Θ΄ΩΡΑ, ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ΄ ΩΡΑΣ (ΠΡΙΝ ΑΠΟ ΠΡΟΗΓΙΑΣΜΕΝΗ)
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν.Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.Βασιλεῦ οὐράνιε…Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός…Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν.Κύριε ἐλέησον (ιβ΄).Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συνεχίζομεν ᾧδε ἐὰν ἡ Ἀκολουθία ἀναγιγνώσκεται μετὰ τὴν ς’ Ὥραν. (ΚΑΙΡΟΣ-ΕΝΔΥΣΙΣ, μόνο «δ΄ευχων…»)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ... Ψαλμὸς ΠΓ΄ (83) Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Ψαλμὸς ΠΔ΄ (84) Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ΄ ἡμῶν. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ΄ αὐτόν. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη, καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Ψαλμὸς ΠΕ΄ (85) Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρός σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρός σε ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ΄ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. Καὶ πάλιν· Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντες με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (γ΄), Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. (ΚΑΘΙΣΜΑ ΨΑΛΤΗΡΙΟΥ) Ο ΕΝ ΤΗ ΕΝΑΤΗ…
(ΨΑΛΤΗΡΙΟΝ)
……………………………………………………………………………………………
...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (γ΄) 9-3: ΔΟΞΑ…
Ἀπολυτίκιον, Ἦχος α'
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.
ΤΗΝ Μ. ΔΕΥΤ.-ΤΡ.-ΤΕ.: «Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα·ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μή τῷ θανάτῳ παραδοθῇς, καί τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλά ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν, προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς./διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς./δυνάμει τοῦ Σταυροῦ Σου καὶ σῶσον ἡμᾶς»
(ΚΑΙ ΝΥΝ…Ο ΔΙ΄ΗΜΑΣ…)
Ἐὰν τύχῃ ἐν Σαββάτῳ ἢ Κυριακῇ, λέγε τὸ Κοντάκιον τῆς Ἑορτῆς. π.χ. 26-3, Κοντάκιον, Ἦχος δ'
Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.
30-3: Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ ὑπερμάχῳ. Ἀθλητομήτορα κλεινήν καί ὑποτύπωσιν, σεπτῶν μητέρων ἀρεταῖς τήν διαλάμψασαν, ἐπαινέσωμεν, Εὐβούλην τήν θεοφόρον, ῥίζαν ἔνθεον τερπνοῦ Παντελεήμονος, ἴου πίστεως καί κρίνου γενναιότητος, ἀνακράζοντες· χαίροις, Μῆτερ θεόφιλε.
(ΚΑΙ ΝΥΝ…Ο ΔΙ΄ΗΜΑΣ…)
…………………………………………………………………………………………………..
Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν·
Ἦχος πλ. δ΄.(ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Στίχ. α΄. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Στίχ. β΄. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Δόξα...,
………………………………………………………………………………………………...
καὶ νῦν.... Θεοτοκίον.(ΧΥΜΑ)
Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μὴ δὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.
Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...
……………………………………………………………………………………………...
Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...
Τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας· κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, τὰ παρόντα τροπάρια.
Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ΄ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε ἐν τῇ βασιλείᾳ σου.
Δόξα...
Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας. Χριστὲ ὁ Θεός, δόξα σοι.
Καὶ νῦν...
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Εἶτα τὸ Κύριε ἐλέησον (40 ἢ12),
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. (ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΑΙ ΑΙ ΩΡΑΙ:)
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΜΑΚΑΡΙΣΜΟΙ
……………………………………………………………………………………………….
Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... ΒΛΕΠΩΝ…
Ή 9-3 Κοντάκιον, Ἦχος πλ. β', Τὴν ὑπὲρ ἡμῶν. Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.
Ή Ἐὰν τύχῃ ἐν Σαββάτῳ ἢ Κυριακῇ, λέγε τὸ Κοντάκιον τῆς Ἑορτῆς. π.χ. 26-3, Κοντάκιον, Ἦχος δ'
...Ὅτι Σοῦ ἐστιν... Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.
30-3: Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ ὑπερμάχῳ. Ἀθλητομήτορα κλεινήν καί ὑποτύπωσιν, σεπτῶν μητέρων ἀρεταῖς τήν διαλάμψασαν, ἐπαινέσωμεν, Εὐβούλην τήν θεοφόρον, ῥίζαν ἔνθεον τερπνοῦ Παντελεήμονος, ἴου πίστεως καί κρίνου γενναιότητος, ἀνακράζοντες· χαίροις, Μῆτερ θεόφιλε.
Ή Δ΄ΕΒΔΟΜΑΣ: Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Ή Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος , Κοντάκιον, Ἦχος πλ. β', Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Ή Μ. Δευτέρα: Κοντάκιον, Ἦχος πλ. δ', Ὡς ἀπαρχὰς, Ἦχος δ' , Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.
Ή Μ. Τρίτη: «Τήν ὥραν, ψυχή, τοῦ τέλους ἐννοήσασα καί τήν ἐκκοπήν τῆς συκῆς δειλιάσασα τό δοθέν σοι τάλαντον φιλοπόνως ἔργασαι, ταλαίπωρε, γρηγοροῦσα καί κράζουσα· Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».
Ή Μ. Τετάρτη: Ὑπὲρ τὴν πόρνην, ἀγαθέ, ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα· ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ· Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Εἶτα τὸ Κύριε ἐλέησον (40 ἢ12),
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Ἱερεύς· Δι’εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…[ΠΑΡΑΛΕΙΠΕΤΑΙ ΟΤΑΝ ΕΙΝΑΙ ΛΙΤΑΙ ΑΙ ΩΡΑΙ:Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου,... ]
ΜΑΚΑΡΙΣΜΟΙ
………………………………………………………………………………………………….
(σε ορισμένα τυπικά παραλείπεται:)
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
……………………………………………………………...
καὶ εὐθὺς ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ (η ακολουθία των Μακαρισμων)
Ἦχος πλ. β', ὁ α’ χορός (ΜΙΚΡΕΣ ΜΕΤΑΝΟΙΕΣ)
Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· (Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. )
ὁ β’ χορός
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται,
· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ β’ χορός
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ α’ χορός
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ β’ χορός
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ α’ χορός
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ β’ χορός
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ α’ χορός
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ β’ χορός
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ α’ χορός
Δόξα Πατρί...
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ὁ β’ χορός
Καὶ νῦν...
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ α’ χορός
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ β’ χορός
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
· ὁ α’ χορός
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ συνεχίζει ὁ Ἀναγνώστης
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα Πατρί...
Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν...
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ της βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἶτα τό, Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...
………………………………………………………………………………………….
α'. Τὸ τῆς Μεταμορφώσεως.
Ἦχος βαρύς.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καί, ὡς ἐχώρουν οἱ Μαθηταί σου, τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο, ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσι, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
[(αμέσως μετά στις 26-3: Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος. το κοντάκιον του ναου και το μαρτυρικόν).
30-3: Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ ὑπερμάχῳ. Ἀθλητομήτορα κλεινήν καί ὑποτύπωσιν, σεπτῶν μητέρων ἀρεταῖς τήν διαλάμψασαν, ἐπαινέσωμεν, Εὐβούλην τήν θεοφόρον, ῥίζαν ἔνθεον τερπνοῦ Παντελεήμονος, ἴου πίστεως καί κρίνου γενναιότητος, ἀνακράζοντες· χαίροις, Μῆτερ θεόφιλε.]
β’ Τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, Κοντάκιον τοῦ Σταυροῦ
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
β’1. Τὸ Κοντάκιον τῆς ἡμέρας
Τῇ Δευτέρᾳ , τῶν Ἀρχαγγέλων
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
β΄2.Τὸ Κοντάκιον τῆς ἡμέρας
Τῇ δὲ Τρίτῃ, τοῦ Προδρόμου
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν, ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
β΄3.Τῇ Πέμπτῃ, τῶν Ἀποστόλων
Τοὺς ἀσφαλεῖς, καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ἕτερον τοῦ Ἁγίου Νικολάου(τῇ αὐτῇ ἡμέρᾳ)
Κοντάκιον, Ἦχος γ´. Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
γ', Τὸ Κοντάκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
δ', Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)]. ΔΟΞΑ…ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ…ΚΑΙ ΝΥΝ…ΠΡΟΣΤΑΣΙΑ…ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ 40, Ο ΕΝ ΠΑΝΤΙ…
..............................................................................................................................................................
(1,2,3,4,5,6 Ή ΤΗΣ ΕΟΡΤΗΣ. - Κύριε ελέησον μ', Ὁ ἐν παντὶ καιρῷ...
ἢ (Δ΄ΕΒΔΟΜΑΣ)
Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...
Κοντάκιον
Αὐτόμελον.Ἦχος βαρὺς
Ἀμὴν. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδῃ΄ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ...
……………………………………………………………………………………….
ΤΗΝ Δ΄ΠΑΡΑΣΚΕΥΗ: (3 μετάνοιες-ασπασμός Τιμίου Σταυρου) Τὸν Σταυρόν Σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν (ΘΥΜΙΑΖΟΝΤΑΣ, ΚΑΙ ΒΑΖΟΥΜΕ ΜΕΣΑ ΣΤΟ ΙΕΡΟ ΤΟΝ ΣΤΑΥΡΟ)
Κύριε ελέησον μ', Ὁ ἐν παντὶ καιρῷ...
…………………………………………………………………………………………………..
Ἢ ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ἢ Τῇ Πέμπτῃ τοῦ Μεγάλου Κανόνος
Κοντάκιον, Ἦχος πλ. β'
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
ὁ Ἀναγνώστης:Κύριε ἐλέησον μ'(40) Ο ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ...
………………………………………………………………………………………………………...
Ἢ (9-3)ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Πᾶσαν στρατιάν τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότη προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν. Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ...
……………………………………………………………………………………………………….
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…Μ. Δευτέρα: Ο ΙΑΚΩΒ ΩΔΥΡΕΤΟ…. Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ...
……………………………………………………………..………………………………
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Μ. Τρίτη: «Τήν ὥραν, ψυχή, τοῦ τέλους ἐννοήσασα καί τήν ἐκκοπήν τῆς συκῆς δειλιάσασα τό δοθέν σοι τάλαντον φιλοπόνως ἔργασαι, ταλαίπωρε, γρηγοροῦσα καί κράζουσα· Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».
Κύριε ἐλέησον μ', Ὁ ἐν παντὶ καιρῷ...
…………………………………………………………………………………………………...
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…Κοντάκιον. Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μ. Τετάρτη: Ὑπὲρ τὴν πόρνην, ἀγαθέ, ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα· ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ· Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Κύριε ἐλέησον μ', Ὁ ἐν παντὶ καιρῷ...
………………………………………………………………………………………………...
ΜΕΤΑ ΤΟ ΚΟΝΤΑΚΙΟΝ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΗΣ ΗΜΕΡΑΣ ΚΑΙ ΤΟΥ ΝΑΟΥ: ΜΑΡΤΥΡΙΚΟΝ ΔΕΥΤΕΡΑΣ-ΤΡΙΤΗΣ-ΠΕΜΠΤΗΣ
Τῌ ΔΕΥΤΕΡᾼ
Ἦχος α' Εἰς τὴν ζ' Ὠδὴν,Μαρτυρικὸν
Ἀθλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β', Μαρτυρικὸν
Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ Κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταις ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν
Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν Οἰκουμένην τῇ χάριτι φαιδρύναι. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α',Μαρτυρικὸν
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσι παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β',Μαρτυρικὸν
Φῶς Δικαίοις διαπαντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.
Εἰς τὴν ζ' ᾨδὴν Ἠχος βαρὺς ,Μαρτυρικὸν
Οἱ Ἁγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρά σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἠχος πλ. δ' ,Μαρτυρικὸν
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Τῌ ΤΡΙΤῌ
Εἰς τὴν ζ' ᾨδὴν ΗΧΟΣ Α' ,Μαρτυρικὸν,Τοῦ λίθου σφραγισθέντος
Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν ἁγίοις ἀναπαυόμενος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν
Τῶν ἐν ὅλῳ τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν
Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεός, δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν
Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ Οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν
Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.
ΤΗ ΠΕΜΠΤΗ
Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν ΗΧΟΣ Α' ,Τὸν τάφον σου Σωτὴρ
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος β',Μαρτυρικὸν
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος γ' ,Μαρτυρικὸν ,Τὴν ὡραιότητα
Θωρακισάμενοι τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, καὶ πάσας τὰς τῶν Τυράννων, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος δ' ,Μαρτυρικὸν ,Ταχὺ προκατάλαβε
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες διδοῦσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. α' ,Μαρτυρικὸν, Ὅμοιον
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. β' ,Μαρτυρικὸν
Τῶν Ἀθλοφόρων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ,Μαρτυρικὸν
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος πλ. δ' ,Μαρτυρικὸν
Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι.
(Γ΄ΚΟΝΤΑΚΙΟΝ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ)…δ'(ΤΕΤΑΡΤΗΣ ΚΑΙ ΠΑΡΑΣΚΕΥΗΣ), Τὸ Μαρτυρικὸν τοῦ Ἤχου [ὅρα ἐν τῷ τέλει τοῦ Τριῳδίου (Μαρτυρικὸν τῆς ζ' ᾨδῆς)].
Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Τετάρτη. Εἰς τὴν ζ' ᾠδὴν
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Τὸ Μαρτυρικὸν τοῦ α’ ἤχου Παρασκευὴ. Εἰς τὴν ζ' ᾠδὴν
Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.
ΗΧΟΣ Β΄ΤΕΤΑΡΤΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον, δι' αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς.
Τὰ Μαρτυρικὰ τοῦ γ’ ἤχου.Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν
Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.
Τὸ Μαρτυρικὸν τοῦ δ’ ἤχου. Τῇ Τετάρτῃ Εἰς τὴν ζ' ᾨδὴν
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Τὸ Μαρτυρικὸν τοῦ δ’ ἤχου. Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν
Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.
Τὸ Μαρτυρικὸν τοῦ πλ.α’ ἤχου.Τῇ ΤετάρτῃΕἰς τὴν ζ' ᾨδὴν
Τοὺς Ἀθλοφόρους σου Κύριε, μεγάλους ἀντιλήπτορας ἀνέδειξας, Σωτὴρ τῇ Οἰκουμένῃ, δι' ὧν τὰ πάθη φυγαδεύονται· ταῖς αὐτῶν πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.
Τῇ Παρασκευῇ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν
Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορός τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει. Διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. Β Εἰς τὴν ζ' ᾨδὴν ΤΕΤΑΡΤΗ Μαρτυρικὸν
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.
Ἦχος πλ. Β 'Εἰς τὴν ζ' ᾨδὴν ΠΑΡΑΣΚΕΥΗ Μαρτυρικὸν
Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν κηρύξαντας, καὶ τῶν ἀνόμων ἀπειλὰς μὴ πτήξαντας, ἐθαυμάστωσεν ὁ Κύριος· καθεῖλον γὰρ ἀθλητικῇ καρτερίᾳ, τὰ θράση τῶν παρανόμων, ἔλαβον παρὰ Χριστοῦ ἐπαξίως τὴν χάριν τῶν ἰαμάτων, ἀπαύστως δεόμενοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ' ᾨδὴν Ἦχος βαρὺς ΤΕΤΑΡΤῌ Μαρτυρικὸν
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος βαρὺς ΠΑΡΑΣΚΕΥΗ Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν
Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.
Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχου Τετάρτη Εἰς τὴν ζ' ᾠδὴν
Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸ Μαρτυρικὸν τοῦ πλ.δ’ ἤχουΠαρασκευὴ Εἰς τὴν ζ' ᾠδὴν
Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.
……………………………………………
ε’, Δόξα Πατρί...Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ς’, Καὶ νῦν...Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
……………………………………………………………….
(1,2,3,4,5,6 Ή ΤΗΣ ΕΟΡΤΗΣ)
Κύριε ελέησον μ'
Ὁ ἐν παντὶ καιρῷ…
……………………………………………………………………………………………………….
(ΚΑΙ ΝΥΝ…ΠΡΟΣΤΑΣΙΑ…Ή ΚΟΝΤΑΚΙΟΝ ΤΗΣ ΕΟΡΤΗΣ)
Κύριε ἔλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα Πατρί... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
ΤΡΙΣΑΓΙΟΝ...ΠΑΤΕΡ ΗΜΩΝ… οτι σου εστίν...ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ (12). ὁ Προεξάρχων (ή ο ιερεύς) τὴν Εὐχήν
Παναγία Τριὰς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπ’ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάζω, ὑμνῶ,προσκυνῶ,καὶ λέγω· Εἷς ἅγιος, εἷς, Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς ·ἀμήν.
