Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ (πρωΐ).
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Περὶ
ὥραν η' σημαίνει. Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ. καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.
ὁ Ἱερεύς: Εὐλογημένη
ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: Ἀμήν.
·
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν
Θεῷ.
·
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν
Θεῷ.
·
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ
βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 103
·
·
Εὐλόγει
ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
·
·
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
·
·
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ
στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
·
·
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ
περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
·
·
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
·
·
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
·
·
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
·
·
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
·
·
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
·
·
Ὅριον ἔθου, ὃ
οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
·
·
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
·
·
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
·
·
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
·
·
Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ
γῆ.
·
·
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
·
·
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
·
·
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
·
·
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
·
·
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ
κατοικία ἡγεῖται αὐτῶν.
·
·
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
·
·
Ἐποίησε σελήνην εἰς καιρούς ὁ
ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
·
·
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
·
·
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
·
·
Ἀνέτειλεν ὁ
ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
·
·
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
·
·
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ
γῆ τῆς κτίσεώς σου.
·
·
Αὕτη ἡ
θάλασσα ἡ
μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
·
·
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
·
·
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
·
·
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
·
·
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
·
·
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
·
·
Ἤτω ἡ
δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
·
·
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ
ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
·
·
ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
·
·
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
·
·
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
·
·
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
·
·
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ... Καὶ νῦν ...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ
Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
·
·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
·
·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ
Θεός, τῇ σῇ χάριτι.
·
·
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
·
Ὁ
Χορός: Σοὶ Κύριε.
Ὅτι πρέπει
σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ
Χορός: Ἀμήν.
ὁ α’ χορός
Ἦχος β'
Ψαλμὸς ρμ’ (140)
·
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν
μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ
φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ
β’ χορός
· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου
θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ.
Ἐὰν ἀνομίας
παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἰδιόμελα Ἦχος β'
Συντρέχει
λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων,
Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας
καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι.
Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.
ὁ β’
χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός
σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή
μου ἐπὶ τὸν Κύριον.
ἦχος ὁ αὐτὸς
Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων...
ὁ α’ χορός
Στίχ. Ἀπὸ φυλακῆς
πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ παράνομος
Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως
τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον
οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε
δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα
ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἧς ἐλέησον ἡμᾶς.
ὁ β’
χορός
Στίχ. Ὅτι παρὰ τῷ
Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ
πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ προδότης
δόλιος ὢν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων,
ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς
ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.
ὁ α’
χορός
Στίχ. Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ
λαοί.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ δοῦλος
καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη,
ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ.
Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον
πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν,
καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
ὁ β’
χορός
Στίχ. Ὅτι ἐκραταιώθη
τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
ἦχος ὁ αὐτὸς
Ὃν ἐκήρυξεν Ἀμνὸν
Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς
σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,
θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα
πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
Ἦχος πλ. β'
ὁ α’ χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
ὁ β’
χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἦχος πλ. β'
Γέννημα ἐχιδνῶν,
ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως,
ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι,
καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος
τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφοντα
ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁ παράνομος,
καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας
τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.
Εἴσοδος.
Σοφία Ὀρθοί !
Φῶς ἱλαρὸν ἁγίας
δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν
ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν.
Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ
ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας
!
Προκείμενον Ἦχος α' Ψαλμὸς ρλθ’(139)
Ἐξελοῦ με, Κύριε,
ἐξ ἀνθρώπου πονηροῦ.
Στίχ. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΘ', 10-19)
Εἶπε Κύριος
πρὸς Μωϋσῆν΄ καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον,
καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην,
τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς
τοῦ λαοῦ. Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων. Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς
τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ, πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει, οὐχ ἅψεται
αὐτοῦ χείρ, ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος,
ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθῃ
ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους
πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Καὶ εἶπε τῷ λαῷ.
Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ,
γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους
Σινᾶ΄ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ
παρεμβολῇ. Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς,
καὶ παρέστησαν ὑπὸ τὸ ὄρος΄ Τὸ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι
τὸν Θεὸν ἐπ' αὐτὸ ἐν πυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶς καμίνου, καὶ ἐξέστη
πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι
σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.
Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νη’
Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, ὁ Θεός.
