὅσιος Ἰωάννης...

  19. Ὁ Ἅγιος Παφνούτιος ὁ Ἱεροσολυμίτης, Ἱερομάρτυρας

  20. Ὁ Ἅγιος Ζακχαῖος ὁ Ἀπόστολος

  21. Ἡ Ἁγία Ἀλεξάνδρα ἡ βασίλισσα...

  22. Ὁ Ὅσιος Θεόδωρος ὁ Συκεώτης...

  23. Ὁ Ἅγιος Γεώργιος ὁ Μεγαλομάρτυρας καὶ Τροπαιοφόρος

  24. Ἡ Ὁσία Ἐλισάβετ

  25. Ὁ Ἅγιος Μᾶρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστής, Ἡ Ἁγία Νίκη

  26. Ὁ Ἅγιος Βασιλέας Ἱερομάρτυρας

  27. Ὁ Ἅγιος Συμεὼν ὁ Ἀδελφόθεος, ἐπίσκοπος Ἱεροσολύμων

  28. Οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, ποὺ μαρτύρησαν στὴν Κύζικο

  29. Οἱ Ἅγιοι Ἰάσων καὶ Σωσίπατρος οἱ Ἀπόστολοι

  30. Ὁ Ἅγιος Ἰάκωβος ὁ Ἀπόστολος, ἀδελφὸς Ἰωάννου τοῦ Θεολόγου, Ἀνακομιδὴ Λειψάνων Ἁγίας Ἀργυρῆς.

 

 

ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ (δεν την διαβάζουμε στην Διακαινήσιμο και στην απόδοσι του Πάσχα). 

Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός! Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι μέ τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν. Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων. Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν. Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτό δε μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.  Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν (3).  

Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.  Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).(στην Διακαινήσιμο Χριστός ανέστη…) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Χ.: Ἀμήν. 

 

 [Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας (καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ) καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου. [Εἰ δε ἐστι Δεσποτική ἢ Θεομητορικὴ ἑορτή, λέγε πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου.]

 

Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. δ´.

 Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. 

ΔΟΞΑ ΠΑΤΡΙ… Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν. 

Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

 

 [Εἰ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου· Ἀπολυτίκιον τοῦ Μεγάλου Βασιλείου. Ἦχος α´. 

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι´ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Κοντάκιον τοῦ Μεγάλου Βασιλείου. Ἦχος δ´. Ἐπεφάνης σήμεροv. 

ΔΟΞΑ ΠΑΤΡΙὮφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε. Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, …

 

(ΣΤΗΝ ΠΡΟΗΓΙΑΣΜΕΝΗ: 12 -3 , Όσιος Γρηγόριος ο Α' Διάλογος Πάπας Ρώμης, Ἦχος γ’. Θείας Πίστεως. 

Στόμα γρήγορον καταπλουτήσας, νομεὺς ἄριστος τοῦ θείου λόγου, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῶν ἀρετῶν γὰρ ἐκφάντωρ γενόμενος, δικαιοσύνης ἐκφαίνεις τὴν ἔλλαμψιν Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος. Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ 

ΔΟΞΑ…Τῆς Ἐκκλησίας τὴν κιθάραν τὴν θεόπνευστον καὶ τῆς σοφίας γλῶσσαν ὄντως τὴν θεόληπτον τὸν Διάλογον ὑμνήσωμεν ἐπαξίως·Ἀποστόλων γὰρ τὸν ζῆλον μιμησάμενος Ἠκολούθησε σαφῶς αὐτῶν τοῖς ἴχνεσι·τούτῳ λέγοντες, χαίροις Πάτερ Γρηγόριε. 

(Ή ΤΟ ΑΠΟΛΥΤΙΚΙΟΝ ΚΑΙ ΤΟ ΚΟΝΤΑΚΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ ΚΑΙ ΤΟ:) Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, …)].

 

 Κύριε, ἐλέησον (ιβ´). Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ. Ὁ Ἱερεύς:  Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ Ἀναγνώστης· Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´). Πάτερ Ἅγιε εὐλόγησον. Ὁ Ἱερεύς (ΜΙΚΡΑΝ ΑΠΟΛΥΣΙΝ) Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς·) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

(ΨΑΛΤΑ)· Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε. 

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον, Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τιμίῳ Σου Αἵματι ·   Ι. Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. (Ή ΤΗΝ ΠΕΡΙΟΔΟ ΤΟΥ ΠΑΣΧΑ, ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ΕΚ ΝΕΚΡΩΝ ΘΑΝΑΤΩ ΘΑΝΑΤΟΝ ΠΑΤΗΣΑΣ ΚΑΙ ΤΟΙΣ ΕΝ ΤΟΙΣ ΜΝΗΜΑΣΙ ΖΩΗΝ ΧΑΡΙΣΑΜΕΝΟΣ). Ἀμήν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

https://www.youtube.com/user/KERMENI

 


διάφορα βιβλία

  επιστολή Χριστου, αγ.Κυπριανου...:  https://docs.google.com/document/d/1iuauxpzIXEIdHU9SyrE5px254zfoGs5XDm2_vddyLME/edit?usp=sharing Ο Όσι...