(ΤΗΝ Δ΄ΠΑΡΑΣΚΕΥΗ: Τὸν Σταυρόν Σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν (3). ΘΥΜΙΑΖΟΝΤΑΣ (3 μετάνοιες, ασπαζόμαστε), ΚΑΙ ΒΑΖΟΥΜΕ ΜΕΣΑ ΣΤΟ ΙΕΡΟ ΤΟΝ ΣΤΑΥΡΟ, ΤΗΝ Μ. ΤΕΤΑΡΤΗ ΤΗΝ ΕΙΚΟΝΑ ΤΟΥ ΝΥΜΦΙΟΥ: «Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα·ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μή τῷ θανάτῳ παραδοθῇς, καί τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλά ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν,δυνάμει τοῦ Σταυροῦ Σου καὶ σῶσον ἡμᾶς».
ὁ Ἱερεὺς ἀμέσως τὴν Μικρὰν Ἀπόλυσιν Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον γ', (Μ. Εβδομας: ερχόμενος ο Κύριος…) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τοῦ (ΤΩΝ) ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ)καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. δι’ευχων των αγίων πατέρων ημων…(δι’ ευχων του αγίου δεσπότου ημων…)
(Παρασκευή 24-3 δεν γίνεται Προηγιασμένη)
Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων (καμπάνα)
Ο ιερεύς έμπροσθεν της αγίας τραπέζης, μετανοίας (τρεις): ο Θεός, ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με.Και ασπάζεται ο ιερεύς το άγιον ευαγγέλιον και την Αγίαν Τράπεζαν.Ὁ Ἱερεύς υψων το Ευαγγέλιον και ποιων δι΄αυτου σταυρόν επί του αντιμηνσίου λέγει εκφώνως:
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Και κλείεται η κάτω ωραία πύλη (ημιβημόθυρα). Λεγομένου του προοιμιακου ουδεμία ευχή του Λυχνικου αναγινώσκεται γενικως (μή υπάρχοντος Διακόνου δύναται ο ιερεύς να αναγνώση εν τω προοιμιακω τας ευχάς των τεσσάρων αντιφώνων του Λυχνικου, χωρίς να επαναλάβη ύστερον ταύτας εις τα αντίφωνα).
ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης, ποιων μετανοίας (τρεις): Ψαλμὸς ΡΓ΄ (103). Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὑτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ΄ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (ἐκ γ΄). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Ὁ διάκονος τὰ εἰρηνικά, εἰς ἕκαστον δέησιν ὁ λαὸς τὸ Κύριε ἐλέησον·
ὁ Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὁ χορός, μεθ΄ ἑκάστην Δέησιν, τὸ Κύριε, ἐλέησον.(εξαπλοι το ειλητόν ο ιερευς)
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
*Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου καὶ πατρὸς ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣ τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς τοῦ Κυρίου δεηθῶμεν.(ΟΤΑΝ ΔΕΝ ΕΙΝΑΙ ΠΑΡΩΝ Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ).
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως (κώμης) καὶ νήσου (ἁγίας Μονῆς), ταύτης, πάσης (Μονῆς,) πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ὁ α’ χορός: Σοὶ Κύριε.
(μυστικῶς ΕΥΧΗ Α΄ Λυχνικοῦ) Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.
(Εκφώνως): Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν.
Μεθ' ὃ κλείεται ἐντελῶς ἡ Ὡραία Πύλη (ή τα βημόθυρα), ὁ Ἀναγνώστης ἀναγινώσκει μεγαλοφώνως τά "Πρὸς Κύριον" ἤτοι τὸ ΙΗ' (18ον) Κάθισμα τοῦ ψαλτηρίου. Ο διάκονος και ο ιερευς νίπτουν τας χειρας. Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος.
Καθ' ὃν χρόνον ἀναγινώσκεται τὸ Πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, ὁ Ἱερεὺς ασκεπής κάμνει τρεῖς μετανοίας πρὸ τῆς Ἁγίας Τραπέζης, ἀνοίγει τὸ Ἀρτοφόριον, καὶ θυμιάσας τὰ Δῶρα, ἁπλώνει τὸ Ἀντιμήνσιον καὶ θέτει τὸ Δισκάριον ἐπ’ Αὐτοῦ. Ἀφοῦ μεταφέρῃ τὸν Ἀμνὸν ἐπ’ Αὐτοῦ (με λαβίδα), καλύπτει μὲ τὸν Ἀστερίσκον καὶ ἕνα κάλυμμα.
τότε, προηγουμένου τοῦ θυμιατοῦ μετά λαμπάδος, ἀπέρχεται εἰς τὴν Πρόθεσιν, καὶ ἐναποθέτει τὸ Δισκάριον, φέρον τὸν Ἀμνόν (δεξιά του αγίου ποτηρίου). Κατόπιν βάζει οἶνον καὶ ὕδωρ εἰς τὸ Ἅγιον Ποτήριον καὶ καλύπτει αὐτό, καὶ μετὰ ταῦτα, διὰ τοῦ Ἀέρος ἀμφότερα τὰ σκεύη. Εἰς κάθε πρᾶξιν λέγει ἁπλῶς τό: "Δι΄ Εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς." απέρχεται εις την αγίαν τράπεζαν (διπλώνει το ειλητόν) και θυμια αυτήν και όλον το ιερατειον.
ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ 18ου ΚΑΘΙΣΜΑΤΟΣ (την 5η Πέμπτη το ιβ΄)
ΨΑΛΜΟΣ ΡΙΘ' 119
Ἀμήν.Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι, καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς, ἄνθραξι τοῖς ἐρημικοῖς, Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ΄ πολλὰ παρῴκησεν ἡ ψυχή μου, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
ΨΑΛΜΟΣ ΡΚ' 120
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τόν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος, Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
ΨΑΛΜΟΣ ΡΚΑ' 121
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα, Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.
ΨΑΛΜΟΣ ΡΚΒ' 122
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
ΨΑΛΜΟΣ ΡΚΓ' 123
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῤύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρίς)
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Χ. Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Κύριε ἐλέησον.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χ. Σοὶ Κύριε.
(Μυστικως, ΕΥΧΗ Β΄ ) Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
(εκφώνως)Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΨΑΛΜΟΣ ΡΚΔ' 124
Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν΄ εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
ΨΑΛΜΟΣ ΡΚΕ' 125
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν καὶ ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν΄ Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.
ΨΑΛΜΟΣ ΡΚΣΤ' 126
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν. Ἐγείρεσθε μετὰ τὸ καθῆσθαι οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν, οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.
ΨΑΛΜΟΣ ΡΚΖ' 127
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι,μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
ΨΑΛΜΟΣ ΡΚΗ' 128
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες΄ Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς)
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Χ. Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῶ Θεῷ παραθώμεθα. Χ. Σοὶ Κύριε.
(Μυστικως ΕΥΧΗ Γ’ ) Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
(εκφώνως)Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ, Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΨΑΛΜΟΣ ΡΚΘ' 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε΄ Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχὴ μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΛ' 130
Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
ΨΑΛΜΟΣ ΡΛΑ' 131
Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς. Καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θυραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων (άνοιγμα βημοθύρων). Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῶ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῶ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτόν ἐξανθήσει τὸ ἁγίασμά μου.
ΨΑΛΜΟΣ ΡΛΒ' 132
Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
ΨΑΛΜΟΣ ΡΛΓ' 133
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. (εμμελως)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. (ο Διάκονος βγαίνει έξω)
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Χ. Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Χ. Κύριε ἐλέησον.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. Χ. Σοὶ Κύριε.
(Μυστικως ΕΥΧΗ Δ’) Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
(εκφώνως) Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν.
Και ανοίγεται μόνον το καταπέτασμα της ωραίας πύλης. Ο διάκονος θυμια. Οἱ χοροὶ ταπεινῇ τῇ φωνῇ ψάλλουσι τό, Κύριε ἐκέκραξα..., εἰς ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου.
ὁ α’ χορός
Ἦχος ...
Ψαλμὸς ρμ’ (140)
Ἀμήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ὁ β’ χορός
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
ὁ α’ χορός
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
ὁ β’ χορός
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
ὁ α’ χορός
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
ὁ β’ χορός
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὁ α’ χορός
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
ὁ β’ χορός
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
ὁ α’ χορός
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. (ΤΡΙΩΔΙΟΥ)
Ψαλμὸς ρμα’ (141)
ὁ β’ χορός
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ὁ α’ χορός
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ὁ β’ χορός
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ὁ α’ χορός
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
ὁ β’ χορός
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ ἦν ὁ ἐπιγινώσκων με.
ὁ α’ χορός
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ὁ β’ χορός
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
ὁ α’ χορός
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
ὁ β’ χορός
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἦχος _
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
10 Στιχηρόν.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
9 Στιχηρόν. Ψαλμὸς ΡΚΘ΄ (129)
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
8 Στιχηρόν.
Γενηθήτω τὰ ὦτα σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
7 Στιχηρόν.
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ προσόμοια τοῦ ΤριῳδίουἮχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀποστόλων δυὰς ἱερωτάτη, ἕνα τῆς Τριάδος σε, ἐπισταμένη Χριστέ, νῦν παρὰ σοῦ ἀποστέλλεται, ἀγάγαι πῶλον, ὑποζυγίου υἱὸν ὡς γέγραπται, ἐφ΄ ᾧ ταπεινούμενος, καθίσεις εὔσπλαγχνε, τὴν ἐν ὑψίστοις θελήματι, καθέδραν πᾶσι, τοῖς σὲ ποθοῦσιν ἑτοιμαζόμενος, καὶ τοὺς ἀλόγοις ὑποκύψαντας, φρενοβλαβῶς Λόγε πάθεσι λογισμούς ἀπεργάσω. Ὡσαννά σοι ἀνακράζοντας.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Καθυποδέχου Σιὼν τὸν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τὸν Λάζαρον, καὶ καταλῦσαι, τὸ τοῦ θανάτου πικρὸν βασίλειον. Πληθὺς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετὰ Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετὰ Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διὰ πάθους Σταυροῦ, καὶ ἀπάθειαν πᾶσι, παρασχεῖν δι' ἀγαθότητα.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθ' ἡμᾶς ἀνθρωπικῶς, ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν, θάνατος τέθνηκε, προαισθόμενος τὸν Λάζαρον, φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς Βαΐοις, προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος, τῆς ἀγαθότητός σου Κύριε.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Μεγαλομάρτυρος
Ἦχος δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν σε, ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ψαλμὸς 116
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος δ'
Ῥωμαλέῳ φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρὸς τὴν ἄθλησιν, ὑπερορῶν μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ ψυχῆς, σοφῶς ἐπιμελούμενος, καὶ κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς χρυσὸς κεκαθαρμένος, ἑπταπλασίως Γεώργιε.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος δ'
Τῷ Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος, συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων, ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Δόξα...
Καὶ νῦν...
Ἦχος πλ. β'
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.Σοφία Ὀρθοί !Φῶς ἱλαρὸν ἁγίας δόξης...
6 Στιχηρόν.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
5 Στιχηρόν.
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραήλ ἐπὶ τὸν Κύριον.
4 Στιχηρόν.
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ΄ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
3 Στιχηρόν. Ψαλμὸς ΡΙϚ΄ (116)
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
2 Στιχηρόν.
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Δόξα...
Δοξαστικὸν τοῦ Ἑσπερινοῦ.
Καὶ νῦν...
…………………………………………………………………………………...
(την Παρασκευή, και νυν και αεί...)
Ἦχος α΄.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Θεοτοκίον. Ἦχος β΄.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε μυστήρια˙ τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν˙ αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον. Ἦχος γ΄.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε˙ ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Θεοτοκίον. Ἦχος δ΄.
Τὸ ἀπ΄ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος˙ δι΄ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον. Ἦχος πλ. α΄.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος˙ Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ˙ Χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε˙ ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου, καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Θεοτοκίον. Ἦχος πλ. β΄. Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις˙ Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Θεοτοκίον. Ἦχος Βαρύς.
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε˙ Σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Θεοτοκίον. Ἦχος πλ. δ΄.
Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου˙ δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον˙ δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
…………………………………………………………………………………...
Ψαλλομένου τοῦ Δοξαστικοῦ (την Παρασκευή το νεκρώσιμο όχι του Μηναίου), ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεύς (ἤ μόνος ὁ Ἱερεύς), μετὰ θυμιατοῦ, καὶ προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ Εἴσοδος. Ἐὰν ὅμως εἶναι ἑορτὴ ὡς π, χ, τοῦ Ἁγ, Χαραλάμπους, τῶν Τεσσαράκοντα Μαρτύρων ἢ ἄλλη τις, καθὼς καὶ τὴν Μεγάλην ἑβδομάδα, τότε ὁ Διάκονος ἢ ὁ Ἱερεὺς εἰσοδεύει μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου.
Διάκονος· Εὐλόγησον, Δέσποτα, τό θυμίαμα. Ο Ἱερεὺς εὐλογων αὐτὸ ὡς συνήθως λέγει· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐξέρχονται ἅμα διὰ τοῦ βορείου κλίτους, προπορευομένου τοῦ Διακόνου· και, ἱσταμένων καταντικρὺ τῶν ἁγίων θυρῶν, λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν Ὁ δὲ Ἱερεὺς κλίνας τὴν κεφαλὴν λέγει ἠρέμα τὴν εὐχὴν τῆς εἰσόδου·
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ὁ Ἱερεὺς εὐλογεῖ κατά ἀνατολάς, λέγων·
Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΔΙΑΚΟΝΟΣ: Ἀμήν. Εἶτα, ὁ Διάκονος θυμιᾷ τρὶς τὸν Δεσποτικὸν Θρόνον (ή τον Επίσκοπο, τις εικόνες, τον Επίσκοπο, τον λαό), τὰς εἰκόνας καὶ τὸν λαόν· καὶ ἵσταται ἐκεῖσε ἐν τῷ μέσῳ τοῦ ναοῦ ἀναμένων τὴν τοῦ τροπαρίου ἐκπλήρωσιν. Πληρωθέντος δὲ αὐτοῦ, χαράξας σταυρὸν μετὰ τοῦ θυμιατηρίου ἕως κεφαλῆς, ἐκφωνεῖ·
Διάκονος: Σοφία Ὀρθοί !
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης (χύμα):
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
ὁ Διάκονος: Ἑσπέρας.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Α΄ΑΝΑΓΝΩΣΜΑ... (Ι. : Σοφία· πρόσχωμεν). Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ριθ'
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα.Στίχ. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΜΣΤ' 1-7)
Ἀπάρας Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χείρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευήν, καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακώβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ, οἱ υἱοί, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, αἱ θυγατέρες αὐτοῦ, καὶ αἱ θυγατέρες τῶν θυγατέρων αὐτοῦ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς ρκ'
Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.
Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη.
ὁ Ἀναγνώστης: Κέλευσον!
Ὁ ἱερεὺς κρατῶν λαμπάδα ἀνημμένην καὶ θυμιατὸν ἐξηρτημένον, ἵσταται ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης καὶ σφραγίζων διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐκφωνεῖ:
Σοφία, Ὀρθοί.
Εἶτα ὁ Ἱερεύς, στρεφόμενος πρὸς τὸν λαὸν καὶ ἱστάμενος ἐπὶ τῆς Ὡραίας Πύλης, ἐκφωνεῖ:
+ Φῶς Χριστοῦ φαίνει πᾶσι.
Καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται ἐν τῷ Ἱερῷ.
Εἶτα ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Β΄ΑΝΑΓΝΩΣΜΑ
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΓ', 15 - ΚΔ', 5)Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφός γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενόν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοὶ; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτ' αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.........................................
Ο ΙΕΡΕΥΣ: ΕΙΡΗΝΗ ΣΟΙ.
Ο ΔΙΑΚΟΝΟΣ: ΣΟΦΙΑ
Κατευθυνθήτω...
Ὁ ἱερεύς, εὐθὺς μετὰ τὸ τέλος τοῦ ἀναγνώσματος, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει σεμνῶς καὶ κατανυκτικῶς. (Κατὰ μὲν τὴν Α’ Ἑβδομάδα, τὴν Μεγάλην Ἑβδομάδα καθὼς καὶ εἰς μνήμας ἑορταζομένων Ἁγίων εἰς ἦχον πλ.β’, κατὰ δὲ τὰς ὑπολοίπους ἡμέρας εἰς ἦχον πλ.α’ ). (ημεις δε επί γόνυ κείμεθα ευχόμενοι).
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή (ο χορός).
Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ νότιον μέρος τῆς Ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.
Στίχ α'. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι μὲ πρὸς σέ.
ὁ α’ χορός, Κατευθυνθήτω ...
Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ ὄπισθεν μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.
Στίχ, β'. Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ὁ β’ χορός, Κατευθυνθήτω ...
Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ βόρειον μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.
Στίχ, γ'. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
ὁ α’ χορός Κατευθυνθήτω ...
Ὁ ἱερεὺς ἐρχόμενος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης λέγει ἐκφώνως.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Κατευθυνθήτω ...
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός, Κατευθυνθήτω ...
Ὁ Ἱερεὺς εὑρισκόμενος ἤδη ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης ἐπαναλαμβάνει.
Κατευθυνθήτω ἡ προσευχή μου.
Ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾶ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ ψάλλων΄
ὡς θυμίαμα ἐνώπιόν σου.
Ἀκολούθως δὲ θυμιᾶ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον.
ὁ α’ χορόςἜπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Διάκονος ἐξελθὼν (ἢ ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ. (ἢ Ευαγγέλιον).
…………………………………………………………………….
Πρόσχωμεν. Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον τοῦ Προκειμένου τοῦ ἀποστολικοῦ ἀναγνώσματος. - Σοφία. (...καὶ τὴν ἐπιγραφὴν…) -Πρόσχωμεν.
Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου, τοῦ ὁποίου πληρωθέντος λέγει ὁ ἱερεύς· + Εἰρήνη σοι (τῷ ἀναγινώσκοντι). Ὁ λαός· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Καὶ οἱ στίχοι τοῦ Ἀναγνώσματος. Ἀναγινωσκομένου δὲ τοῦ Ἀποστόλου θυμιᾷ. Ὁ ἱερεύς· + Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὅ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, ἐκ τῶν ὡραίων Πυλῶν καὶ ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν·
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ· -(ΚΑΙ ΥΠΕΡ ΤΟΥ ΚΑΤΑΞΙΩΘΗΝΑΙ ΗΜΑΣ ΤΗΣ ΑΚΡΟΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ, ΚΥΡΙΟΝ ΤΟΝ ΘΕΟΝ ΗΜΩΝ ΙΚΕΤΕΥΣΩΜΕΝ) Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι. Ὁ λαός· Καὶ τῷ πνεύματί σου.-Ἐκ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν. Ὁ λαός· Δόξα Σοι, Κύριε, δόξα Σοι. (λαμπάδα) Καὶ ἀναγινώσκει τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου. Ὁ δὲ λαὸς ψάλλει ἀργῶς· Δόξα Σοι, Κύριε, δόξα Σοι.
…………………………………………………...
ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ.
Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης της διανοίας ἡμῶν εἴπωμεν. Κύριε ἐλέησον. (ἅπαξ, χύμα εἰς τὸ κλιτόν).
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον. ( ἅπαξ)
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον. (τρίς, χύμα εἰς τὸ κλιτόν).
Ἔτι δεόμεθα ὑπέρ των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν ( δεῖνος). Κύριε ἐλέησον. (τρίς).
Μέχρι τοῦδε μόνον, κατὰ τὴν τάξιν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου.
…………………………………………………………….
Ἔτι δεόμεθα ὑπὲρ [ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣτῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς] τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ χώρᾳ, ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας (Μονῆς) ταύτης. (ΜΝΗΜΟΝΕΥΣΙΣ ΖΩΝΤΩΝ ΣΤΗ Θ. ΛΕΙΤΟΥΡΓΙΑ).
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας Μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων (ΜΝΗΜΟΝΕΥΣΙΣ ΚΕΚΟΙΜΗΜΕΝΩΝ).
ΕΤΙ ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΤΩΝ ΑΔΕΛΦΩΝ ΗΜΩΝ ΤΩΝ ΕΝ ΤΑΙΣ ΔΙΑΚΟΝΙΑΙΣ ΟΝΤΩΝ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΔΙΑΚΟΝΟΥΝΤΩΝ ΚΑΙ ΔΙΑΚΟΝΗΣΑΝΤΩΝ ΕΝ ΤΗ ΑΓΙΑ ΜΟΝΗ ΤΑΥΤΗ.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
………………………………………………………………………………………………………….
(Μυστικως) Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος,
Ὁ Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Ο ιερευς λαμβάνει το ιερόν Ευαγγέλιον και ποιει σταυρόν επάνω του αγίου αντιμηνσίου).
Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ. Χ. Κύριε ἐλέησον.
Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν. Κύριε ἐλέησον.
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. Κύριε ἐλέησον.
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. Κύριε ἐλέησον.
Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. Κύριε ἐλέησον.
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Κύριε ἐλέησον.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον.
Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
(Μυστικως)Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τούς Κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου΄ καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ' ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.
Ὁ Ἱερεὺς: Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ο ΧΟΡΟΣ:Ἀμήν.
Ὅσοι Κατηχούμενοι, προέλθετε· οἰ κατηχούμενοι, προέλθετε
……………………………………………………….…
Ἀπὸ τῆς Τετάρτης τῆς Δ’ ἑβδομάδος τῶν Νηστειῶν, τῆς καὶ Μεσονηστίμου καλουμένης, παρεμβάλλονται ἐνταῦθα τὰ διπλοκατηχούμενα, ἤτοι δέησις ὑπὲρ τῶν πρὸς τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένων΄
Ὅσοι πρὸς τὸ φώτισμα προσέλθετε΄ εὔξασθε οἱ πρὸς τὸ φώτισμα τῷ Κυρίῳ.Ὁ χορός: Κύριε, ἐλέησον (χύμα εἰς τὸ κλιτόν)
Ὁ διάκονος:Οἱ πιστοί, ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον (χύμα εἰς τὸ κλιτόν)
Ὅπως Κύριος ὁ Θεός ἡμῶν στηρίξῃ αὐτούς καὶ ἐνδυναμώσῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Φωτίσῃ αὐτούς φωτισμῷ γνώσεως καὶ εὐσεβείας, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Καταξιώσῃ αὐτούς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἀμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Ἀναγεννήσῃ αὐτούς δι’ ὕδατος καὶ Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Χαρίσηται αὐτοῖς τὴν τελειότητα τῆς πίστεως, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Συγκαταριθμήσῃ αὐτούς τῇ ἁγίᾳ αὑτοῦ και ἐκλεκτῇ ποίμνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὁ χορός: Κύριε, ἐλέησον.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός τῇ σῇ χάριτι.Ὁ χορός: Κύριε, ἐλέησον.
Οἱ πρὸς τὸ φώτισμα, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ χορός: Σοὶ Κύριε.
Τοῦ διακόνου ἐκφωνοῦντος τὰ ἀνωτέρω, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων΄
(Μυστικως)Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου, ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους, καὶ ἐπιποθοῦντας τὸν τῆς ἀμαρτίας μολυσμὸν ἀποτινάξασθαι΄ καταύγασον αὐτῶν τὴν διάνοιαν΄ βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει΄ στήριξον ἐν ἐλπίδι΄ τελείωσον ἐν ἀγάπῃ΄ μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἐκφώνως Ὅτι σὺ εἶ ὁ φωτισμός ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν.Ὁ διάκονος λέγει τὴν ἀπόλυσιν τῶν πρὸς τὸ φώτισμα εὐτρεπιζομένων.
Ὅσοι πρὸς τὸ φώτισμα, προέλθετε΄ οἱ πρὸς τὸ φώτισμα προέλθετε.
Ἕως ὧδε τὰ ἀπὸ τῆς Τετάρτης τῆς «Μεσονηστίμου».Καὶ ἐξαπλοῖ τὸ Εἰλητὸν συγχρόνως ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ.
………………………………………………….……….
Καὶ ἐξαπλοῖ τὸ Εἰλητὸν συγχρόνως ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ.
Ὅσοι Κατηχούμενοι, προέλθετε, μή τις τῶν Κατηχουμένων.
Ὅσοι πιστοί΄ Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
(Μυστικως) Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας, καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε, τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι.
(εκφώνως) Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Χ. Κύριε ἐλέησον. Ι. Σοφία.
Ὁ Ἱερεὺς: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Χ. Κύριε ἐλέησον.
(μυστικως) Δέσποτα Ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε, τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ Βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ Σῶμα, καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει Τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα, ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι΄ ἵνα, δι' αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
(εκφώνως) Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Χ. Κύριε ἐλέησον. Ι. Σοφία.
Ὁ Ἱερεὺς: Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὐ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χ. Ἀμήν.
Καὶ ψάλλεται ὑπὸ τοῦ α’ χοροῦ ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β' ἀντὶ τοῦ χερουβικοῦ τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (ἐκ γ') ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνῶν τρίς, μετὰ τοῦ διακόνου.
Ιερεύς: Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης. Διάκονος. Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα (3).
ὁ α’ χορός
Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης.
Ἐδῶ διακόπτεται ὁ ὕμνος, Γίνεται ἡ εἴσοδος ἐν ἀπολύτῳ σιγῇ, τοῦ Ἱερέως φέροντος τὸν Ἀέρα ἐπὶ τῆς κεφαλῆς καὶ κρατῶν τὰ Ἅγια, Διότι τὰ Δῶρα εἶναι προηγιασμένα, ὁ λαὸς γονατίζει εὐλαβῶς, ἐγείρεται δὲ ὅταν ἐναποτίθενται ἐπὶ τῆς Ἁγίας Τραπέζης.
Ὁ α΄χορὸς ψάλλων, ἐξακολουθεῖ τὸ διακοπὲν μέλος: Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα (3).
[Θυμίαμα, δευτε προσκυνήσωμεν… ν΄, άνοιγμα ωραίας πύλης-θύμιασμα εικόνων…, αποδίδει το θυμιατόν, προσκυνήσας την αγίαν τράπεζαν λαμβάνει συγχώρησιν παρά του λαου, θυμια την ιεράν πρόθεσιν, τρεις μετάνοιες λέγοντας «ο Θεός ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με», γονατίζουμε λέγοντας «δι΄ευχων των αγίων πατέρων ημων, Κύριε Ιησου Χριστέ, ο Θεός ημων, ελέησον ημας, αμήν», δια της βορείου πύλης μετά λαμπάδος και θυμιατου, αθορύβως, ο ιερευς τον αέρα επί της κεφαλης, το ιερόν δισκάριον δια της δεξιας και το άγιον ποτήριον δια της αριστερας, άνευ εκφωνήσεως χωρίς ελιγμων στο ιερό βημα, κλείεται η ωραια πύλη, η οποια ανοίγει στο «μετά φόβου…», αποθέτει τα άγια (κανονικά), αφαιρει τα καλύμματα και τα σκεπάζει δια του αέρος. Οι πιστοί ανίστανται ποιουντες τρεις μεγάλας μετανοίας, ]
ο χορός εξακολουθει «ιδού θυσία μυστική…» (ζέον)
ΤΑ ΠΛΗΡΩΤΙΚΑ
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Χ. Κύριε ἐλέησον.
Ὑπέρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν. Κύριε ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
(Μυστικως) Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων Μυστηρίων Θεός, παρ' ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι΄ ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, αὐτός, ἀόρατε Βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ' ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ, ὡς τῷ Χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ' ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν, διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται Μυστηρίων΄ Καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες Ἁγιασμάτων, καὶ ὑπ' αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι, ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης΄ καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς Ἁγίοις σου, τοῖς ἀπ' αἰῶνος σοι εὐαρεστήσασιν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα. Παράσχου Κύριε.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα. Παράσχου Κύριε.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα. Παράσχου Κύριε.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα. Παράσχου Κύριε.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα. Παράσχου Κύριε.
Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. Παράσχου Κύριε.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χ. Σοὶ Κύριε. ὁ Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν.
Χ. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Χ. Ἀμήν. ὁ Ἱερεὺς: + Εἰρήνη πᾶσι. ὁ β’ χορός, Καὶ τῷ πνεύματί σου. ὁ Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.ὁ α’ χορός, Σοί, Κύριε.
(Μυστικως) Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτόν, καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων Μυστηρίων΄ Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
ὁ Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών΄ καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου σου Αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Ἱερεὺς - προσκυνήσας τρίς και ειπων «ο Θεός ιλάσθητί μοι τω αμαρτωλω και ελέησόν με»- κεκαλυμμένων ὄντων τῶν θείων Δώρων, βαλὼν τὰς χεῖρας ὑπὸ κάτω τοῦ Ἀέρος, ἅπτεται (δεν υψώνει) τοῦ ζωοποιοῦ Ἄρτου μετ’ εὐλαβείας καὶ φόβου πολλοῦ.
ὁ Διάκονος: Πρόσχωμεν. ὁ Ἱερεὺς: Τὰ προηγιασμένα Ἅγια τοῖς Ἁγίοις.
ὁ α’ χορός (χύμα είς τὸ κλιτὸν)
Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικὸν, ὁ β’ χορός ἦχος α’ ἐκ τοῦ Κε.
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.
επί τη μνήμη αγίου: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα
Ὁ ἱερεύς, αποκαλύψας τά άγια και τον αστερίσκον, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας μετὰ προσοχῆς καὶ εὐλαβείας, λέγει·
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
Καὶ τίθησιν αὐτὰς σταυροειδῶς ἐπὶ τῷ ἁγίῳ δισκαρίῳ οὕτως·
Καὶ λαβὼν τὴν ἄνω κειμένην μερίδα, τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ, ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου, Καὶ ῥίπτει τὴν μερίδα ἐντὸς τοῦ ἁγίου Ποτηρίου λέγων·
+Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου. Ἀμήν.
Καὶ λαβὼν τὸ Ζέον, λέγει
Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἐγχέει ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγοντος
+Ζέσις πίστεως, πλήρης Πνεύματος ἁγίου. Ἀμήν.
ΘΕΙΑ ΚΟΙΝΩΝΙΑ (κλίνας τὴν κεφαλήν)
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν. Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν, Πλαστουργὲ μὴ φλέξῃς με τῇ μετουσίᾳ. Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ΄ οὖν κάθαρον ἐκ πάσης με κηλίδος.Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ΄ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου. Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει· Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος. Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ΄ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν…
Ἱερεὺς καὶ Διάκονος ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς·
Εὐλογεῖτέ με θεῖοι Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, Κυριότητες καὶ Ἐξουσίαι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, τὸν ἀνάξιον (δεῖνα) ἱερέα (ἢ ἱερομόναχον).
Ὁ ἱερεύς· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με (τρίς).
Καὶ πλησιάσας εἰς τὰ Ἅγια, μετὰ φόβου καὶ τρόμου, λαμβάνει ἓν μέρος ἐκ τοῦ ἁγίου Ἄρτου (ΧΣ) καὶ λέγει·
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Καὶ μεταλαμβάνει τοῦ ἁγίου Σώματος. Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Ποτήριον καὶ λέγει·
Ἔτι μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ μεταλαμβάνει τρίτον ἐξ αὐτοῦ. Καὶ ἀσπασάμενος τὸ ἅγιον Ποτήριον καὶ ὑψῶν αὐτὸ λέγει· Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.
Μετὰ δὲ τὸ μεταλαβεῖν συστέλλει τὰ Ἅγια, λέγων· «δι΄ευχων των αγίων…» (βγάζουμε έξω το αντίδωρο)
ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Ο χορός: του Δείπνου σου του μυστικου…
Ι.: Ὁ δοῦλος τοῦ Θεοῦ (δεῖνα) μεταλαμβάνει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
ὁ α’ χορός( χύμα εἰς τὸ κλιτὸν)
Χ. Ἀμήν. Εὐλογημένος ὁ Ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.
Ὅταν τελειώσει ἡ μετάληψις τῶν πιστῶν, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαόν, ἐκφωνεῖ μεγαλοφώνως.
Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
ὁ α΄ χορὸς ψάλλει (ἀντὶ τοῦ ''Εἴδομεν τὸ φῶς"), τὸ ἑξῆς:
ἦχος β’
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου΄ Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος΄ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ Ἱερεὺς θυμιῶν τὰ Ἅγια λέγει ἐκ τρίτου (μυστικῶς): Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Καὶ ὁ μὲν Διάκονος, λαμβάνων παρὰ τοῦ Ἱερέως τὸ ἅγιον Δισκάριον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ δὲ Ἱερεὺς προσκυνήσας λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης. Εὐλογητός, ὁ Θεὸς ἡμῶν. Καὶ λαβὼν τὸ ἅγιον Ποτήριον, κεκαλυμμένον λέγει. Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ εὐθὺς ὁ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν, ἀφήνει τὸ ἅγιον Ποτήριον, ἐπιστρέφει εἰς τὴν ἁγίαν Τράπεζαν, καὶ διπλοῖ τὸ Ἀντιμήνσιον (και βάζει την μουσα μέσα). ὁ Διάκονος: Ὀρθοί, Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον. Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. Χ. Σοί, Κύριε.
ὁ Ἱερεὺς (μυστικως): Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, καὶ δεόμεθά σου, Δέσποτα Φιλάνθρωπε, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Ὁ Ἱερεύς, λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον, ποιεῖ δι' Αὐτοῦ Σταυρὸν καὶ ἀποτίθησιν αὐτὸ ἐπὶ τοῦ διπλωθέντος ἤδη Ἀντιμηνσίου.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χ. Ἀμήν. ὁ Ἱερεὺς: Ἐν εἰρήνῃ προέλθωμεν. ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α’ χορός: Κύριε, ἐλέησον (γ' ) ,ὁ Ἱερεὺς (οπισθάμβωνος ευχή): (Στὰς πρὸ τῆς Δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ)
Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χ. (Χύμα εἰς τὸ κλιτὸν) Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.(τρίς)
Ὁ δὲ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀναγινώσκει τὴν εὐχὴν ταύτην: Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου Μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς Βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α’ χορός, Κύριε ἐλέησον.
Ὁ Ἱερεὺς: + Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ' ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΛΥΣΙΣ, Ὁ Ἱερεὺς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. (ο χορός: δόξα…και νυν…Κύριε ελέησον…ευλόγησον) (ο εν αγίοις θαυμαστός) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ), τοῦ Οσίου και θεοφόρου πατρός ημων Γρηγορίου Α' του Διαλόγου Πάπα Ρώμης, τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τοῦ Ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Κατὰ δὲ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ Ἱερεὺς διανέμει τὸ Ἀντίδωρον.
ΨΑΛΜΟΣ ΛΓ' 33
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου΄ ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ' Αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.
ΨΑΛΜΟΣ ΡΜΔ' 144
Ὑψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς ὁ Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τούς κατερραγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδεις τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σάρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Χ. Ἀμήν. η αγία Τριάς διαφυλάξοι πάντας υμας. Χ. : τον ευλογουντα...
12 -3 , Όσιος Γρηγόριος ο Α' Διάλογος Πάπας Ρώμης, Μεγαλυνάριον: Νᾶμα θεηγόρε ζωοποιόν, ἐκ πηγῶν ἀΰλων, ἀρυσάμενος μυστικῶς, βλύζεις ἐκ χειλέων, ὡς ὕδωρ ἀφθαρσίας, τοῦ Πνεύματος τὴν χάριν, Πάτερ Γρηγόριε.
ΕΟΡΤΟΛΟΓΙΟΝ – Φεβρουάριος
1. Ὁ Ἅγιος Τρύφων καὶ προεόρτια τῆς Ὑπαπαντῆς
2.Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου
3.Ὁ Δίκαιος Συμεὼν ὁ Θεοδόχος, Ἄννα ἡ Προφήτιδα
4.Ὁ Ὅσιος Ἰσίδωρος ὁ Πηλουσιώτης
5.Ἡ Ἁγία Ἀγάθη
6.Ὁ Ἅγιος Φώτιος, Πατριάρχης Κωνσταντινουπόλεως
7.Ὁ Ὅσιος Παρθένιος, ἐπίσκοπος Λαμψάκου
8.Ὁ Ἅγιος Θεόδωρος ὁ Στρατηλάτης, Ὁ Προφήτης Ζαχαρίας
9.Ὁ Ἅγιος Νικηφόρος, Ἀπόδοσις τῆς Ἑορτῆς τῆς Ὑπαπαντῆς
10.Ὁ Ἅγιος Χαράλαμπος
11.Ὁ Ἅγιος Βλάσιος, ἐπίσκοπος Σεβαστείας
12.Ὁ Ἅγιος Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας
13.Ὁ Ὅσιος Μαρτινιανός
14.Ὁ Ὅσιος Αὐξέντιος ὁ ἐν τῷ Ὄρει
15.Ὁ Ἅγιος Ὀνήσιμος ὁ ἀπόστολος
16.Ὁ Ἅγιος Πάμφιλος καὶ οἱ σὺν αὐτῶ
17.Ὁ Ἅγιος Θεόδωρος ὁ Τήρων, Οἱ Ἅγιοι Μαρκιανὸς καὶ Πουλχερία οἱ Βασιλεῖς, ο Αγιος Αγαθαγγελος απο την Φλώρινα (και Κυριακή του τυφλού)
18.Ὁ Ἅγιος Λέων Πάπας Ῥώμης
19.Ἡ Ἁγία Φιλοθέη ἡ Ἀθηναία
20. Ὁ Ἅγιος Ἀγάθων Πάπας Ῥώμης
21.Ὁ Ὅσιος Τιμόθεος ὁ ἐν Συμβόλοις
22.Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, Ὁ Ὅσιος Βαραδάτης
23.Ὁ Ἅγιος Πολύκαρπος ἐπίσκοπος Σμύρνης, Ὁ Ὅσιος Ἰωάννης ὁ θεριστὴς (+ 11ος αἰ.)
24.Ἡ Α´ καὶ Β´ Εὕρεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου Προδρόμου
25.Ὁ Ἅγιος Ταράσιος Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως
26.Ὁ Ὅσιος Πορφύριος ἐπίσκοπος Γάζης, Ἡ Ἁγία Φωτεινή ἡ Σαμαρείτιδα, Μεγαλομάρτυς, Ὁ Ἅγιος Θεόκλητος «ὁ φαρμακός»
27. Ὁ Ὅσιος Προκόπιος ὁ Δεκαπολίτης, ο Όσιος Εφραίμ Κατουνακιώτης
28.Ιωνα του Λερίου, Ἡ Ἁγία Κυράννα ἡ Νεομάρτυς
29.Ὁ Ὅσιος Κασσιανὸς ὁ Ῥωμαῖος
ΕΟΡΤΟΛΟΓΙΟΝ – ΜΑΡΤΙΟΣ
Ἡ Ἁγία Εὐδοκία ἡ ἀπὸ Σαμαρειτῶν, Ὁσιομάρτυς, ο άγιος Χαρίσιος
Ὁ Ἅγιος παπα-Νικόλας Πλανᾶς, Ἡ Ἁγία Εὐθαλία ἡ Παρθενομάρτυς
Ὁ Ἅγιος Θεοδώρητος ἱερομάρτυρας
Ὁ Ἅγιος Γεράσιμος ὁ Ἰορδανίτης
Ὁ Ὅσιος Μᾶρκος ὁ Ἀσκητὴς
Οἱ Ἅγιοι 42 Μάρτυρες ἀπὸ τὸ Ἀμόριο
Σύναξις των εν Δωδεκανήσω Αγίων, Ὁ Ὅσιος Παῦλος ὁ Ἁπλός
Ὁ Ὅσιος Θεοφύλακτος ἐπίσκοπος Νικομήδειας
Οἱ Ἅγιοι σαράντα Μάρτυρες ποὺ μαρτύρησαν στὴ Σεβάστεια
Ὁ Ἅγιος Μιχαὴλ ὁ Μαυρουδῆς
Ὁ Ἅγιος Σωφρόνιος Ἀρχιεπίσκοπος Ἱεροσολύμων
Ὁ Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος, Ὁ Ὅσιος Γρηγόριος ὁ Α´ ὁ Διάλογος Πάπας Ῥώμης (συγγραφέας Προηγιασμένης Θ. Λειτ.)