Στίχ. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Ἰὼβ τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΗ', 1-21 ΜΒ', 1-5)
Εἶπε Κύριος τῷ
Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν. Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν
καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; Ζῶσαι, ὥσπερ ἀνήρ, τήν ὀσφύν σου, ἐρωτήσω δέ
σε, σὺ δὲ μοι ἀποκρίθητι. Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δὲ μοι,
εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τὶς ὁ ἐπαγαγὼν
σπαρτίον ἐπ' αὐτῆς; ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τὶς δὲ ἐστιν ὁ βαλὼν λίθον
γωνιαῖον ἐπ' αὐτῆς; ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἀγγελοί
μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη,
ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ ὅρια,
περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ,
ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἡ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν,
ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ
αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες
δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης,
ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου,
πυλωροὶ δὲ ᾅδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον
δὲ μοι, πόση τίς ἐστι; ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰ ἀγάγοις
μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε γεγένησαι,
ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβὼν δὲ Ἰὼβ τῷ Κυρίῳ λέγει. Οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δὲ σοι οὐδέν. Τίς γὰρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων,
καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά,
ἃ οὐκ ἐπιστάμην. Ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω, ἐρωτήσω δὲ σε, σὺ δὲ με
δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ
σε.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Ν' 4-11)
Κύριος δίδωσί
μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωΐ πρωΐ,
προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ
δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας
μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,
καὶ Κύριος, Κύριος βοηθὸς μοι ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ
πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ
δικαιώσας με. Τὶς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τὶς ὁ κρινόμενός μοι;
ἐγγισάτω μοι. Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τὶς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς,
ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς ἐν ὑμῖν ὁ φοβούμενος
τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ
οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ
Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ κατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ
τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἢ ἐξεκαύσατε, δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.
ὁ
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’χορός
Κύριε ἐλέησον.
Κύριε ἐλέησον.
ὁ Ἱερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...
τὸ Τρισάγιον
τὸ Τρισάγιον
εἶτα τὸν Ἀπόστολον
Προκείμενον Ἦχος βαρὺς
Οἱ ἄρχοντες
συνήχθησαν ἐπὶ τὸ αὐτό.
Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοί.
Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κέφ. ΙΑ', 23-32)
Ἀδελφοί, ἐγὼ
παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτί,
ἧ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε, Λάβετε, φάγετε,
τούτο μου ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων. Τοῦτο τὸ ποτήριον, ἡ καινὴ
διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. τοῦτο ποιεῖτε, Ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καί τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον
τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ
πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ
Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ
τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει,
μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι,
καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι
δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ
κόσμῳ κατακριθῶμεν.
Ἀλληλούϊα
Ἦχος πλ. β'
Μακάριος ὁ
συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.
Στίχ. Οἱ ἐχθροί μου εἶπον κακὰ μοι. Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται
τὸ ὄνομα αὐτοῦ.
Στίχ. Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.
Εὐαγγέλιον
Κατὰ Ματθαῖον
(κστ΄ 2 - 20, Ἰω.
ιγ΄ 3 - 17, Ματθ.
κστ΄ 21 - 39, Λουκ.
κβ΄ 43 - 44, Ματθ.
κστ΄ 40 - 75, κζ’΄ 1 – 2)
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· …
ὁ α’ χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἀντὶ Χερουβικοῦ τὸ παρὸν Τροπάριον
Ἦχος πλ. β'
ὁ α’χορὸς
Τοῦ Δείπνου
σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε, οὐ μὴ γὰρ τοῖς ἐχθροῖς
σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας...
Μ.Εἴσοδος...(
συνεχίζει πάλιν ὁ α’χορὸς)
... ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς
ἐν τῇ Βασιλείᾳ σου.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου
( ἦχος β’, μέλος ἀρχαῖον)
( ἦχος β’, μέλος ἀρχαῖον)
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
τὸ Μέγα Μεγαλυνάριον
Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.
Ἦχος α’
ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)
Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.
Ἀντὶ Κοινωνικοῦ
ὁ β’ χορός
Ἦχος πλ. β'
Τοῦ Δείπνου
σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε, οὐ μὴ γὰρ τοῖς ἐχθροῖς
σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ
σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...»
Τοῦ Δείπνου
σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε, οὐ μὴ γὰρ τοῖς ἐχθροῖς
σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ
σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. ( χύμα εἰς τὸ κλιτὸν)
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
«...῾Ο δι' ὑπερβάλλουσαν
ἀγαθότητα ὁδόν ἀρίστην τήν ταπείνωσιν ὑποδείξας ἐν τῷ νῖψαι τούς πόδας τῶν
Μαθητῶν καί μέχρι Σταυροῦ καί Ταφῆς συγκαταβάς ἡμῖν Χριστός ὁ ἀληθινός Θεός...»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου