Τριώδιον | Triodion |
Τῇ Τετάρτῃ Γʹ Ἑβδομάδος εἰς τὸν Ἑσπερινόν. | On Wednesday of the Third Week at Vespers |
Μηναῖον - Τῌ ΙϚʹ ΜΑΡΤΙΟΥ | Menaion - March 16 |
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου | Memory of the Holy Martyr Sabinos the Egyptian |
__________ | __________ |
ΠΡΟΗΓΙΑΣΜΕΝΗ | PRESANCTIFIED |
Τῇ Τετάρτῃ Ἑσπέρας Γʹ Ἑβδομάδος 2023 | On Wednesday Evening of the Third Week 2023 |
Τοῦ Τριωδίου. | From the Triodion. |
Στιχηρὸν Ἰδιόμελον. Ἦχος δʹ. | Sticheron Idiomelon. Mode 4. |
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. | Bring my soul out of prison to give thanks to Your name, O Lord.[SAAS] |
Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. | Living as a prodigal, I have dispersed my patrimony; I am now destitute, dwelling in that country of the wicked citizens. I resemble the mindless beasts in my lack of reason; and I have been stripped of any divine grace. But now I am returning, and I cry to You, the compassionate and tender-loving Father: I have sinned; receive me in repentance, O God, and have mercy on me.[SD] |
Στιχηρὸν Ἰδιόμελον. Ἦχος δʹ. | Sticheron Idiomelon. Mode 4. |
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. | The righteous shall wait for me, until You reward me.[SAAS] |
Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. | Living as a prodigal, I have dispersed my patrimony; I am now destitute, dwelling in that country of the wicked citizens. I resemble the mindless beasts in my lack of reason; and I have been stripped of any divine grace. But now I am returning, and I cry to You, the compassionate and tender-loving Father: I have sinned; receive me in repentance, O God, and have mercy on me.[SD] |
Μαρτυρικόν. | For the Martyrs. |
Ἦχος δʹ. | Mode 4. |
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. | Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.[SAAS] |
Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως. | O living sacrifices, rational whole-burnt offerings, O Martyrs of the Lord, and perfect sacrificial victims of God, who know God and are known by God, O lambs whose fold is inaccessible to wolves: intercede that together with you we also may be shepherded beside the still water of rest.[SD] |
Στιχηρὰ Προσόμοια. Ποίημα Ἰωσήφ. | Stichera Prosomia. By Joseph. |
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. | Mode pl. 2. When the saints deposited. |
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. | Let Your ears be attentive to the voice of my supplication.[SAAS] |
Ἠλίου αὐγάσματα, τοῦ νοητοῦ δεδειγμένοι, θεόπται Ἀπόστολοι, φωτισμὸν αἰτήσατε, ταῖς ψυχαῖς ἡμῶν, καὶ παθῶν ῥύσατε, ἀχλυώδους σκότους, καὶ ἡμέραν τὴν σωτήριον, ἰδεῖν πρεσβεύσατε, διὰ πρεσβειῶν καὶ δεήσεων, καρδίας ἐκκαθάραντες, ἃς ὁ πονηρὸς ἐτραυμάτισεν, ὅπως ἡμᾶς πίστει, σῳζόμενοι γεραίρωμεν ἀεί, τοὺς τῷ πανσόφῳ κηρύγματι, Κόσμον διασώσαντας. | You, as God's eye-witnesses, who were sent out like resplendent * rays of the noetic Sun, * pray for the enlightenment * of our hearts and souls. * From the dark haziness * of the passions free us. * O Apostles, intercede for us, * that we may see the day * of salvation. And purify our hearts, by your entreaties and your prayers, * for the wicked devil has wounded them; * so that being rescued * by you, we may in faith ever extol * you, whose most wise proclamation of the Gospel has rescued the world.[SD] |
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. | Mode pl. 2. When the saints deposited. |
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. | If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You.[SAAS] |
Εἰς χώραν ὁ Ἄσωτος, ἀποδημήσας κακίας, κακῶς ἐδαπάνησα, ὅν περ Πάτερ εὔσπλαγχνε, πλοῦτον δέδωκας, καὶ λιμῷ τήκομαι, ἀγαθῶν πράξεων, καὶ αἰσχύνην παραβάσεως, ἰδοὺ ἐνδέδυμαι, χάριτος ἐνθέου γυμνούμενος, καὶ κράζω σοι τὸ Ἥμαρτον· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα, δέξαι με ὡς ἕνα, οἰκτίρμον τῶν μισθίων σου Χριστέ, τῶν Ἀποστόλων δεήσεσι, τῶν ἠγαπηκότων σε. | A prodigal son am I; I left into a far country * of evil and wrongly spent * the wealth You, O merciful * Father, gave to me. * Hungry, I waste away * from a dearth of virtue; * You can see that I am clothed in shame * of all my trespasses, * naked as I am of Your grace divine. * I cry to You that I have sinned; * yet I know Your love and benevolence. * Christ, at the entreaties * of Your Apostles by whom You were loved, * accept me back in repentance now * as one of Your hired hands.[SD] |
Ἕτερον. Ποίημα Θεοδώρου. | Another. By Theodore. |
Ἦχος πλ. βʹ. Ἐκ δεξιῶν τοῦ Σωτῆρος. | Mode pl. 2. (not metered) |
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. | Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord.[SAAS] |
Ἀπόστολοι τοῦ Σωτῆρος, φωστῆρες Οἰκουμένης, καὶ εὐεργέται καὶ σῶσται, οἱ Θεοῦ τῆς δόξης, ὡς οὐρανοὶ διηγήτορες, καὶ πεποικιλμένοι τοῖς ἄστροις τῶν θαυμάτων, καὶ τοῖς τέρασι τῶν ἰάσεων, ἐκτενῶς ὑπὲρ ἡμῶν, τὰς ἱκετηρίας Κυρίῳ προσάγετε, εἰς ὀσμὴν ἄχραντον, τὰς εὐχὰς δεχθῆναι ἡμῶν, καὶ ἀξιωθῆναι τὸν ζωηφόρον Σταυρόν καὶ προσπτύξασθαι, καὶ βλέψαι φόβῳ ἅπαντας, αὐτοῦ τῇ προσκυνήσει. Κατάπεμψον ἡμῖν τὰ ἐλέη σου, Σωτὴρ ὡς φιλάνθρωπος. | Apostles of the Savior, luminaries of the world, and its benefactors, and saviors: like the heavens, you declare the glory of God, and you are adorned with the various stars of your miracles and wonders of healing. Earnestly present your entreaties on our behalf to the Lord, that our own prayers be accepted as undefiled fragrance, and that we all be counted worthy to venerate the life-giving Cross, and with fear to kiss it and gaze at it. And You, O Savior, send Your mercies down to us, as the One who loves humanity.[SD] |
Στιχηρά. Τοῦ Ἁγίου. | Stichera. For the Saint. |
Τοῦ Μηναίου - - - | From Menaion - - - |
Ἦχος πλ. δʹ. Κύριε, εἰ καὶ κριτηρίῳ. | Mode pl. 4. Lord, even if. |
Κύριε, εἰ καὶ κριτηρίῳ. | |
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. | From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord.[SAAS] |
Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος. | Lord our God, You know well the frailty and weakness * of human nature. And so we pray: * During Lent, this season of fasting, * gird us with power and strengthen us * against the passions and our foes, * the ones that are invisible; * protect our souls with dispassion, * that we may glorify Your tender love.[SD] |
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. | For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions.[SAAS] |
Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος. | Lord our God, You know well the frailty and weakness * of human nature. And so we pray: * During Lent, this season of fasting, * gird us with power and strengthen us * against the passions and our foes, * the ones that are invisible; * protect our souls with dispassion, * that we may glorify Your tender love.[SD] |
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. | Praise the Lord, all you Gentiles; praise Him, all you peoples.[SAAS] |
Κύριε, σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατʼ ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε. | Lord our God, being good and by the inspiration * of the divine Spirit You transferred * the prize-winning Martyr from darkness * to dwell in Your uncreated light. * You demonstrated him to be * Your soldier, strong against the foes. * Having served with grace and valor, * he thus glorified You, Lover of man.[SD] |
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. | For His mercy rules over us; and the truth of the Lord endures forever.[SAAS] |
Κύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος. | Lord our God, being good and in Your love for mankind, * at the entreaties of the martyr saints, * keep us safe beneath the protection * of Your noetically perceived wings; * and count us worthy to behold * in purity and chastity * Your resurrection on the third day, * O Logos, as You are compassionate.[SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. | Glory. Both now. Theotokion. |
Ἦχος πλ. δʹ. Κύριε, εἰ καὶ κριτηρίῳ. | Mode pl. 4. Lord, even if. |
Κύριε, δέξαι σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος σου, καὶ ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν. | Lord our God, hear the intercessions of Your Mother, * and with compassion be moved by them. * Save the human race, yes, all people * who glorify Your omnipotence; * and deliver us from all * deception of the enemy. * O all-merciful One, have mercy; * give us pardon and forgiveness of sins.[SD] |
ΔΙΑΚΟΝΟΣ | DEACON |
Σοφία. Ὀρθοί. | Wisdom. Arise. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. | Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. |
Τὰ Ἀναγνώσματα | The Readings |
ΙΕΡΕΥΣ | PRIEST |
Ἑσπέρας… | The evening… |
Τοῦ Τριωδίου - - - | From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Προκείμενον. Ἦχος δʹ. | Prokeimenon. Mode 4. |
Ψαλμὸς ΝΑʹ (51). | Psalm 51 (52). |
Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. | I hope in God's mercy forever and unto ages of ages. |
Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; | Why do you boast in evil, O mighty man.[SAAS] |
Γενέσεως τὸ ἀνάγνωσμα. | The reading is from the book of Genesis. |
ΙΕΡΕΥΣ | PRIEST |
Σοφία. Πρόσχωμεν. | Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Γε Ζʹ, 6-9 | Gn 7:6-9 |
Νῶε ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʹ αὐτοῦ εἰς τὴν κιβωτόν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν θηρίων, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. | Now Noah was six hundred years old when the flood of waters came on the earth. Then Noah, with his sons, his wife, and his sons’ wives, entered the ark because of the flood waters. Also the clean and unclean birds, the clean and unclean cattle, and everything that creeps on the earth, entered with Noah into the ark, two by two, male and female, as God commanded him.[SAAS] |
Προκείμενον. Ἦχος δʹ. | Prokeimenon. Mode 4. |
Ψαλμὸς ΝΒʹ (52). | Psalm 52 (53). |
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. | When the Lord brings back the captivity of His people. |
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. | The fool said in his heart, "There is no God."[SAAS] |
(ἐμμελῶς) | (sung) |
Κέλευσον. | Command! |
ΙΕΡΕΥΣ | PRIEST |
Σοφία. Ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι. | Wisdom. Arise. The light of Christ shines upon all. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Παροιμιῶν τὸ ἀνάγνωσμα. | The reading is from the Proverbs of Solomon. |
ΙΕΡΕΥΣ | PRIEST |
Σοφία. Πρόσχωμεν. | Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Παρ Θʹ, 12-18 | Pr 9:12-25 |
Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου, ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις τὰ κακά. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται, ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετώμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. Διαπορεύεται δὲ διʹ ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην, ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὃς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· Ἄρτον κρυφίων ἡδέως ἄψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίετε. Ὁ δὲ οὐκ οἶδεν, ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾍδου συναντᾷ. Ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολὺν ζήσῃς χρόνον, προστεθήσεται δέ σοι ἔτη ζωῆς. | My son, if you become wise in yourself, you shall also be wise toward your neighbor; but if you prove to be evil, you alone will go through troubles. He who supports himself with lies will shepherd winds and chase flying birds; for he abandoned the ways of his own vineyard and strayed from paths of his own farming; and he will pass through a waterless desert, a land assigned to drought, and he gathers barrenness with his hands. A woman in need of a morsel is without discernment and overbold; she has no sense of shame. She sits upon the doors of her own house, upon a seat openly in the streets, calling to those who pass by and who go straight along their paths, “He who is very lacking in discernment, let him turn aside to me; and he who is in need of discernment, I exhort, saying, ‘Grasp with pleasure the secret bread and the sweet water of theft.’ ” But he does not know that the inhabitants of the earth perish beside her, and he happens upon a snare of Hades. But hurry off, do not continue in that place, neither set your eye toward her; for so you shall pass through strange water and cross beyond a strange river; and keep away from strange water, and do not drink from a strange fountain; rhat you may live a long time and add years of life to yourself.[SAAS] |
(Go back to the Presanctified Liturgy booklet.) | (Go back to the Presanctified Liturgy booklet.) |
ΩΡΑ Θʹ. | NINTH HOUR |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Τρισάγιον. | Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ) | Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. | All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name's sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. | Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. | Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.[GOA] |
ΙΕΡΕΥΣ | PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | For Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
Κύριε, ἐλέησον. (ιβʹ) | Lord, have mercy. (12) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. | Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. | Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. | Come, let us worship and bow down before Him, Christ our King and God. |
Ψαλμὸς ΠΓʹ (83). | Psalm 83 (84). |
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὐ θήσει τὰ νοσσία ἑαυτῆς. τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. | How beloved are Your dwellings, O Lord of hosts. My soul longs and faints for the courts of the Lord; my heart and my flesh greatly rejoice in the living God. For even the sparrow found a house for herself, and the turtledove a nest for herself, where she will lay her young, Your altars, O Lord of hosts, my King and my God. Blessed are those who dwell in Your house; they shall praise You unto ages of ages. Blessed is the man whose help is from You, O Lord; he purposed ascents in his heart in the valley of weeping, into the place he appointed; for there the lawgiver shall give blessings. They shall go from strength to strength; the God of gods shall be seen in Zion. O Lord God of hosts, hear my prayer; give ear, O God of Jacob. O God, our protector, behold, and look upon the face of Your anointed. For one day in Your courts is better than a thousand; I chose to be an outcast in the house of my God, rather than to dwell in the tents of sinners. For the Lord God loves mercy and truth; He will give grace and glory; the Lord's hand will not remove good things from those who walk in innocence. O Lord of hosts, blessed is the man who hopes in You.[SAAS] |
Ψαλμὸς ΠΔʹ (84). | Psalm 84 (85). |
Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπʼ αὐτόν. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. | O Lord, You were pleased with Your land; You turned back the captivity of Jacob; You forgave the transgressions of Your people; You covered all their sins. You ended all Your wrath; You turned from the wrath of Your anger. Turn us, O God of our salvation, and turn away Your anger from us. Will You be angry with us forever, or will You prolong Your anger from generation to generation? O God, You will turn and give us life, and Your people will be glad in You. Show us Your mercy, O Lord, and grant us Your salvation. I will hear what the Lord God will speak in me, for He will speak peace to His people and to His holy ones, and to those who turn their heart to Him. His salvation is very close at hand to those who fear Him, that glory may dwell in our land. Mercy and truth met together; righteousness and peace kissed each other; truth arose from the earth, and righteousness looked down from heaven. For the Lord will give goodness, and our land shall yield its fruit. Righteousness shall go before Him and establish His footsteps as our pathway.[SAAS] |
Ψαλμὸς ΠΕʹ (85). | Psalm 85 (86). |
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι επήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμὲ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε, ὁ Θεὸς μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. | Incline Your ear, O Lord, and hear me, for I am poor and needy. Guard my soul, for I am holy; O my God, save Your servant, who hopes in You. Have mercy on me, O Lord, for all the day long I will cry to You. Gladden the soul of Your servant, O Lord, for to You, O Lord, I lift up my soul. For You, O Lord, are kind and good, and very merciful to all who call upon You. Give ear, O Lord, to my prayer and heed the voice of my supplication. In the day of my affliction I cried to You, for You heard me. There is none like You among the gods, O Lord, and there are no works like Your works. All the Gentiles You made shall come and worship before You, O Lord, and they shall glorify Your name; for You are great, doing wonders; You alone are the great God. Lead me in Your way, O Lord, and I will walk in Your truth; gladden my heart so as to fear Your name. I will give thanks to You, O Lord my God, with my whole heart, and I shall glorify Your name forever; for great is Your mercy to me, and You rescued my soul from the lowest Hades. O God, lawless men rose up against me, and a gathering of strong men sought my soul; and they did not set You before them. But You, O Lord, are compassionate and merciful, longsuffering and very merciful and truthful. Look upon me and have mercy; give Your strength to Your servant, and save the son of Your handmaid. Work a sign in my midst for good, and let those who hate me see it and be disgraced; for You, O Lord, helped me and comforted me.[SAAS] |
Ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. | Work a sign in my midst for good, and let those who hate me see it and be disgraced; for You, O Lord, helped me and comforted me. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γʹ) | Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
Κύριε, ἐλέησον. (ἐκ γʹ) | Lord, have mercy. (3) |
ΧΟΡΟΣ | CHOIR |
Ἦχος πλ. δʹ. | Mode pl. 4. |
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ διʼ ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς. | Lord, who at the ninth hour for our sakes tasted death in the flesh, mortify our frame of mind set on the flesh, and save us, O Christ our God.[SD] |
Στίχ. αʹ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. | Verse 1: Let my supplication draw near before You, O Lord; give me understanding according to Your teaching.[SAAS] |
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ διʼ ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς. | Lord, who at the ninth hour for our sakes tasted death in the flesh, mortify our frame of mind set on the flesh, and save us, O Christ our God.[SD] |
Στίχ. βʹ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. | Verse 2: May my petition come before You; Deliver me according to Your teaching.[SAAS] |
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ διʼ ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς. | Lord, who at the ninth hour for our sakes tasted death in the flesh, mortify our frame of mind set on the flesh, and save us, O Christ our God.[SD] |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. | Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Both now and ever and to the ages of ages. Amen. |
Θεοτοκίον. | Theotokion. |
Ὁ διʼ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. | Born of a Virgin, O Good One who also endured crucifixion for our sake, who by death took the spoils of death as plunder and showed resurrection, being God, O despise not the ones that You formed with Your own hand. Demonstrate Your love for man, O Lord of mercy, and accept Your Mother, the Theotokos, who intercedes on our behalf, O Savior, and save us a despairing people.[SD] |
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου. | For Your name's sake, do not hand us over to the end, and do not reject Your covenant. Do not withdraw Your mercy from us for the sake of Abraham, who is loved by You, and for the sake of Isaac, Your servant, and of Israel, Your holy one.[SAAS] |
Τρισάγιον. | Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ) | Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. | All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name's sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. | Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. | Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.[GOA] |
ΙΕΡΕΥΣ | PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | For Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
Κύριε, ἐλέησον. (μʹ) | Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. | Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. | In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ | PRIEST |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ( Ἀμήν. ) | Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us. ( Amen. ) |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. | We now make three prostrations: i.e. we recite the Prayer of St. Ephraim (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. | While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ | Prayer of St. Ephraim |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. | O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. | Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἔχει ἐπικρατήσει ἡ συνήθεια νὰ παραλείπεται κατὰ τὴν Μ. Τεσσαρακοστὴν ἡ εὐχὴ τῆς Θʹ Ὥρας. | The prevailing practice during Lent is to omit the Prayer of the Ninth Hour. |
ΙΕΡΕΥΣ | PRIEST |
Εὐχὴ τῆς Θʹ Ὥρας τοῦ Μεγάλου Βασιλείου | Prayer of the Ninth Hour by St. Basil the Great |
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ Ξύλου κρεμάμενος, τῷ εὐγνώμονι Λῃστῇ, τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἑσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλʼ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι, καὶ οὕτω, τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. ) | O Master, Lord Jesus Christ our God, who are long-suffering in the face of our transgressions, and have led us to the present hour, in which, as You hung upon the life-giving tree, You made a way into Paradise for the penitent robber, and destroyed death by death: Cleanse us, Your humble, sinful and unworthy servants. For we have sinned and transgressed and are not worthy to lift up our eyes and look at the height of heaven, for we have abandoned the path of righteousness and followed the desires of our hearts. So we implore Your incomparable goodness: Spare us, O Lord, according to the abundance of Your mercy, and save us for Your holy name's sake, for our days have passed in vanity. Rescue us from the hand of the adversary and forgive our sins, and mortify our mind set on the flesh; so that we may put off the old man be clothed with the new, and live for You, our Master and Benefactor. And thus may we follow Your commandments, and arrive at the eternal rest, where the dwelling is of all those who rejoice. For You are the true joy and exultation of those who love You, Christ our God, and we send up glory to You and Your unoriginate Father and Your all-holy, good and life-giving Spirit, now and forever and to ages of ages. ( Amen. ) |
ΧΟΡΟΣ | CHOIR |
ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ | THE BEATITUDES |
Ἦχος πλ. δʹ. | Mode pl. 4. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are those who mourn, for they shall be comforted. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are the meek, for they shall inherit the earth. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are the merciful, for they shall obtain mercy. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are the pure in heart, for they shall see God. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are the peacemakers, for they shall be called sons of God. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are those who are persecuted for righteousness' sake, for theirs is the kingdom of heaven. Remember us, O Lord, when You come in Your kingdom. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. Remember us, O Lord, when You come in Your kingdom. |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Rejoice and be glad, for your reward is great in heaven. Remember us, O Lord, when You come in Your kingdom. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Glory to the Father and the Son and the Holy Spirit. Remember us, O Lord, when You come in Your kingdom. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Both now and ever and to the ages of ages. Amen. Remember us, O Lord, when You come in Your kingdom. |
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Remember us, O Lord, when You come in Your kingdom. |
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Remember us, O Master, when You come in Your kingdom. |
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. | Remember us, O Holy One, when You come in Your kingdom. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. | The heavenly choir extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.[SD] |
Στίχ. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. | Verse: Come to Him, and be enlightened, and your face shall never be ashamed.[SAAS] |
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. | The heavenly choir extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.[SD] |
Δόξα. | Glory. |
Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. | The choir of holy Angels and Archangels, with all the heavenly Powers, extols you and says: Holy, Holy, Holy, Lord Sabaoth; heaven and earth are full of Your glory.[SD] |
Καὶ νῦν. | Both now. |
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. | I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and the dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshiped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead, and the life of the age to come. Amen.[GOA] |
Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. | Pardon, remit, forgive, O God, our offences, both voluntary and involuntary, in deed and word, in knowledge and ignorance, by night and by day, in mind and thought; forgive us all things, since You are good and love mankind. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. | Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ | PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | For Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
Κοντάκια. | Kontakia. |
Τῆς Μεταμορφώσεως. | For Transfiguration. |
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. | Upon the mountain were You transfigured, and Your disciples beheld Your glory as far as they were able, O Christ our God; so that when they would see You crucified they might understand that Your Passion was deliberate, and declare to the world that in truth You are the Father's radiance.[SD] |
Τοῦ Σταυροῦ. | For the Cross. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. | You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible.[SD] |
(Τὸ Κοντάκιον τοῦ Ναοῦ.) | (Kontakion for the parish church)[GOA] |
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου. | Martyric of the Mode. |
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι. | The martyr athletes offered resistance in the ring, * contesting for the faith, and the tyrants tortured them. * The hosts of Incorporeals observed and were holding the victory medals. * The truly wise contestants amazed the tyrants and kings. * They overturned the devil by their confession of Christ. * O Lord, who strengthened them, glory to You.[SD] |
Δόξα. Νεκρώσιμον. | Glory. For the Dead. |
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. | With the Saints give rest, O Christ, to the souls of Your servants where there is no pain, nor sorrow, nor suffering, but life everlasting.[HC] |
Καὶ νῦν. | Both now. |
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. | O Protection of Christians that never falls, intercession with the Creator that never fails, we sinners beg you, do not ignore the voices of our prayers. O good Lady, we implore you, quickly come unto our aid, when we cry out to you with faith. Hurry to intercession, and hasten to supplication, O Theotokos who protect now and ever those who honor you.[SD] |
Κύριε, ἐλέησον. (μʹ) | Lord, have mercy. (40) |
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do You, the same Lord, receive also our supplications at this present time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with Your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of Your ineffable glory; for blessed are You unto the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (ἐκ γʹ) | Lord, have mercy. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. | Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. | In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ | PRIEST |
Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. | May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
Κύριε, ἐλέησον. (ιβʹ) | Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ | PRIEST |
Παναγία Τριάς, τὸ Ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπʹ ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διὰ παντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ καὶ λέγω· Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. | All-Holy Trinity, the consubstantial dominion, the indivisible rule, and cause of every good: be well pleased, even with regard to me a sinner. Strengthen my heart and grant it understanding, and take away all my defilement. Illumine my mind, so that I may ever glorify, praise, worship, and say: One is Holy, One is Lord, Jesus Christ, to the Glory of God the Father. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Ἀμήν. | Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ | READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. | Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Εὐλόγησον. | Father, bless! |
ΙΕΡΕΥΣ | PRIEST |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. | Glory to You, O Christ our God. Glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. | May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and merciful and loves mankind. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. | Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us. |
( Ἀμήν. ) | ( Amen. ) |