12-7, ΕΞΑΨΑΛΜΟΣ…ὁ α’ χορὸς, Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν πάλαι ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα…Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον. Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λα μπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν. Καὶ νῦν... Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος… Καθίσματα , Μετὰ τὴν α΄ Στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῇ χάριτι Χριστοῦ, ὡς οἱ πάλαι Πατέρες, συνέζησας σεμνέ, τοῖς ἀλόγοις θηρίοις, καὶ φίλος γενόμενος, πτερωτῶν καὶ τῶν ὄφεων, ἐξε πλάγησαν, οἱ σὲ εἰδότες θεόφρον, καὶ ἀνύμνησαν, τὸν Παντοκράτορα Λόγον, τὸν σὲ θαυμαστώσαντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Εἰκόνα τὴν σεπτήν, φοβερᾶς Προστασίας, Παΐσιε Μητρός, τοῦ Δεσπότου ἐκράτεις, καὶ ἔβλεψας ὅσιε, πρὸς τὰ ἄνω καὶ ὤφθη σοι, ταύτης ἔλλαμψις, ἡ καταυγάζουσα πάντας, διὸ πρέσβευε, διηνεκῶς σὺν Παρθένῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Ἦχος γ΄. Τὴν ὡραιότητα.Τὸν πολυθαύμαστον, σεμνὸν Παΐσιον, τὸν καθαιρέσαντα, ὀφρὺν τοῦ δράκοντος, καὶ ἡδονὰς τὰς σαρκικάς, συντρίψαντα τῇ ἀσκήσει, Ἄθωνος τὸ κλέϊσμα, καὶ Φαράσων ἐκβλάστημα, τὸν εὐεργετήσαντα, πολυτρόπως τοῖς θαύμασι, τὰ πλήθη τῶν πιστῶν ὀρθοδόξων, πάντες τιμήσωμεν ἐνθέως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Τὴν ἀειπάρθενον, Κυρίαν Δέσποιναν, τὴν ὡραΐσασαν, γένος τὸ βρότειον, ἔχουσαν ὄντως τὴν μορφήν, Παΐσιε γλυκυτάτην, ὅσιε ἑώρακας, ἐν καλύβῃ τοῦ Ἄθωνος, ὡς καὶ προσεκύνησας, ταύτην ἄνερ πανόλβιε, διὸ καὶ σὺν αὐτῇ μὴ ὀκνήσῃ, πάτερ ὑπὲρ ἡμῶν πρεσβεύων.
Μετὰ τὸν Πολυέλεον, Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον. Τῆς νεότητος ὤφθης παιδαγωγός, καὶ ἀκέστωρ ἀνθρώπων ναρκομανῶν, τοῖς σχοῦσι δυσίατα, πορνικὰ ἁμαρτήματα, ταῖς σαῖς εὐχαῖς ἐφάνης, θεράπων πανάριστος, καὶ τῶν ἀναζητούντων, ὁδὸν τὴν σωτήριον, πάτερ ἐπεγνώσθης, ἀκριβὴς ποδηγέτης, καὶ πάντων Παΐσιε, βακτηρία γεγένησαι, ἀσκητὰ θεοφώτιστε, διὸ ἐν Σουρωτῇ οἱ πιστοί, τὸν σὸν τάφον, προσκυνοῦντες χαίρουσι, καὶ σεμνῶς τὴν σὴν μνήμην, κατὰ χρέος μέλπουσι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Τὴν ἁγίαν μορφήν σου ἑωρακώς, ὡς ὑπάρχει Παρθένε ἐν τῇ Σιών, ὁ θεῖος Παΐσιος, ἐν τῷ ὄρει ἐδίδαξε, τοῖς εἰκονογράφοις, ποιεῖν ἐν πιστότητι, καὶ πολλήν σου χάριν, ἐκήρυττεν ἅπασιν· ὅθεν Θεοτόκε, μὴ ἐλλείπῃς ἀπαύστως, Χριστὸν ἱκετεύουσα, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ὑμνούντων τὸν τόκον σου, καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐν οἷς ἔστι, ἁγνὴ καὶ ὁ ὅσιος, ὁ τιμώμενος ὕμνοις, ὑπὸ πάντων τὴν σήμερον.
Τὸ α´Ἀντίφωνον τοῦ δ´ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
ὁ β’ χορός, Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα…Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν…Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Τίμιος ἐναντίον Κυρίου ὁ θάνα τος τοῦ ὁσίου αὐτοῦ. (δίς) Στίχ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνα τος τοῦ ὁσίου αὐτοῦ. Ἡ Τάξις τοῦ Εὐαγγελίου, Τοῦ Κυρίου δεηθῶμεν. Χ. Κύριε, ἐλέησον. Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, …Χ. Ἀμήν. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον (ἐκ γ'). Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς …Χ. Κύριε, ἐλέησον (γ'). Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. Χ.
Καὶ τῷ Πνεύματί σου. Ἐκ τοῦ κατὰ (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου… Πρόσχωμεν. Χ. Δόξα σοι, Κύριε, δόξα σοι. …Χ. Δόξα σοι, Κύριε, δόξα σοι. Ψαλμὸς 50
Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα Πατρὶ… Ἦχος β΄ , Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν… Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλει ψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄ , Εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, ὅσιε Παΐσιε, σὺ γὰρ ἐν τῷ εἰκοστῷ αἰῶνι, ἀπὸ τῆς γεννήσεως τοῦ Σω τῆρος, ὡς ἀστὴρ ἡμερινὸς ἀνίσχες, καὶ τῶν ὀρθοδόξων τὰ πλήθη ἐφώτισας, εἰς τὸ εἰδέναι τὸ θέλημα τοῦ Κυρίου· διὸ καὶ τανῦν ἐν οὐρανοῖς ἀνελθών, καὶ σχὼν παῤῥησίαν, μὴ παύῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Σῶσον ὁ Θεὸς τὸν λαὸν σου... (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΙΒ΄).Ἐλέει καὶ οἰκτιρμοῖς…
Κανὼν τῆς Θεοτόκου, ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοχαρίτωτε ἁγνὴ θεόνυμφε, ταῖς ἱκεσίαις σου, πρὸς τὸν σὸν Δεσπότην, καὶ Υἱόν σου φώτισον, νοός μου ἐνεργήματα, ὅπως ὑμνήσω ἀξίως, τῶν σῶν θαυμάτων τὸ πέλαγος, καὶ τῶν πρεσβειῶν σου τὰς χάριτας.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐπὶ τὴν σὴν καταφυγὼν βοήθειαν, ἀειμακάριστε, τοῦ ἐχθροῦ νικῆσαι, μιαρὰν παράταξιν, ἐλπίζω ὁ ταλαίπωρος, διὸ τείνω τὰς χεῖρας, ἱκετικῶς τῇ εἰκόνι σου, καὶ τὴν σὴν αἰτοῦμαι ἀντίληψιν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ σὸς Υἱὸς παρθενομῆτορ ἄχρα ντε, ὁ ὑπεράγαθος, ὁ τοῦ κόσμου κτίστης, καὶ βροτῶν διάσωσμα, τὴν σὴν πρεσβείαν δέχεται, καὶ ποιεῖ πάντα ὅσα, ἐπιθυμεῖς θεονύμ φευτε, ὑπὲρ τῶν πιστῶν ὑμνολό γων σου.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν πειρασμῶν μου τὴν πλημμύραν Δέσποινα, στῆσον πρεσβείαις σου, καὶ πρὸς τὸν λιμένα, τοῦ Χριστοῦ ὁδήγησον, νοός μου τὰ νοήματα, καὶ ψυχῆς μου τὸ ἦθος, ὅπως διέλθω τὸ πέλαγος, βίου πολυμόχθου πανάχραντε.
Κανὼν τοῦ Ὁσίου , Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ. Στίχ.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὁλοκαρδίως τὸν σεμνὸν Παΐσιον, τὸν πολυθαύμαστον, ἀνυ μνῆσαι θέλω, καὶ αἰτοῦμαι δύνα μιν, Χριστέ μου παντοδύναμε, ὅπως μέλψω τὸν βίον, καὶ πολυά ριθμα θαύματα, τούτου τοῦ ὁσίου σου Κύριε.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σεμνῶς βιώσας ἐπὶ γῆς ἀοίδιμε, ὡς ἄλλος ἄγγελος, σάρκα ὑποτά ξας, καὶ παθῶν τὴν ἔγερσιν, χαρί των πάτερ γέγονας, τοῦ Θεοῦ τὸ δοχεῖον, τοῖς Ὀρθοδόξοις Παΐσιε, πᾶσι προσπορίζων τὰ πρόσφορα.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.Ἱκετικῶς τὸν παντουργὸν τῆς κτίσεως, ἐξιλεούμενος, ὑπὲρ τῶν ἐν θλίψει, καὶ καμνόντων ἅγιε, κατέστης ὁ διδάσκαλος, πρὸς θειότερον βίον, πολλῶν ἀνθρώπων Παΐσιε, Ὄρους τοῦ Ἁγίου τὸ καύχημα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον. Ἐν τῷ πελάγει τῶν παθῶν νηχόμενος, καταποντίζομαι, Μῆτερ Θε οτόκε, ὁ πτωχὸς καὶ δείλαιος, διὸ καὶ ἀνακράζω σοι, ταῖς λιταῖς σου τὸν σάλον, τῶν πειρασμῶν μου κατάπαυσον,Ὄρους τοῦ Ἁγίου ἡ ἔφορος.
Κανὼν Δεύτερος τοῦ Ὁσίου, Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας. Στίχ.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Γεώργιον ὤφθης τὸ θαυμαστόν, τοῦ Ἄθωνος Ὄρους, ἐκβλαστάνον γλυκεῖς καρπούς, Παΐσιε πάτερ θε οφόρε, τῶν ἀσκουμένων τὸ νέον παλλάδιον.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἐδίδαξας πάτερ τοὺς σοὺς υἱούς, φυλάττειν ἐκ βλάβης, πονη ρίας τοὺς λογισμούς, καὶ ἔχειν ἐν νῷ ἀδιαλείπτως, τὰ ἀγαθὰ τοῦ Χριστοῦ ἐννοήματα.
Δόξα… Ῥοαῖς τῶν δακρύων σου τὸν Χριστόν, ἱκέτευες πάτερ, ὑπὲρ πά ντων τῶν ἐνδεῶν, Παΐσιε τῶν ἐξαι τουμένων, ἐν τῇ σῇ κέλλῃ, ποικίλα αἰτήματα.
Καὶ νῦν…. Ὁ νέος Παΐσιος Μαριάμ, τὴν θείαν μορφήν σου, ὑπὲρ φύσιν τοῖς ὀφθαλμοῖς, ἑώρακεν ὄντως ἐν τῷ Ἄθῳ, ἐν τοῖς ἐσχάτοις καιροῖς ἀει πάρθενε.
Τῆς Θεοτόκου. ,ᾨδὴ γ΄. ,Ἦχος πλ. δ΄. Ὁ στερεώσας κατ' ἀρχάς. Στίχ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὄλβος ὁ ἄσυλος πιστῶν, ἀγαθο σύνης ὁ πλοῦτος, καὶ θησαύρισμα ἀγάπης ἐδείχθης, ἀπειρόγαμε ἁγνή, τοῦ κόσμου τὸ ἐγκαύχημα, τῶν γηγενῶν ἡ δόξα, καὶ τῶν ἀγγέ λων τὸ μέλισμα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κλῖμαξ ὑπάρχεις νοητή, ἡ ἀνά γουσα Κόρη, ἀπὸ γῆς εἰς οὐρανοὺς τοὺς ἀνθρώπους, καὶ ὑπερέχεις τοῦ παντός, μερόπων καὶ ἀγγέλων τε, καὶ τῶν κτισμάτων πάντων, ὡς ἡ τεκοῦσα τὸν Κύριον.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκ σοῦ ἀνέτειλεν ἡμῖν, ὁ ποιη τὴς τῶν ἁπάντων, ὥσπερ ἥλιος φω τίσας τοὺς πάντας, καὶ τὰ σκότη τοῦ ἐχθροῦ, ἰσχύϊ διεσκέδασε, τῇ ἐκ νεκρῶν ἐγέρσει, ὡς παντοδύνα μος Κύριος.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πῦρ κατακαίει με σφοδρῶς, τῶν ἡδονῶν Θεοτόκε, καὶ ταράσσει τὴν ἀθλίαν ψυχήν μου, διὸ δέομαι θερ μῶς, λιταῖς σου τοῦτο μάρανον, καὶ τὴν εἰρήνην δός μοι, τῶν λογισμῶν θεονύμφευτε.
Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ γ΄. Ἦχος πλ. δ΄.
Ὁ στερεώσας κατ' ἀρχάς.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Περιφρονεῖς τὸν μιαρόν, ἀνδρο πρεπῶς θεοφόρε, τειχιζόμενος νοὸς ἀτυφίᾳ, καὶ εὐχαῖς περιβληθείς, τὸν θώρακα τῆς χάριτος, Παΐσιε τροποῦσαι, τῶν δυσμενῶν τὰ συ στήματα.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀδιαλείπτοις προσευχαῖς, πρὸς τὸν Δεσπότην τῶν πάντων, καθικέ τευες Παΐσιε πάτερ, λυτρωθῆναι ἐκ δεινῶν, τοὺς ἐπικαλουμένους σε, καὶ ποθοῦντας λύσιν, τῶν θλι βερῶν περιστάσεων.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν τὴν ἄνωθεν λαβών, ψυχὰς τῶν κεκοιμημένων, βοηθεῖς ταῖς ἱκεσίαις παμμάκαρ, σὺ γὰρ ἔλεγες πιστοῖς, ὑπὲρ αὐτῶν προσεύξα
σθαι, ὡς ἐχόντων χρείαν, πλέον τῶν ζώντων Παΐσιε.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σωματωθεὶς ὁ πλαστουργός, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, τὸν ἀρ χαῖον καταβάλλει βελίαρ, καὶ χα ρίζει τοῖς βροτοῖς, τὴν ἄνεσιν Πα νάμωμε, τῆς ἁμαρτίας παῦσιν, καὶ τῶν ψυχῶν ἐλευθέρωσιν.
Κανὼν Δεύτερος τοῦ Ὁσίου
ᾨδὴ γ΄. Ἦχος πλ. δ΄.
Ὁ στερεώσας κατ' ἀρχάς.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νικητὴς ἀνεδείχθης, τῇ τοῦ Χρι στοῦ χάριτι, ὅλως ταπεινώσας τὸν ἄνδρα, τὸν ἐνεργούμενον, πάτερ Παΐσιε, καὶ ἐν Θιβὲτ παιδευθέντα, ὑπὸ τοῦ ἀλάστορος, μικρὸν Γεώρ γιον.
Στίχ. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πνευματέμφορε πάτερ, ὁ τοῦ παντὸς Κύριος, τὴν ὑπὲρ τὰ κάλλη ἀνθρώπων, τούτου ἐμφέρειαν, ἐν ὄρει Ἄθωνος, σοὶ ἀπεκάλυψε πά λαι, καὶ ἐπλήσθης χάριτος, πολλῆς Παΐσιε.
Δόξα…
Ἀπορεῖ νοῦς ἀνθρώπων, πῶς ὑπεδέχθης μακάριε, ἐν τῷ σῷ κελ λίῳ καθ' ὕπαρ, τὴν πολυΰμνητον, μεγαλομάρτυρα, καὶ θαυμαστὴν Εὐφημίαν, ἅγιε Παΐσιε, Πατέρων καύχημα.
Καὶ νῦν…. Θεοτοκίον.
Ἰαμάτων σε κρήνην, καὶ ἰατρὸν ἄριστον, οἱ κατατρυχόμενοι πά ντες, νόσοις τοῦ σώματος, Μῆτερ γινώσκομεν, διὸ αἰτοῦμεν ἐν πί στει, τὴν σὴν θεονύμφευτε, θείαν βοήθειαν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. Εὐχῆς ἐργαστήριον, ἡ σὴ ἁγία ψυχή, Παΐσιε γέγονε, τῇ συνεχεῖ προσευχῇ, καὶ θείαις δεήσεσι, σὺ γὰρ μακροχρονήσας, ἐν τῇ κέλλῃ σου πάτερ, ὤφθης καθάπερ στήλη, φωτεινὴ ἱκετεύων, Χριστὸν τὸν πά ντων κτίστην, καὶ παντοκράτορα. Δόξα… Καὶ νῦν….
Θεοτοκίον. Ὅμοιον.
Παρθένε ἀπείρανδρε, χρι στιανῶν ἡ ἐλπίς, τὸ κῦδος καὶ καύ χημα, τῶν Ὀρθοδόξων πιστῶν, ἀγγέλων ἀγλάϊσμα, γέγονας τῷ σῷ τόκῳ, διὸ ἔσχες μεγίστην, Δέ σποινα παῤῥησίαν, πρὸ τοῦ θρόνου Υἱοῦ σου, ἀεὶ συνηγοροῦσα, ὑπὲρ τῶν τιμώντων σε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἁγίου Ὄρους ἀσκητὴν τὸν πε ριάκουστον, καὶ Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον, ἐπαινέσω μεν ἐν ὕμνοις ὁλοκαρδίως, πο δηγῶν γὰρ τοὺς πιστοὺς πρὸς βίον ἄριστον, ποταμῶν τῶν δωρημάτων τούτους ἔπλησας· διὸ κράζουσι· Χαίροις πάτερ Παΐσιε.
Ὁ Οἶκος.
Ἄγγελος ὥσπερ ἄλλος, ἐν ἐσχά τοις τοῖς χρόνοις, Παΐσιε ἐφάνης ἐν Ἄθῳ, ὁσίως γὰρ ζήσας ἐν γῇ, ἀσκη τῶν τῶν ἀρχαίων ἰσοστάσιος, ἐφά νης τοῖς συνοῦσί σοι, βοῶσί σοι θερμῶς τοιαῦτα·
Χαῖρε Φαράσων ὁ θεῖος γόνος· χαῖρε τοῦ Ἄθωνος μέγας ὄλβος. Χαῖρε τῆς Κονίτσης τὸ ἔνθεον καύχημα· χαῖρε Σουρωτῆς κοινο βίου καλλώπισμα.
Χαῖρε βρύσις ἡ πολύκρουνος ὑπὲρ φύσιν δωρεῶν· χαῖρε ῥεῦμα ἀκατάσχετον ἰαμάτων σωστικῶν.
Χαῖρε ὅτι κλεΐζεις τὴν Μονὴν Ἐσφιγμένου· χαῖρε ὅτι οἰκεῖς ἐν τῷ ὄρει Σιναίου.
Χαῖρε βροτῶν ἀτύφων ὁ ἔξαρ χος· χαῖρε πολλῶν χαρίτων ὁ κάτο χος.
Χαῖρε δεινῶς ἀλγουμένων ὁ ῥύ στης· χαῖρε ἀνδρῶν μοναστῶν ὑπο φήτης.
Χαίροις πάτερ Παΐσιε..
Συναξάριον.
Τῇ ΙΒ' τοῦ μηνός Ἰουλίου, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν, Παϊσίου τοῦ νέου τοῦ Ἁγιορείτου, τελειωθέντος ἐν εἰρήνῃ, ἐν ἔτει χι
λιοστῷ ἐννεακοσιοστῷ ἐνενηκοστῷ τετάρτῳ (1994).
Στίχοι
Παΐσιε τοῦ ὄρους Ἄθωνος δέν δρον,
πολύκαρπον ὁσιώτατε ἐδείχθης. Δεκάτῃ τε καὶ δευτέρᾳ Παΐσιος θάνε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνοῦ, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου,
Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι.
Ἡ ἁγία Βερονίκη ἡ αἱμορρο οῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (τὴν κοίμησιν, τὴν Εἴσοδον, τὴν σύλληψιν).
Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου (κἄν τῇ σεπτῇ Εἰσόδῳ σου... ), ὁ α’ χορός...στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, (ἐν τῇ σεπτῇ Κοιμήσει σου, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου)· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν (ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ ὥσπερ καθαρώτατος Ναός), καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα (τήν εἰρήνην βραβεύουσα).
Ὠδὴ ς΄. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες.
Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’), ὁ α’ χορός
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός, Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν...
ὁ α’ χορός, Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν...
ὁ β’ χορός, Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν...
ὁ α’ χορός, Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. Τὴν Τιμιωτέραν...
ὁ β’ χορός, Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν...
Καταβασία…Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις , Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ὠδὴ θ΄. Ἦχος δ΄. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν/ Πανήγυριν, τὰ ἱερὰ Εἰσόδια) τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις, Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάρια,Ἦχος β',ὁ α’ χορός, Γυναῖκες ἀκουτίσθητε.
Τὸν ὅσιον Παΐσιον, Ἁγίου Ὄρους κλέϊσμα, τῆς Σουρωτῆς τὸν ἐπόπτην, καὶ ποδηγέτην τῶν νέων, τὸν λόγοις τε καὶ πράξεσι, τοὺς ἐνδεεῖς στηρίξαντα, τιμήσωμεν ἐν ᾄσμασιν, ὑμνολογοῦντες ἐνθέως, τὸν βίον τούτου καὶ ἔργα.
Θεοτοκίον. Ὅμοιον.
Παρθένε θεοδόξαστε, χρι στιανῶν τὸ στήριγμα, ἡ φοβερὰ προστασία, τῶν ἀδυνάτων ἀνθρώ πων, νοσούντων ἡ ἀνόρθωσις, καὶ τῶν πασχόντων σθένωσις, τῆς
Οἰκουμένης σκέπασμα, σεμνοπρε πῶς σὲ ὑμνοῦμεν, οἱ δοῦλοί σου ὁμοφώνως.
ΑΙΝΟΙ ΗΧΟΣ ΠΛ. Δ΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ ριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγε λοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἦχος πλ. δ΄.
Τί ὑμᾶς καλέσωμεν ἅγιοι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τί σε ὀνομάσωμεν ὅσιε, τῶν Φαράσων τὸν βλαστόν, καὶ τῆς Κο νίτσης πολιστήν, Σουρωτῆς τὸν ὁδηγόν, καὶ τοῦ Σινᾶ τὸν ἀσκητήν, τοῦ Ἄθω, ἐγκαλλώπισμα τὸ μέγι στον, Ἑλλάδος, τὸ ὑπόδειγμα πρὸς μίμησιν, Παΐσιε θεοδόξαστε· ἡμῶν ὁ κόσμος καὶ καύχημα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί σε προσφωνήσω Παΐσιε, τῆς νεότητος πατέρα, καὶ λαμπρὸν μυ σταγωγόν, μοναζόντων τὸν ἀλεί πτην, πρὸς τὰ κρείττω θαυμαστόν, νοσούντων, ἰατῆρα ἀκριβέστατον, δαιμόνων, σκεδαστὴν καὶ πολεμή τορα· ἐν τοῖς ἐσχάτοις γὰρ ἔτεσιν, ὡς ἰσοστάσιος πέφηνας, τῶν πρό παλαι, διδασκάλων τῶν ψυχῶν ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τί σε νῦν προσείπω Παΐσιε, τῶν ἀνδρῶν ἐξηρτημένων, ταῖς οὐσίαις λυτρωτήν, δηλωτὴν τῶν ἐσομένων, γεγονότων τοῖς πιστοῖς, ἀθέων, παιδευτὴν θαυμασιώτατον, δει
λαίων, στηριγμὸν καὶ μέγα θάρ σημα· ἀσκητικῶς γὰρ ἐβίωσας, καὶ ὑπὲρ φύσιν χαρίσματα, προσέλα βες, ἀξιάγαστε πατὴρ ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πάτερ θεοφόρε Παΐσιε, ὑπέρ πάντων τῶν πιστῶν, τῶν ἀνυμνού ντων σε θερμῶς, μὴ ἐλλείπῃς τὸν Χριστόν, καθικετεύων θερ μουργῶς· ἐκτήσω, παρρησίαν γὰρ πρὸς Κύριον, καὶ ἔσχες, χαρισμά των πλῆθος ὅσιε, προρρήσεως καὶ ἰάσεως, τῶν ἀλγουμένων κακώ σεσι, ἐν σώματι, καὶ ψυχῇ ἀειμα κάριστε.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε πάτερ Παΐσιε, εἰς πᾶσαν τὴν γῆν Ἑλλάδος, καὶ πανταχοῦ τῆς Οἰκουμένης, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· ὡς ἄγγε λος γὰρ ἔνσαρκος, ἐκ τοῦ Ἄθωνος, τὰ ζωοποιὰ διδάγματα τοῦ Εὐαγ γελίου, εἰς πᾶσαν τὴν γῆν διεκήρυ ξας· ὡσαύτως δὲ γέγονας, τῇ βιοτῇ καὶ ἔργοις σου, μοναστῶν πρότυ πον, κοσμικῶν διδάσκαλος, νεότη τος παιδαγωγός, Σουρωτῆς ὁ πα ραστάτης, καὶ πάντων ὁ φίλος· ὅθεν καὶ ἡμεῖς ταπεινῶς, πρὸς σὲ ἅγιε δεόμεθα, μὴ ἐλλείπῃς πρε σβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυ χῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαρι τωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνί αστόν σου γέννησιν, Θεοτόκε πρέ σβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη.
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ'). Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν πάλαι ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
π. Γ. Θ. https://www.youtube.com/user/KERMENI (βλέπε στις πληροφορίες: τα αρχεια μου -για δωρεάν κατέβασμα-, μπλογκ, φέισμπουκ).