Ἀνακομιδὴ Λειψάνου Ἁγίου Νικηφόρου Πατριάρχου Κωνσταντινουπόλεως
Ὁ Ὅσιος Βενέδικτος
Ὁ Ἅγιος Ἀριστόβουλος ἐπίσκοπος Βρετανίας
Ὁ Ὅσιος Χριστόδουλος ὁ Θαυματουργός, ὁ ἐν Πάτμῳ
Ὁ Ὅσιος Ἀλέξιος ὁ ἄνθρωπος τοῦ Θεοῦ
Ὁ Ἅγιος Κύριλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων
Οἱ Ἅγιοι Χρύσανθος καὶ Δαρεία
Οἱ Ὅσιοι (44 κατὰ τὴν παράδοση) ἀναιρεθέντες Ἀββάδες τῆς Μονῆς Ἁγίου Σάββα
Ὁ Ὅσιος Ἰάκωβος ὁ Ὁμολογητὴς
Ἡ Ἁγία Δροσίδα
Ὁ Ἅγιος Νίκων Ἱερομάρτυρας καὶ οἱ 199 μαθητές του
Ὁ Ὅσιος Ἀρτέμων καὶ Προεόρτια του Εὐαγγελισμοῦ τῆς Θεοτόκου
Ὁ Εὐαγγελισμὸς τῆς Θεοτόκου καὶ Ἐπέτειος Ἐθνικῆς Παλιγγενεσίας 1821
Σύναξις Ἀρχαγγέλου Γαβριήλ
Ἡ Ἁγία Ματρώνα ἡ ἐν Θεσσαλονίκῃ
Ὁ Ὅσιος Ἱλαρίων ὁ Νέος
Ὁ Ἅγιος Διάδοχος ἐπίσκοπος Φωτικῆς
Ὁ Ἅγιος Ἰωάννης συγγραφέας τῆς Κλίμακος, Ἡ Ἁγία Εὐβούλη
Ὁ Ἅγιος Ὑπάτιος ἐπίσκοπος Γαγγρῶν
ΕΟΡΤΟΛΟΓΙΟΝ – ΑΠΡΙΛΙΟΣ
Ἡ Ὁσία Μαρία ἡ Αἰγύπτια
Ὁ Ὅσιος Τίτος ὁ Θαυματουργός
Ὁ Ὅσιος Νικήτας ὁ Ὁμολογητὴς
Ὁ Ὅσιος Ζωσιμᾶς
Ἡ Ὁσία Θεοδώρα ἡ ἐν Θεσσαλονίκῃ
Ὁ Ἅγιος Εὐτύχιος πατριάρχης Κωνσταντινουπόλεως
Ὁ Ὅσιος Σάββας ὁ Νέος ὁ ἐν Καλύμνῳ (+ 1948)
Οἱ Ἅγιοι Ἄγαβος, Ῥοῦφος...ἀπὸ τοὺς 70 Ἀποστόλους
Οἱ Ἅγιοι Ῥαφαήλ, Νικόλαος, Εἰρήνη καὶ οἱ σὺν αὐτοῖς
Ὁ Ἅγιος Γρηγόριος ὁ Ε´ Πατριάρχης Κωνσταντινουπόλεως
Ὁ Ἅγιος Ἀντίπας ἐπίσκοπος Περγάμου
Ὁ Ὅσιος Βασίλειος ὁ Ὁμολογητὴς
Ὁ Ἅγιος Μαρτῖνος Πάπας Ῥώμης
Οἱ Ἅγιοι Ἀρίσταρχος...Ἀπόστολοι ἀπὸ τοὺς 70
Ὁ Ἅγιος Κρήσκης
Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονία
Ὁ Ἅγιος Συμεὼν ἐπίσκοπος Περσίας...
Ὁ Ὅσιος Ἰωάννης...
Ὁ Ἅγιος Παφνούτιος ὁ Ἱεροσολυμίτης, Ἱερομάρτυρας
Ὁ Ἅγιος Ζακχαῖος ὁ Ἀπόστολος
Ἡ Ἁγία Ἀλεξάνδρα ἡ βασίλισσα...
Ὁ Ὅσιος Θεόδωρος ὁ Συκεώτης...
Ὁ Ἅγιος Γεώργιος ὁ Μεγαλομάρτυρας καὶ Τροπαιοφόρος
Ἡ Ὁσία Ἐλισάβετ
Ὁ Ἅγιος Μᾶρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστής, Ἡ Ἁγία Νίκη
Ὁ Ἅγιος Βασιλέας Ἱερομάρτυρας
Ὁ Ἅγιος Συμεὼν ὁ Ἀδελφόθεος, ἐπίσκοπος Ἱεροσολύμων
Οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, ποὺ μαρτύρησαν στὴν Κύζικο
Οἱ Ἅγιοι Ἰάσων καὶ Σωσίπατρος οἱ Ἀπόστολοι
Ὁ Ἅγιος Ἰάκωβος ὁ Ἀπόστολος, ἀδελφὸς Ἰωάννου τοῦ Θεολόγου, Ἀνακομιδὴ Λειψάνων Ἁγίας Ἀργυρῆς
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ (δεν την διαβάζουμε στην Διακαινήσιμο και στην απόδοσι του Πάσχα).
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός! Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι μέ τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν. Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων. Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν. Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτό δε μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν (3).
Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).(στην Διακαινήσιμο Χριστός ανέστη…) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Χ.: Ἀμήν.
[Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας (καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ) καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου. [Εἰ δε ἐστι Δεσποτική ἢ Θεομητορικὴ ἑορτή, λέγε πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου.]
Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. δ´.
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
ΔΟΞΑ ΠΑΤΡΙ… Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
[Εἰ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου· Ἀπολυτίκιον τοῦ Μεγάλου Βασιλείου. Ἦχος α´.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι´ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Κοντάκιον τοῦ Μεγάλου Βασιλείου. Ἦχος δ´. Ἐπεφάνης σήμεροv.
ΔΟΞΑ ΠΑΤΡΙ…Ὦφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε. Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, …
(ΣΤΗΝ ΠΡΟΗΓΙΑΣΜΕΝΗ: 12 -3 , Όσιος Γρηγόριος ο Α' Διάλογος Πάπας Ρώμης, Ἦχος γ’. Θείας Πίστεως.
Στόμα γρήγορον καταπλουτήσας, νομεὺς ἄριστος τοῦ θείου λόγου, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε, τῶν ἀρετῶν γὰρ ἐκφάντωρ γενόμενος, δικαιοσύνης ἐκφαίνεις τὴν ἔλλαμψιν Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος. Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ
ΔΟΞΑ…Τῆς Ἐκκλησίας τὴν κιθάραν τὴν θεόπνευστον καὶ τῆς σοφίας γλῶσσαν ὄντως τὴν θεόληπτον τὸν Διάλογον ὑμνήσωμεν ἐπαξίως·Ἀποστόλων γὰρ τὸν ζῆλον μιμησάμενος Ἠκολούθησε σαφῶς αὐτῶν τοῖς ἴχνεσι·τούτῳ λέγοντες, χαίροις Πάτερ Γρηγόριε.
(Ή ΤΟ ΑΠΟΛΥΤΙΚΙΟΝ ΚΑΙ ΤΟ ΚΟΝΤΑΚΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ ΚΑΙ ΤΟ:) Καὶ νῦν... Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, …)].
Κύριε, ἐλέησον (ιβ´). Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ. Ὁ Ἱερεύς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ Ἀναγνώστης· Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´). Πάτερ Ἅγιε εὐλόγησον. Ὁ Ἱερεύς (ΜΙΚΡΑΝ ΑΠΟΛΥΣΙΝ) Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς·) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
(ΨΑΛΤΑ)· Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.
Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον, Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τιμίῳ Σου Αἵματι · Ι. Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. (Ή ΤΗΝ ΠΕΡΙΟΔΟ ΤΟΥ ΠΑΣΧΑ, ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ΕΚ ΝΕΚΡΩΝ ΘΑΝΑΤΩ ΘΑΝΑΤΟΝ ΠΑΤΗΣΑΣ ΚΑΙ ΤΟΙΣ ΕΝ ΤΟΙΣ ΜΝΗΜΑΣΙ ΖΩΗΝ ΧΑΡΙΣΑΜΕΝΟΣ). Ἀμήν.
https://www.youtube.com/user/KERMENI